TLG 0284 034 :: Aelius ARISTIDES :: Λευκτρικὸς βʹ (ὑπὲρ Θηβαίων πρῶτος)

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Λευκτρικὸς βʹ (ὑπὲρ Θηβαίων πρῶτος)

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 642–670.

Citation: Jebb page — (line)

427

Οἶμαι μὲν, ὦ Ἀθηναῖοι, μὴ τήμερον πρῶτον περὶ τῆς Θηβαίων συμμαχίας ὑμᾶς βουλεύεσθαι μηδ’ ἐξ ὧν ἂν ἡμεῖς εἴπωμεν, ἀλλ’ εἴ τι κἀγὼ μέμνημαι, πολλοῖς πρό‐ τερον χρόνοις τῆς νυνὶ πρεσβείας ὑπάρχειν ἐσκεμμένους.
5ἐπεὶ δ’ εὐπορήκασιν ὅμως Λακεδαιμόνιοι ὑπὲρ αὐτῶν ἐρούντων εὐπρεπῶς, φέρε κἀγὼ τούτοις ἃ σύνοιδα συνείπω, τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπουδὴν ποιησάμενος τῆς τῶν ἑτέρων περὶ οὓς ᾕρηνται, ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν. ἀναμνῆσαι δ’ ὑμᾶς πρῶτον βούλομαι, ὅτε
10Φοιβίδας ἠγγέλθη τὴν Καδμείαν κατειληφὼς—ὁ δὲ Φοιβίδας ἐστί μοι Λακεδαιμόνιοι—πῶς, ὦ Ἀθηναῖοι, διετέθητε καὶ τίνα γνώμην ἔσχετε. ἆρ’ ἣν νῦν κελεύουσί τινες ὑμᾶς λαβεῖν, τὴν τοῦ κοινωνεῖν Λακεδαιμονίοις καὶ μετέχειν τοιαύτης ἀγνωμοσύνης καὶ πλεονεξίας, ἢ πολὺ
15τοὐναντίον κἀκείνους πονηροτάτους ἀνθρώπων ἐκρίνετε καὶ τοῖς Θηβαίοις συνήσθεσθε καὶ συνηλγεῖτε, καὶ δίκην λα‐ βεῖν ἐγγενέσθαι συνεύχεσθε; νῦν τοίνυν ὁ καιρὸς οὗτος
ἀφῖκται, ἄξιος μὲν τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, δικαίας γνώμης, ἄξιος δὲ τῆς Θηβαίων σπουδῆς, ἣν ἔσχον ἐλευ‐642
20θερῶσαι τὴν πατρίδα. εἰ μὲν οὖν οὕτως ἀτόπως ἔχετε ὥστ’ εὔχεσθαι μὲν ταῦτα, παρόντα δ’ ὁρῶντες προδοῦναι καὶ καταλιπεῖν, οὐκ Ἀθηναίων ἔργον, ἀλλ’ οὐκ οἶδ’ ὅτων εἴπω πεπόνθατε. οὐδένα γὰρ τῶν πάντων νομίζω τοσαύτης ἐμπληξίας καὶ ἀλογίας μεστὸν εἶναι ὅντινα ὧν εὔξατο
25αὑτῷ παρόντων τἀναντία ποιεῖν. εἰ δὲ τοῦτο μὲν οὐδ’ ἂν μανεὶς οὐδεὶς πάθοι, οὐδὲ λυποῖτο ὅτι αὐτῷ τι κατὰ γνώμην ἐξέβη, χάριν δ’ ἂν ἔχοι δή που τῇ τύχῃ καὶ τῷ καιρῷ, τί λοιπὸν ἢ μετὰ τῶν ἅπερ ἠβούλεσθε κατωρ‐ θωκότων εἶναι, καὶ ταῦτα καλούντων ὑμᾶς καὶ τὴν ἐπὶ τοῖς

428

πεπραγμένοις φιλοτιμίαν ὑμῖν προστιθέντων. οἱ γὰρ, εἰ μὴ βοηθήσεθ’ ὑμεῖς, οὐδὲν ὧν κατωρθώκασιν εἶναι πλέον αὑτοῖς κρίνοντες, δι’ ὧν περὶ τοῦ μέλλοντος δέονται, διὰ τούτων τὴν ἐφ’ οἷς κεκρατήκασι δόξαν ἐφ’ ὑμᾶς ἄγουσιν.
5 Ἐγὼ δὲ μάλιστα μὲν ἠβουλόμην ἂν ὑμᾶς καὶ τῆς μάχης αὐτῆς μετεσχηκέναι· οὐδενὸς γὰρ καλλίονος ἔργου κεκοινωνηκότες ἦτ’ ἂν οὐδὲ ἐφ’ ᾧ μᾶλλον ἂν εἴχετε σεμ‐ νύνεσθαι δικαίως· ἡγοῦμαι δὲ καὶ τὸ νῦν εἰς δέον τρόπον τινὰ ἀπηντηκέναι. ὁρῶ γὰρ τοὺς μὲν κινδύνους ἐλάττους
10γεγονότας, τὴν φιλοτιμίαν δ’ οὐ φαυλοτέραν οὖσαν ὑμῖν. τὸ μὲν γὰρ ἐξ ἀρχῆς δεηθῆναι τοὺς Θηβαίους οὐδὲν ἦν θαυμαστὸν, τὸ δ’ εὐτυχηκότας, καὶ ταῦτα ὧν οὐκ ἂν ἤλπισαν μείζω, μηδὲν μᾶλλον ἀπηλλάχθαι τοῦ χρῄζειν ὑμῶν, τοῦτο καὶ μέγα καὶ καλὸν καὶ σφόδρα ἐμοὶ γοῦν
15ἡδομένῳ γέγονεν. οὐκ ὀκνήσω δὲ εἰπεῖν ὅτι μοι καὶ βέλ‐ τιον φαίνεται μετὰ τὴν κλῆσιν βοηθεῖν αὐτοῖς ἤπερ
ἀκλήτους. ἐκείνως μὲν γὰρ κἂν εἶχον ἴσως εἰπεῖν ὕστερον ὡς οὐκ ἐδέονθ’ ὑμῶν, αὐτοὶ δὲ παρόντες καὶ μηδὲν ἧττον τῶν ἠτυχηκότων τεθεραπευκότες ὑμᾶς οὐ δή που δύναιντ’643
20ἄν ποτ’ ἔξαρνοι γενέσθαι περὶ ὧν ὑφ’ αὑτῶν ἐξελεγχό‐ μενοι φανοῦνται. λέγουσι δέ τινες Θηβαίους ἀναισθήτους εἶναι, καὶ ἴσως ἀληθῆ λέγουσι κατ’ ἄλλο τι· ὃ δ’ ἀεὶ κοινὸν ἅπασιν ὡς εἰπεῖν ἐστιν ἁμάρτημα, τοῦτ’ οὐ πε‐ πόνθασιν, ἀλλὰ καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευ‐
25μένων ἐξισταμένων ὅταν τι παρ’ ἐλπίδας εὐτυχήσωσιν, αὐτοὶ μετὰ νίκην τοσαύτην πόρρω τούτου γεγόνασιν. οἳ γὰρ ἐφ’ ὑμᾶς ἥκουσι καὶ ἴσασιν ὅτι οὐδ’ ἂν δεκάκις νικήσωσι Λακεδαιμονίους, οὐδέν ἐστι πλέον αὐτοῖς ἕως ἂν ἀπῆτε ὑμεῖς, πῶς οὐκ εὖ φρονοῦσι; καὶ μὴν οὐδὲ Λα‐
30κεδαιμόνιοι μέμψιν δικαίαν ὑμῖν ἕξουσιν, ἂν ἀντιλάβησθε τῶν πραγμάτων τοῖς Θηβαίοις. ἐνθυμείσθων γὰρ ἅ ποτε αὐτοὶ περὶ Αἰγίνης καὶ Ποτιδαίας ἔγνωσαν· κἂν ἐπ’ ἀληθείας ἐθέλωσι σκοπεῖν, εἴσονται σφίσιν αὐτοῖς οὐκ ἐνὸν ἄλλως εἰπεῖν οὐδ’ ἑτέραν ψῆφον ἐνεγκεῖν ἢ ὡς οὐκ
35ἐατέον ἐστὶν ὑμῖν αὐτοὺς οὐδ’ ἀνετέον. ἐκεῖνοι μὲν γὰρ ὅ

429

τι τῶν πάντων ἠδίκηντο ὑφ’ ἡμῶν ἐπ’ ἐκείνων τῶν χρόνων οὐκ ἂν ἔχοιεν οὐδέπω καὶ νῦν δεῖξαι οὐδὲ καταιτιάσασθαι. ἠξίουν δ’ ἡμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ Ποτιδαίας ἀπανίστασθαι, παραπλήσια οἷς νῦν Θηβαίοις ἐπέταττε
5Κλεόμβροτος. ἴστε γὰρ δή που τοῦθ’ ὅτι οὐδέν ἐστιν
εὐπροσωπότερον Λακεδαιμονίων πλεονεκτεῖν ζητούντων. τότε προστάται τῶν Ἑλλήνων, τότε δεινοὶ κήδεσθαι τῆς ἐλευθερίας, ὅταν τι παρασπάσασθαι βούλωνται. ὡς δ’ οὐκ ἠνεσχόμεθ’ οὐδ’ ὑπηκούομεν, εὖ ποιοῦντες, ὦ Ἀθη‐644
10ναῖοι, καὶ τὸ τῆς πόλεως φρόνημα σώζοντες, οὕτως ἤδη πάντας ὅσους οἷοί τε ἦσαν παραλαβόντες πόλεμον ἐξήνεγ‐ καν, μικρὰ μὲν τῶν ὅρκων καὶ τῶν ξυνθηκῶν φροντίσαν‐ τες, ἃς ὅθ’ εἵλομεν Εὔβοιαν ἐποιήσαντο πρὸς ἡμᾶς, μικρὰ δὲ τῶν τροπαίων καὶ τῶν ναυμαχιῶν, ὧν τίς ἂν
15ᾠήθη ποτὲ, ἕως ἂν ὦσι, μεμνημένοι καὶ μικρόν τι παρὰ γνώμην πράξειν αὐτοὺς τῇ ἡμετέρᾳ πόλει; ἐφρόντισαν δὲ οὐδὲν οὐδὲ τῆς προκλήσεως ἣν προὐκαλούμεθ’ αὐτοὺς λόγῳ δοῦναι καὶ λαβεῖν τὰ δίκαια περὶ τῶν διαφορῶν. ἀλλὰ ταῦτα πάντα εὐχερῶς ἀνελόντες καὶ ἐν οὐδενὶ θέντες
20εἰσβολὰς μὲν ἐτησίους καὶ φθορὰν τῆς χώρας ἀπέραντον σιωπῶ καὶ τοὺς καθ’ ἕκαστον ἀγῶνας, ἀλλ’ ἐκένωσαν μὲν ἡμῶν τοὺς καταλόγους, ἀπέστησαν δὲ τοὺς συμμάχους τοὺς πολλοὺς, τοὺς δὲ βίᾳ προσηγάγοντο, ἕως ἐψίλωσαν τὴν πόλιν. τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτοπομ‐
25πίαν, ἐλάβοντο δὲ τὰς ναῦς, τὰ δὲ τείχη κατέσκαψαν ταῖς ἡμετέραις αὐτῶν χερσὶν, ὦ Ζεῦ. Ταῦτ’ οὖν ὅτ’ ἀντ’ Αἰγινητῶν καὶ τοῦ πολιορκεῖν Ποτίδαιαν ἔκριναν παθεῖν ἡμᾶς, τί φαῖεν ἂν αὐτοὺς δεῖν ἀντὶ τοῦ τὴν Καδμείαν κατασχεῖν εἴσω παρελθόντας ἐν
30εἰρήνῃ καὶ συνθήκαις ταῖς χρησταῖς ταύταις, ὦ γῆ καὶ θεοὶ καὶ δίκαι, αἷς, ἵν’ ἐξ ἑτέρων εἰς ἕτερον ἔλθω, ἀλλ’ ἐῶ τό γε νῦν τοῦτο. ἀλλ’ ὅτι γε αὐτονόμους μὲν ἐκείνους εἶναι δεῖν τότε γνόντες, ταῦτα δ’ ἐπειδήπερ οὐ συνεχω‐ ρήσατε ποιήσαντες τὴν πόλιν, οὐδ’ ὁτιοῦν ἕξουσιν εἰπεῖν

430

αὐτοὶ νῦν εἰ τοιαῦτ’ ἀγνωμονήσαντες περὶ Θηβαίους καὶ
τοιαύτης ἀδικίας ἄρξαντες δώσουσι μὲν ἐκείνοις, δώσουσι δ’ ὑμῖν δίκην, ἐκ τούτων ἡγοῦμαι δείκνυσθαι. οὐδὲ γὰρ οὐδ’ ἴσον τοὺς δεῖνας ἀφεστηκότας προσάγεσθαι, ἢ τοὺς645
5δεῖνας οἷς αὐτός τις χρῆσθαι κελεύειν νόμοις, καὶ τὴν Θηβαίων ἀκρόπολιν καταλαβόντας ἔχειν βίᾳ παρὰ τὰς συνθήκας, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, τὰς ἑαυτῶν. ἴστε γὰρ δή που τοῦθ’ ὅτι οὐχ ἡμεῖς οὐδὲ Θηβαῖοι τὴν ἀρχὴν ἐκινήσαμεν, οὐδ’ ἐσπουδάσαμεν περὶ τούτων, ἀλλ’ ἐκεῖνοι
10βασιλέα προσλαβόντες ἡμᾶς ἐβιάσαντο, καὶ οὕτως συνεχω‐ ρήσαμεν. θαυμάζω τοίνυν εἰ τοῖς ἄλλοις τὰ αὑτῶν πράτ‐ τειν ἀνάγκην προσθέντες, αὐτοὶ τηλικαῦτα καὶ τοιαῦτα περιεργασάμενοι βοήθειαν αἰτήσουσιν, οὐ δίκην ὑφέξουσι. νὴ Δί’ ἀλλ’ ἤδη δεδώκασιν αὐτάρκη, καὶ σύνηθες τῇ
15πόλει μὴ μνησικακεῖν, καὶ τοιοῦτοί τινες πρὸς τὸ δίκαιον ἀπαντῶσι λόγοι, πρὸς οὓς ἐγὼ ταῦθ’ ἥδιστ’ ἂν εἴποιμι· εἰ τοὐναντίον ἦν, καὶ οἱ Θηβαῖοι παρόντες ἐφαίνοντο ἐπὶ τοὺς Λακεδαιμονίους τότε πρῶτον, μὴ ἐπὶ τούτους ἐκεῖνοι, τί ἂν εἶπον οἱ τοῖς Λακεδαιμονίοις κελεύοντες βοηθεῖν;
20οὐχ ὡς ἠδίκηνται καὶ δεῖ διὰ τοῦτο μετ’ αὐτῶν γίγνεσθαι; οἶδ’ ἐγὼ μεθ’ ὅσης καὶ ἡλίκης κραυγῆς τοῦτ’ ἂν ἐλέγετο. εἰ τοίνυν [εἰ μὲν] προηδίκηντο, ταῦτ’ ἂν προὐβάλοντο καὶ διὰ ταῦτ’ ἂν ἔδει βοηθεῖν, ἐπεὶ δ’ ἀδικοῦντες ἑώ‐ ρανται, διὰ τὸ μὴ δεῖν μνησικακεῖν ὁμοίως βοηθήσομεν;
25καὶ πότε καὶ μετὰ Θηβαίων ἐσόμεθα, ἢ πόθεν, ὦ Ἀθη‐
ναῖοι, τὸν ἐξετασμὸν τοῦ ποτέρους δεῖ ἑλέσθαι ποιησό‐ μεθα, εἰ μηδὲν ὧν πεποιήκασι θήσομεν εἰς λόγον; οὐ γὰρ δὴ κλήρῳ γε κελεύσομεν αὐτοὺς διακριθῆναι, ἀλλ’ ὁποτέροις ἂν τὰ πεπραγμένα, οἶμαι, προσάγῃ, τούτοις,646
30ἐὰν ἃ χρὴ ποιῶμεν, βοηθήσομεν. ἀλλὰ μὴν πρός γε τὸ οὐ χρὴ μνησικακεῖν καὶ δεδώκασιν ἤδη Λακεδαιμόνιοι δίκην, εἴ γε ἦν ἀληθὲς θάτερον, συνέφασκον ἀμφότερα. τί δὴ λέγω; οὐδέπω πάρεισιν, ὦ Ἀθηναῖοι, Λακεδαιμό‐ νιοι. πόθεν; εἰς ἅ ποτε ἡμᾶς ἤγαγον; πολλὰ πάθοιεν ἂν,

431

εἰ μέλλουσιν εἰς τοῦθ’ ἥξειν. ἑνὸς γὰρ μέρος τοῦ πολέμου τοῦ τότε [ἡμέρα καὶ καιρὸς], λέγω τοῦ Σικελικοῦ, πλείω κακὰ καὶ πράγματα ἡμῖν ἤνεγκεν ἢ Λακεδαιμονίοις ἃ νῦν ἀποδύρονται. ἢ πρὸς τί βούλεσθε ἐκείνων ταῦτ’ ἐξετάσο‐
5μεν; πότερον πρὸς τὰς ναυμαχίας ἃς τοσαύτας ἠτυχήσα‐ μεν, ἢ πρὸς τὰς ἐν τῇ γῇ μάχας, ἢ πρὸς τὸν τῶν τριήρων ἐμπρησμὸν, ἢ πρὸς τὴν ἀναχώρησιν τὴν πανώλεθρον; ἀλλὰ μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐκ οἶδα εἰ ἄδακρυς ταῦτα διεξιὼν ἀρκέσω.
10 Τί οὖν οἱ νῦν ταπεινοὶ Λακεδαιμόνιοι, τηλικαύτης καὶ τοσαύτης συμφορᾶς περιεχούσης τὴν πόλιν; ἆρά γε ἀποχρῆν ἔκριναν; πάντας μὲν οὖν ἀνθρώπους συνίστασαν τότε ἐπ’ αὐτὴν, Τισσαφέρνην, Κῦρον, τὰς Φοινίσσας τριήρεις, τοὺς βασιλέως δούλους, τοὺς Ἕλληνας ἅπαντας,
15ἕως ἅπαντα διελθόντες ἐν Αἰγὸς ποταμοῖς παρεστήσαντο τὸ ναυτικὸν ἡμῶν. καὶ τοῦ τοιούτου πάθους συμβάντος τῇ πόλει πῶς ἐποίησαν; καταλαβόντες τὸν εἴσπλουν εἶργον τὰ πλοῖα τοῦ Πειραιῶς· καὶ δὴ λιμὸς ἦν. οὐδὲ τοῦτ’ ἀπέχρη, ἀλλ’ ἐχομένων μὲν τῶν νήσων, ἐχομένων δὲ τῶν647
20ἄλλων ἁπάντων κτημάτων, μεθεστηκότων δ’ οἰκετῶν, πορθουμένης δὲ τῆς χώρας ὑπὸ τῶν ἐν Δεκελείᾳ, τοῦ δὲ ἐδάφους ὄντος λοιποῦ τῇ πόλει, τοσοῦτον ἀπέσχον τοῦ βοηθεῖν ἂν ἐθελῆσαι, εἴ τις ἠδίκει, ὥστε συμβάσεως ἡμᾶς οὐκ ἠξίωσαν ἐν τοσούτοις κακοῖς, ἀλλὰ καὶ τοὺς πρέσβεις
25τοὺς ἐλθόντας ὡς αὐτοὺς παρ’ ἡμῶν πρότερον μὲν ἀπράκτους καθάπαξ ἀπέπεμψαν, τελευτῶντες δ’ ἐπὶ το‐ σοῦτον κατέσχον, ἕως πλήρη νεκρῶν ἐποίησαν τὴν πόλιν, καὶ ταύτην ἐπιθήκην κακῶν προσεξετίσαμεν αὐτοῖς. τηνι‐ καῦτα δ’ ἐσπένδοντο ἐπὶ τῷ προσθεῖναί τι κακὸν, ἐπὶ
30τῷ παραδοῦναι μὲν ἡμᾶς αὐτοῖς τὰς ὑπολοίπους ναῦς, κατασκάψαι δὲ αὐτοχειρίᾳ τὰ τείχη. τάχ’ ἂν οὖν τις τοῦτ’ αὐτὸ μνησικακεῖν εἶναι φήσειε, τὸ ταῦτ’ ἐξετάζειν ἀκριβῶς, τὸ δ’ ἐστὶ πᾶν τοὐναντίον ἐκ τούτων ὅτι μὴ μνησικακοῦμεν δεικνύμενον. διὰ τί; ὅτι οὐδέπω πεπονθό‐
35των ἅπερ ἡμεῖς τῶν Λακεδαιμονίων οὐδὲ εἰς ἴσον ἡκόντων οὐκ ἔστιν εἰπεῖν ὡς αὐτάρκη δίκην εἰλήφαμεν. εἰ δὲ μη‐

432

δέπω τὴν ἱκανὴν ἔχομεν, τὸ δοκεῖν μνησικακεῖν ἐκφεύγο‐ μεν, ἂν ἐπεξίωμεν αὐτοῖς. ἐγὼ γὰρ ὅστις μὲν τῶν δικαίων τετυχηκὼς, εἶτ’ ἔχεται τῶν ἐγκλημάτων ὑπὲρ τοῦ προσ‐ εξεργάσασθαί τι κακὸν, τοῦτον μὲν πέρα τοῦ καιροῦ
5παρωξύνθαι νομίζω καὶ τὸ ὑπερβάλλον τῆς ἀξίας μνησι‐ κακεῖν καλῶ· ὅστις δὲ οὐδέπω τετύχηκε τῆς προσηκού‐
σης, ἐὰν ὅπως τεύξεται ζητῇ, τούτῳ οὔτ’ ἂν νεμεσῆσαί τινα ἡγοῦμαι δικαίως οὔτ’ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα. εἰ γὰρ τοὺς τὰ δίκαια λαβεῖν βουλομένους μνησικακεῖν648
10φήσομεν, τί κωλύει τοὺς ὑπάρχοντας τοῦ κακουργεῖν ὡς γενναίους θαυμάζειν; ἢ καὶ τοὺς ἐν τοῖς δικαστηρίοις ἐπεξιόντας τοῖς ἀδικήσασι μνησικακεῖν νομίσωμεν; οἷς καὶ μείζονα ἢ καθ’ ἃ πεπόνθασι δέδοται παρὰ τῶν νόμων εἰς τιμωρίας λόγον. ἀλλ’ ἕτερόν ἐστιν, οἶμαι, μεμνῆσθαί
15τινα ὧν πέπονθε καὶ μνησικακεῖν· ἄμφω δὲ ταῦτα τῷ μέτρῳ διορίζεται. ὁ δ’ ὑπομνήσας ὑμᾶς τῶν τοῖς Θηβαίοις ἡμαρτημένων μαθέτω οὐκ εἰς ἴσον λόγον παρών. πρῶτον μὲν γὰρ, οὐκ οἶδα δ’ ὅ τι πρῶτον εἴπω πολλῶν ὄντων, εἴ τις ἔροιτό με, τοῖς Θηβαίοις ἂν προσθῆσθε, ἀντὶ τοῦ
20καὶ διὰ τί τοῖς Λακεδαιμονίοις πολεμεῖν ἔγνωτε; οὔθ’ ὑπὲρ τῶν ἰδίων ἂν φαίην οὔθ’ ὑπὲρ ὧν ἠδίκησάν ποτε τὴν πόλιν ἡμῶν, ἀλλ’ ἐπειδὴ δικαιότερα ἡμῖν ἐφαίνοντο λέγοντες οἱ Θηβαῖοι περὶ τοῦ νῦν πολέμου συνεστηκότος αὐτοῖς, διὰ τοῦτο τούτους, φαίην ἂν, εἱλόμεθα.
25 Πόθεν οὖν ἐξέβην ἐπὶ τὴν ἐξέτασιν τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις; ἐκ τοῦ βούλεσθαι τοῦθ’ ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοὶ Λακεδαι‐ μόνιοι διὰ πολλῷ φαυλότερα ἐγκλήματα εἰς πολὺ μείζω κακὰ τῶν νῦν αὐτοῖς ὄντων ἤγαγον ἡμᾶς. τί οὖν ἐνταῦθα
30ἡ Θηβαίων κατηγορία βούλεται, οὓς εἰ καὶ τότε ἠδίκουν, νῦν οὐ προετέον δι’ ἃς εἶπον αἰτίας; καὶ μὴν εἰ δεῖ τι καὶ περὶ τῶν τότ’ εἰπεῖν διὰ πλειόνων μικρὰ, οὐκ ἐξαι‐
ροῦμαι μὲν ἔγωγε Θηβαίους οὐδ’ ἀναμαρτήτους εἴποιμ’649

433

ἂν εἶναι καθάπαξ, οὐχ οὕτως οὔτ’ ἐπιλήσμων οὔτ’ ἀναί‐ σχυντός εἰμι, πρὸς δὲ τὰ τῶν Λακεδαιμονίων κρίνων ἐκείνους, τοῦθ’ ὃ ἐγὼ φεύγω παραιτουμένους ὑπὲρ αὑτῶν εὑρίσκω. ὅταν γὰρ μὴ παρὰ μικρὸν ὑπερβάλωσιν αὐτοὶ,
5πῶς οὐχ ὃ θαυμαστὸν εἰπεῖν δοκῶ ποιοῦσι; πάντες γὰρ δή που τοῦτ’ ἴστε, ὅτι οὐ Θηβαῖοι Λακεδαιμονίους ἔχον‐ τες ἐπολέμουν ἡμῖν τότε, ἀλλὰ Λακεδαιμόνιοι Θηβαίους. τί δὴ τοῦτο δύναται; ἐγὼ νομίζω τοὺς μὲν ἵν’ ἄρχωσιν αὐτοὶ καὶ δυναστεύωσι πολεμοῦντας πλεονεξίας ἐπιθυμίᾳ
10τοῦτο ποιεῖν καὶ φθόνῳ νὴ Δία τῷ πρὸς τοὺς ὑπάρχον‐ τας προστάτας, τοὺς δ’ ἀκολουθοῦντας καὶ μετέχοντας κοινωνεῖν μὲν οὐ δικαίου πράγματος, δικαίῳ δ’ ἑτέρῳ περιστέλλειν τὴν μέμψιν, τῷ πιστοὺς εἶναι τοῖς ἡγουμένοις. εἰ δ’ ὀρθῶς τοῦτο νομίζω, εὑρίσκω τοὺς μὲν ὀργῆς, τοὺς
15δ’ ἐπαίνου κριθέντας ἂν ἀξίους ἐκ τῶν αὐτῶν, οἶδα δ’ ὅτι εἰ Λακεδαιμόνιοι τὰ αὑτῶν πράττειν ἤθελον, οὔτ’ ἂν ὀργὴ Κορινθίων οὔτ’ ἂν μέμψις Μεγαρέων οὔτε Θηβαίων ἄνοια οὐδὲν ἂν ἴσχυσεν, οὐδ’ ἂν προσέλαβε τῷ μίσει δύναμιν τοῦ ποιῆσαι κακῶς ποτε τὴν πόλιν. νῦν δ’, οἶμαι,
20δυσμένεια καὶ φθόνος καὶ ἀπιστία συνήθης τὸ κινῆσαν Λακεδαιμονίους ἦν ἐφ’ ἡμᾶς· τἄλλα δὲ πάντα ἅτε ὄντες δεινοὶ προφάσεις οὐκ ἀώρους προὐβάλοντο. ἔδειξαν δ’ οὐχ
ἥκιστα ἐπὶ τῶν τειχῶν μετὰ τὸν πόλεμον τὸν πρὸς τὸν βάρβαρον εὐθέως. ἢ καὶ τότε Θηβαῖοι πέμπειν ἐκέλευον650
25αὐτοὺς τοὺς κωλύσοντας αὐτὰ στῆναι; εἶτ’ ἐγὼ Φλιασίους ἢ τοὺς δεῖνας τῶν ἐπὶ τοῦ πολέμου κακῶν αἰτιῶμαι, καὶ τούτοις ἀνατιθῶ τὰς πράξεις, ἀλλ’ οὐ τοῖς ἐφ’ ἡμᾶς τούτοις χρησαμένοις, ἵν’ αὐτοὶ τῆς Ἑλλάδος ἄρχωσιν; ἢ καὶ Φαρνάβαζον, ἢ Πισσούθνην αἰτιάσωμαι τῶν βαρ‐
30βάρων, ἀλλ’ οὐ τὸν κύριον τῶν ὅλων βασιλέα; καὶ τίς πώποτε τοῖς δούλοις ἀνέθηκεν ὅς’ ἂν κελευόμενοι ποιῶσιν, ἀλλ’ οὐ τοῖς ἄγουσιν αὐτοὺς ἐπὶ ταῦτα δεσπόταις; Πρὸς τῷ τοίνυν μὴ τὴν ἴσην μέμψιν ἀμφοτέροις ὀφείλεσθαι τῶν τότε ἔργων, ἃ κοινά τις αὐτοῖς φησιν

434

εἶναι, πρόσεστι πρὸς μὲν Λακεδαιμονίους πολλὰ καὶ ἄλλα ὕστερον ἡμῖν ὑπεναντία καὶ δύσκολα πραχθῆναι, πρὸς δὲ Θηβαίους μηδὲν μετ’ ἐκεῖνα. ὥστ’ εἴ τις ἰσχυρίζεται τῇ τότε κοινωνίᾳ τάδε προσθεὶς, ἐπὶ τοὺς Λακεδαιμο‐
5νίους εὑρήσει ῥέποντα τὰ ἐγκλήματα, καὶ τοσούτῳ πλεο‐ νεκτοῦντας αὐτοὺς, ὅσῳ οὐκ ἔθ’ οἱ Θηβαῖοι μετεσχήκασιν. ἄνευ δὲ τούτων τε καὶ τῶν ἔμπροσθεν τοιαύτην ἔσχηκε τὴν τάξιν τὸ πρᾶγμα ὥστε Θηβαίους μὲν, εἰ καὶ πλέον εἶχον τῶν ἀδικημάτων, λελυκέναι πάντα ταῖς τελευταίαις
10εὐεργεσίαις, Λακεδαιμονίους δ’, εἰ καὶ μηδὲν ἄλλο ἠδική‐ κεσαν, ὧν γ’ ἐπὶ τοῖς τυράννοις ἐποίησαν τὴν πόλιν τὴν ἐσχάτην ὀφείλειν δίκην, καὶ πολὺ μᾶλλον δεῖν Θηβαίους ὧν συνέπραξαν ἡμῖν εὖ ποιεῖν ἢ Λακεδαιμονίους δι’ ἐκεῖνα μισεῖν ὧν τούσδε κοινωνοὺς ἔσχον. τὸ δὲ πάντων ἰσχυρό‐
15τατον, τοῖς μὲν ὧν πρὸς ἡμᾶς ἠγνωμόνησαν μέμψις ἐστὶ μόνη τοῖς Θηβαίοις, τοῖς δὲ πρὸς ταύτῃ μείζων καὶ ὧν
ἐπὶ τούτους ἀδίκως ἦλθον τοὺς αὐτῶν ποτε συμμάχους. ὥστ’ εἰ μηδετέροις ἐκείνων μνησικακεῖν δεῖ, τοῖς γε δή που Θηβαίοις διὰ ταῦτα βοηθεῖν ἄξιον. εἰ δὲ δεῖ παρὰ651
20πάντα εἰπεῖν τὸ γνωριμώτατον, οὐκ ἐξεταστέον ἡμῖν ἔτι Θηβαίους, πάλαι γὰρ ἔδει πρὸ τῆς συμμαχίας. νῦν δ’ ὑπὲρ ἧς ἄν τις ταῦτ’ ἐξήτασε, γεγονυῖα ὑπάρχει πολλοῖς πρότερον χρόνοις. καὶ τίς ἔσθ’ ἡ κραυγὴ καὶ ἡ πολλὴ ψῆφος, ἣν εἷς μὲν Θηβαίων ἤνεγκεν ἀνήρ; εἰ δὲ δὴ καὶ
25τὰ μάλιστα πᾶσι συνεδόκει, τότ’ ἔδει προφέρειν ὅτε πρῶ‐ τον ὑμῶν ἦλθον εἰς χρείαν. τότε γὰρ δήπουθεν ἐγγυτέρω τῶν ἐγκλημάτων ἦσαν. καὶ ἔγωγε ἡδέως ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Λακεδαιμονίων νῦν διατεινομένους, τίνα γνώμην εἶχον τότε καὶ τί ποτ’ αὐτοῖς ἐδόκει, ὅτ’ ἐξῄεσαν μὲν ἐκ
30Πελοποννήσου Λακεδαιμόνιοι σωφρονιοῦντες, ὡς ἔφασκον, τοὺς Θηβαίους, ἐπειδήπερ οὐ συνεστρατεύσαντο αὐτοῖς ἐπὶ τὸν Πειραιᾶ, ἀλλὰ καὶ τοὺς ἐκπεσόντας ἡμῶν ὑπὸ

435

τῶν τυράννων ὑπεδέξαντο, ἧκον δὲ Θηβαῖοι δεῦρο κα‐ λοῦντες ὑμᾶς, καὶ ἐδέοντο μὴ περιοφθῆναι, κύριοι δ’ ἦτε καὶ προέσθαι καὶ μὴ, τί τότε ἐφρόνουν οἱ νῦν μετὰ Λακεδαιμονίων ὄντες; εἰ μὲν γὰρ προέσθαι καὶ παριδεῖν
5τοὺς Θηβαίους ᾤοντο δεῖν, οὐκ ἂν ἔπεισαν ἃ ἐγίγνωσκον· εἰ δὲ δέξασθαι καὶ χρήσασθαι συμμάχοις, τί νῦν προ‐ φέρουσιν αὐτοῖς ὧν ὅτε καιρὸς ἦν οὐκ ἐμέμνηντο; καὶ μὴν εἰ μὲν οὐκ ἦσαν ὁμογνώμονες ὑμῖν, οὐκ ἐπιεικῶν ἔργον ἐποίουν πολιτῶν, οὐδὲ Θηβαίων μόνον, ἀλλὰ καὶ
10ὑμῶν ἀντιδίκων· εἰ δ’ ἦσαν σύμψηφοι, καὶ παρὰ τὴν αὑτῶν ἐξελέγχονται νῦν λέγοντες γνώμην, οὐ μόνον παρὰ τὴν ὑμετέραν. Σκαιοὺς τοίνυν καὶ ἀναιδεῖς ἐγὼ μὲν οὐκ ἂν αὐτοὺς προσείποιμι, προσειπὼν δέ τις οὐκ ἂν ἁμάρτοι θατέρου,652
15σκαιοὺς μὲν, εἰ μετεστρόφασι τὴν τάξιν, καὶ ὅτ’ ἔδει ταῦτ’ ἐξελέγχειν καὶ κατηγορεῖν, σιωπήσαντες, νῦν δι‐ δάσκουσιν, ὅτε εἰ καὶ τότ’ εἰρήκεσαν, ἡσυχάζειν λοιπὸν ἥρμοττεν· ἀναιδεῖς δὲ, εἰ καὶ τότ’ εἰπόντες ἡττήθησαν καὶ περὶ τῶν αὐτῶν πάλιν ὕστερον τοῦ καιροῦ βιάζονται. εἰ
20μὲν γὰρ ἐπείσθητε ὑπὸ Θηβαίων ἱκανῶς τότε ἐν τοῖς λόγοις ὡς οὐ κοινῇ τὸν ἀνδραποδισμὸν ἤνεγκαν, πῶς ἄξιον περὶ τούτων νῦν ἀκούειν, ἃ τότε αὐτοῖς ἀπολυομένοις συνέθεσθε; εἰ δὲ τοῦτο μὲν οὐκ ἐπιστεύσατε, τῷ δ’ ὕστερον εὔνων πειραθῆναι παρὰ τὴν χρείαν οὕτως ἔσχετε
25γνώμης ὥστε καὶ περὶ ἐκείνων οὐκ ἔχοντες μεταπεισθῆναι διὰ τὴν μετὰ ταῦτ’ οἰκειότητα καὶ πίστιν βοηθεῖν αὐτοῖς, τοῦ χάριν νῦν καταλείψετε τοὺς αὐτοὺς τούτους, ὅτ’ ἐξ ἁπάντων προθυμότερον στῆναι μετ’ αὐτῶν δεῖ; πρῶτον μὲν γὰρ οὐχ ὅμοιον, ὦ ἄνδρες Ἀθηναῖοι, συμμάχους
30ὑπάρχοντας καὶ φίλους καθαρῶς γεγενημένους εὖ ποιεῖν, ἢ πρὶν εἰς ταύτην τὴν τάξιν καταστῆναι. ἔπειτα εἰ τόθ’ ὑμᾶς ἐκίνει τὰ Θηβαίων εὐεργετήματα καὶ δι’ ἐκεῖνα κιν‐ δυνεύειν ᾤεσθε δεῖν ὑπὲρ αὐτῶν, νῦν ἐκεῖνά θ’ ὑπάρχει καὶ τὰ παρ’ ὑμῶν εἰς ἐκείνους γέγονεν. εἶτα καὶ πάνδεινον,
35ὅτε μὲν οὔτε τριήρεις εἴχομεν οὔτε τείχη οὔθ’ ὅλως ἀνε‐ νηνόχειμεν ἐκ τῆς πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας, τότε

436

μὲν κηδομένους αὐτῶν φανῆναι καὶ μὴ περιιδεῖν, νῦν δ’ ὅτε ἐπανελήλυθε καλῶς ποιοῦσα εἰς τὰ πράγματα ἡ πόλις καὶ ἀνέρρωται, μὴ μόνον τὸ βοηθῆσαι φυγεῖν, ἀλλὰ καὶ πόλεμον ἄρασθαι πρὸς αὐτοὺς, μηδὲν ἔχοντας μέμψασθαι,653
5καὶ πλείω νῦν λόγον τῆς Λακεδαιμονίων ἀσφαλείας ἢ τῆς ἡμετέρας αὐτῶν τότε ποιήσασθαι, ὥσπερ ἂν εἴ τις νοσῶν μὲν καὶ ἀρρώστως ἔχων προθυμοῖτο τοὺς φίλους ὠφελεῖν, ὅτε μηδ’ ἔξω τῆς οἰκίας βαδίζειν οἷόν τ’ ἐστὶν αὐτῷ, ῥαΐσας δὲ καὶ λαβὼν δύναμιν, εἶτα παίοι καὶ ἄγχοι καὶ
10πατάττοι τοὺς αὐτοὺς τούτους ἀντὶ τοῦ βοηθεῖν ἐφ’ ἑτέρους. ὡς δ’ εἰπεῖν κεφάλαιον, μὴ προσδέξασθαι μὲν συμμάχους Θηβαίους μηδὲ κοινωνοῖς χρήσασθαι γνώμης κρίσις ἦν, δεξαμένους δὲ καὶ ποιησαμένους, εἶτ’ ἐγκατα‐ λιπεῖν ἀποπληξίας δόξει πέρας εἶναι. οὐ γὰρ ὁ μὴ σώσας
15ὃν οὐχ ἡγεῖτ’ ἄξιον ἠδίκηκεν, ἀλλ’ ὁ προστὰς μὲν ὡς εὔνους, πάλιν δὲ κακῶς ποιῶν ἐκ μεταβολῆς. καινότατον δ’ ἔσται πάντων, εἰ πολεμίους μὲν γεγονότας καὶ ὅτε εἴχομεν ἐγκαλεῖν, προσίεσθαι τοὺς Θηβαίους ἔγνωμεν καὶ συμμάχους ἐποιησάμεθα, ἐπειδὴ δὲ σύμμαχοι γεγόνασι,
20τῶν ἐξ ἀρχῆς δυσκόλων φανούμεθα μεμνημένοι καὶ πολε‐ μίους πάλιν ποιησόμεθα, οἷόνπερ τρόπον τότ’ ἐκ πολε‐ μίων συμμάχους. τῶν μὲν τοίνυν εἰς δικαστήριον ἐρχομένων ἀμφισβητησίμων λύσις καὶ πέρας ἐστὶν ἡ ψῆφος, τῶν δ’ ἐφ’ ὑμᾶς τὸν δῆμον τί ποτ’ ἄν τις φήσειεν ἄλλο πλὴν
25τὰ ψηφίσματα; οὐκοῦν ἐν τούτοις βοηθεῖν Θηβαίοις γέ‐ γραπται. εἶθ’ οὓς ἤδη πεποιήμεθα συμμάχους καὶ περὶ ὧν ἐφθάσαμεν ἐγνωκότες τί χρὴ ποιεῖν, τούτους ἐξ ἀρχῆς δοκιμάζομεν; ὥσπερ εἰ καὶ τήμερον κρίναντες χρῆσθαι συμμάχοις αὐτοῖς, εἶτα τῇ ὑστεραίᾳ σκοποῖμεν πάλιν εἰ
30δεῖ ποιεῖν αὐτὸ τοῦθ’ ὃ βεβουλεύμεθα, ἢ καὶ νὴ Δία
τήμερον εὐθὺς κρίναντες, εἶτα πάλιν ἐπ’ αὐτῷ τούτῳ σκοποῖμεν εἰ δεῖ. ἔστιν ἀκούειν τῶν πρεσβυτέρων ὡς Θετ‐ ταλοί ποτε δεῦρ’ ἐλθόντες ἱππεῖς κατὰ συμμαχίαν μετέ‐ στησαν παρὰ τὴν μάχην ὡς τοὺς Λακεδαιμονίους.654

437

Μὴ τοίνυν νομίσητε τηλικοῦτον εἶναι κατηγόρημα τὸ πρὶν συναγωνίσασθαι μετατάξασθαι, ἡλίκον τὸ πολλῶν τισι καὶ μεγάλων ἀγώνων κεκοινωνηκότας, εἶτ’ ἐναντία θέσθαι τὰ ὅπλα ῥᾳδίως, ἵν’ οὕτως ἐάσω τὸ κατὰ Θετ‐
5ταλοὺς καὶ Ἀθηναίους οὐ φαῦλον διάφορον. οὐ γὰρ ἀμνημονεῖν γε φήσομεν οὔτε τῆς ἐν Ἁλιάρτῳ μάχης, ἣν ἐνικῶμεν κοινῇ Λακεδαιμονίους, οὔτε τῆς ὕστερον ἐν Κο‐ ρίνθῳ τῆς μεγάλης ἐκείνης, οὔτε τῆς πρὸς Ἀγησίλαον πρὸς Κορωνείᾳ, τάς τε ἄλλας σιωπῶ, καταλέξαι γὰρ ἴσως
10ἁπάσας οὐ ῥᾴδιον. νὴ Δία, τὸ γὰρ τοῦ βασιλέως σοφὸν, ὃς διῆγεν ἡμᾶς ἐπ’ ἀνίσων ἐπὶ τοῦ μεγάλου πολέμου. καὶ τί μεῖζον τῆς ἀπιστίας ἔχοι τις ἂν εἰπεῖν δεῖγμα ἢ τὸ φίλον μὲν μηδετέροις φάσκοντα, ἐχθρὸν δ’ ἀμφοτέροις, καὶ μηδὲν μᾶλλον τοὺς ἀνθεστηκότας μισεῖν ἢ μεθ’ ὧν
15ἦν ἑκάστοτε; τούτου μὲν ἕνεκα κἂν τὰς ἐπιορκίας ἐκείνου ζηλοῖμεν καὶ τἄλλα ὅσα ἐκείνῳ διεσπούδασται κακὰ, ἀλλὰ μὴ τῶν αἰσχρῶν ᾖ, μᾶλλον δ’ ὅλως ἄτοπον, ὄντας Ἀθη‐ ναίους τὰ τοῦ Πέρσου πονηρεύματα μιμεῖσθαι. οὐδὲ γὰρ οὐδ’ ὁμοίως περὶ τῆς Ἑλλάδος ὑμῖν τε κἀκείνῳ βουλευ‐
20τέον ἐστὶν, ἀλλ’ ἐκείνῳ μὲν ὡς ἐχθρῷ καὶ μισοῦντι, ὑμῖν δ’ ὡς ἄρχουσι καὶ προστάταις. οἶμαι τοίνυν μηδ’ ἄλλως ἔχειν λόγον χρηστὸν μηδὲ τῆς ἐπωνυμίας ταύτης ἄξιον χείρους φανῆναι Θηβαίων. εἰ γὰρ οἱ μὲν καίπερ εὐτυχηκό‐ τες οὐκ ἀπολείπουσιν ἡμᾶς, ἀλλ’ ἐμμένουσι ταῖς ὑπαρ‐
25χούσαις πίστεσιν, ὑμεῖς δ’ οὐ φροντιεῖτε προϊέμενοι καὶ καταλιπόντες ἐκείνους, καὶ ταῦτα καλούμενοι, πῶς οὐχ ὃ μηδὲ λέγειν δεῖ συμβήσεται; οὐ μὴν οὐδ’ ἐκεῖνο καλὸν, βελτίους ὑμᾶς ὑπὸ Θηβαίων ὑπειλῆφθαι ἤπερ ὑφ’ ὑμῶν αὐτῶν ἀποφανθῆναι. τὸ γὰρ ὡς μεμνημένους τῶν δικαίων655
30καὶ φυλάττοντας τὰ πιστὰ καλούντων ἐκείνων μήθ’ ὑπα‐ κοῦσαι καὶ τοῖς ἑτέροις αὑτοὺς δοῦναι, πῶς ἂν εἴη τὴν αἰσχύνην ταύτην ἐκπεφευγός; ἄξιον δ’ ἐξετάσαι πῶς ποτε ἔχετε αὐτοὶ πρὸς τοὺς ἀφισταμένους τῶν συμμάχων. ἆρά

438

γε πράως καὶ μετρίως; οὐκ ἂν φαῖεν οἱ πεπειραμένοι. εὑρεθήσονται γὰρ τῶν ἐκ προφανοῦς ἐχθρῶν πολὺ μείζω δίκην δεδωκότες αὐτῶν ἔνιοι, καὶ τοῦτο οὐδ’ ἂν εἷς ὑμῖν ἐπιτιμήσειεν οὐδὲ μέμψαιτο δικαίως. ὅλως μὲν γὰρ οὐκ
5ἔστι φέρειν ἀδικούμενον, τὸ δ’ ὑφ’ ὧν ἥκιστα ἐχρῆν ἀπαραίτητον τὴν ὀργὴν παρίστησι. μὴ τοίνυν ἃ τοῖς ἄλλοις δίκαια ὡρίσατε, αὐτοὶ ταῦτα ὑπερβαίνοντες φανῆτε, ἀλλὰ λογίζεσθε ὅτι ἐκείνων μέν τισι καὶ πρόφασίς τις ὕπεστι δι’ ἣν τύχοιεν ἄν ποτε συγγνώμης, οἷον μείζους
10εἶναι τοὺς φόρους, ἐλαύνεσθαι, παρεκλέγειν ἰδίᾳ τινὰς αὐτοὺς, τὰ τοιαῦτα, ἐφ’ ὑμῶν δ’ οὐδ’ ἂν εἷς εἴποι τοιοῦ‐ τον οὐδὲν, οὐδέ γε ἔχοιτ’ ἂν αὐτοί. πῶς οὖν οὐχ ὑπερ‐ βολὴν δεῖ τινα πίστεως εἶναι; οὐ γὰρ δή που γενναῖόν γ’ εἶναι φήσομεν μέχρι τούτου τισὶ συμπράττειν μέχρι ἄν τι
15χρηστὸν πράξωσι, τηνικαῦτα δ’ ἐχθροὺς γίγνεσθαι μετα‐ βάλλοντας αὐτοὺς ὥσπερ ἠδικημένους. ὅλως μὲν γὰρ τὸ ἐγκαταλιπεῖν τοὺς φίλους, ἐάν τε ἀτυχοῦντας ἐάν τε εὖ
πράττοντας, τῆς αὐτῆς αἰσχύνης ἐστὶν ὄνομα· ἔπειτα τοσούτῳ χεῖρον ἐμοὶ γοῦν δοκεῖ καὶ πονηρότερον τὸ τοῖς656
20εὐτυχοῦσιν ἀπίστους εἶναι, ὅσῳπερ οἱ μὲν τοὺς ἐν ταῖς συμφοραῖς προϊέμενοι κἂν ἀδυναμίαν εἰπεῖν ἔχοιεν, δι’ ἣν οὐχ οἷοί τ’ εἰσὶν αὐτοὺς ἐξελέσθαι, οἱ δὲ τοῖς εὖ πράττουσι δυσμεναίνοντες φθόνου καὶ βασκανίας καὶ οὐ‐ δεμιᾶς πολιτικῆς αἰτίας δόξαν σχοῖεν ἂν λοιπήν· ὃ πάνθ’
25ὑπεραίρει τὰ ἐξ ἀνθρώπων ὀνείδη. ὥσπερ γὰρ, οἶμαι, κυβερνήτῃ παρὰ μὲν τὸν χειμῶνα καὶ τὸν σκηπτὸν ἀφέντι τὴν ναῦν συγγνώμη, οὐρίᾳ δὲ παρὸν πλεῖν προεμένῳ κατηγόρημα καὶ μέμψις ἄφυκτός ἐστιν, οὕτω καὶ ἐπὶ τῶν τοιούτων αἱ μὲν δυσκολίαι τῶν καιρῶν ἀπολογίας ἐνδι‐
30δόασι τοῖς ἀφεστηκόσιν, αἱ δ’ ἐν ταῖς εὐτυχίαις ἀγνω‐ μοσύναι σαφῆ καὶ καθαρὰν τὴν μέμψιν ἐργάζονται. ἔπειτ’ ἔμοιγε οὐδὲ ἀνοητότερον οὐδὲν φαίνεται ἢ τὸ τῶν μὲν πόνων καὶ τῶν κακῶν κοινωνεῖν ἐθέλειν τοῖς δεομένοις, ὅταν δ’ ὁ τοῦ κομίζεσθαι τοὺς καρποὺς καιρὸς ἔλθῃ,
35τότε ἄλλους μεθ’ ὅτων τις πάλιν ταλαιπωρήσεται ζητεῖν. πρὸς δὲ οὐδ’ ὁρῶ τὸ πέρας. εἰ γὰρ τοὺς μὲν κρατουμένους ἀεὶ προσδεξόμεθα, ἐπειδὰν δὲ καταστήσωμεν αὐτοὺς οὗ

439

βουλόμεθα, αὖθις τοὺς ἐκείνων ἐχθροὺς αἱρησόμεθα, ἀεὶ τοῦθ’ ὃ σπουδάζομεν λύσομεν, ὥσθ’ ἡμῖν ἐκ πολέμου πόλεμος φύσεται. Τί οὖν ἔτι καὶ δεῖ κινδυνεύειν, εἰ τότ’ οὐχ ἕξομεν
5τὸ ἆθλον ὅταν κτησάμεθα; ἀλλὰ νὴ Δία ταυτὶ μὲν σαφῆ, ἀδεὲς δὲ ἄλλως συναναλαβεῖν Λακεδαιμονίοις τὴν δύναμιν καὶ φόβον οὐδ’ ὁντινοῦν ἔχει. ἀλλ’ ἔγωγε, καὶ μηδεὶς ἐκπλαγῇ πρὸς τὴν ὑπερβολὴν, οὐκ ὀκνήσαιμ’ ἂν φῆσαι πολὺ μᾶλλον δεδιέναι Λακεδαιμονίους τῆς αὑτῶν
10κυρίους ὄντας ἢ Θηβαίους τῆς Ἑλλάδος. οὗτοι μὲν γὰρ οὐδ’ ἂν ἔχοντες τὴν ἀρχὴν φυλάξαι μοι δοκοῦσιν, ἐλάτ‐ τους ὄντες τῶν πραγμάτων, ἀλλ’ ἐν ἀκαρεῖ τοῦ χρόνου ῥᾳδίως ἂν πάλιν οἷοίπερ ἦσαν γενέσθαι, ἐκεῖνοι δ’ ἕως ἂν καὶ ἡντινοῦν ἀφορμὴν ἔχωσιν, οὐ χαλεπῶς ἄν μοι657
15δοκοῦσι κατὰ μικρὸν αὐξηθῆναι, ἐπεὶ καὶ τὸ παλαιὸν ἐκ μικρῶν κομιδῆ καὶ φαύλων πολισμάτων ὁρμηθέντες, Βοιοῦ καὶ Κυτινίου καὶ Ἐρινεοῦ, καὶ οὐδένων ὄντες σεμνότεροι, ἀλλὰ καὶ ἀγαπητῶς ἐλθόντες οὗ νῦν οἰκοῦσι, δι’ ἡμῶν πρῶτον μὲν Πελοποννήσου τὰς δύο μοίρας ἔσχον, Μεσ‐
20σήνην ἀνελόντες, ἔπειτα πάσης τῆς Ἑλλάδος ἦρξαν δυνά‐ μεως κατὰ μικρὸν εὐπορήσαντες. ἀλλ’ ὦ μάτην δεδιὼς, ἡ χάρις αὐτοὺς, ἣν ὀφείλουσι τῆς βοηθείας ἡμῖν, μετριω‐ τέρους ποιήσει, φαίη τις ἄν. χάρις δέ ἐστι τίς ἣν ἀν‐ θρώπων ἴσασί τῳ Λακεδαιμόνιοί ποτε, οἳ τοὐναντίον
25τοῖς ἄλλοις ἀνθρώποις πεπόνθασιν; οἱ μὲν γὰρ, κἂν τὰ μάλιστα ἀδικηθῶσι, πραότεροι γίγνονται διὰ τὰς ὕστερον εὐεργεσίας, Λακεδαιμονίοις δ’ εἴπερ ἄλλο τι ἐπιτετήδευται καὶ τοῦτ’ ἤσκηται, ὅταν τὰ μέγιστα εὖ πάθωσι, τότε ἐπὶ τοὺς ποιήσαντας ἔρχεσθαι. πρῶτον μὲν, ἵν’ ἀπὸ τῶν οἰ‐
30κείων ἀρξώμεθα, οὗτοι σωθέντες ὑφ’ ἡμῶν ἐπὶ τοῦ πο‐ λέμου τοῦ πρὸς τοὺς βαρβάρους, —ἴστε γὰρ δή που τοῦθ’ ὅτι δέκα μὲν ναῦς εἰς τὸ ναυτικὸν αὐτοὶ, τετρα‐ κοσίους δ’ ὁπλίτας εἰς Πύλας παρέσχοντο, καὶ ταῦτ’ ἦν αὐτοῖς μόνα τὴν πρώτην, ἃ κἂν εἰ πρὸς Μεγαρέας ἐπο‐
35λέμουν, γέλως ἦν, τὸ δὲ σύμπαν εἰς ἡμᾶς καὶ τὰς ἡμε‐
τέρας τριήρεις ἀνήρτητο, αἵπερ οὖν καὶ ἐκώλυσαν τὴν658

440

Πελοπόννησον κατὰ πόλιν ληφθῆναι—ἀλλ’ ὅμως τοιαύ‐ της μὲν καὶ τηλικαύτης εὐεργεσίας πειραθέντες, πρέσβεις δ’, ὅτε Μαρδόνιος προὐκαλεῖθ’ ἡμᾶς εἰς συμμαχίαν ἐπὶ δώροις, ἀντιπέμψαντες αὐτοὶ καὶ φωνὰς οὐκ ἐλάττους ἢ
5νῦν ἀφέντες, μὴ προδοῦναι σφᾶς, οὐ πολὺς χρόνος μετὰ ταῦτα διεγένετο καὶ ἐκώλυον μὲν ἡμᾶς τειχίζειν τὴν πό‐ λιν, βοήθειαν δὲ εἰς Ἰθώμην ᾔτησαν μὲν, ἐλθοῦσαν δ’ ἀπέπεμψαν ἀτίμως, τὰ τελευταῖς δὲ εἰς πόλεμον φανερὸν καταστήσαντες ἃ παθεῖν ὤφειλον αὐτοὶ, ταῦθ’ ἡμᾶς εἰρ‐
10γάσαντο. πάλιν ἐν τούτῳ τῷ πολέμῳ γενομένου χρησίμου βασιλέως αὐτοῖς καὶ τὰ μέγιστα συγκαταπράξαντος, πῶς ἀπεμνημόνευσαν τὴν χάριν; διὰ Χειρισόφου καὶ Κλεάρχου Κῦρον ἐπῆγον αὐτῷ. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ πάλιν διὰ πάσης τῆς Εὐρώπης ἐλθόντες σὺν Ἀγησιλάῳ, τὴν
15Ἀγαμέμνονος στρατείαν ἐπὶ Τροίαν μιμούμενοι, Φαρνά‐ βαζον ἦγον καὶ ἔφερον, καὶ τί κακὸν οὐκ ἐποίουν τὴν βασιλέως γῆν καὶ τοὺς ὑπάρχους, ἕως ἐπέλιπεν αὐτοὺς τὸ δύνασθαι καὶ ἡμῖν ὁμοῦ καὶ Θηβαίοις κἀκείνῳ πολεμεῖν; τίνα δὲ αὖ καὶ τὰ Θηβαίων; ἐπειδὴ τάχιστ’ αὐτοῖς συγ‐
20κατειργάσαντο τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, εὐθέως περὶ τῆς αὑτῶν ἐκινδύνευον. ὑπέρευ γε νὴ Δία οὗτοί γε καὶ δικαιότατ’ ἀνθρώπων, εἴποι τις ἂν, οὕτω γὰρ καὶ μά‐ λιστα ἔμελλον σαφῶς τὴν αὑτῶν ἄνοιαν κατόψεσθαι. φημὶ κἀγώ. ἀλλ’ οὐ διὰ τοῦτ’ ἐπ’ αὐτοὺς ἐτράποντο, ἵν’ ἡμῖν
25χαρίσωνται καὶ δίκην ὑπὲρ ἡμῶν λάβωσι· γέλως γὰρ τοῦτό γε; αὑτοὺς γὰρ ἂν πρότερον ἢ τούτους ἐπ’ ἐκείνοις ἐτι‐ μωροῦντο. ἀλλ’ ἦλθον, οἶμαι, καὶ ἐπὶ τούτους ὁδῷ. ὡς
δ’ εἰπεῖν συνελόντα, κληρονομοῦντες διαγεγόνασιν ὧν ἀπήλλαξαν αὐτοὺς ἕκαστοι πολέμων. ἆρ’ ἔχουσι χάριν659
30Λακεδαιμόνιοι τοῖς εὐεργέταις καὶ ἀποδιδόασι μείζονα ἢ καθ’ ἃ ἂν λάβωσι; τί ποτ’ οὖν τὸ αἴτιον καὶ τίς ἡ φύσις αὐτῶν; δοκοῦσί μοι χειρίστην κρίνειν αἰσχύνην οὐ τὸ μὴ ἀντευποιεῖν τοὺς ὑπάρξαντας, ἀλλὰ τὸ εὖ πεπον‐ θέναι δοκεῖν. ἵνα δὲ μὴ τοῦτο ὁμολογῶσι, μεταστρέψαν‐
35τες ἐπ’ αὐτοὺς ἔρχονται τοὺς αἰτίους τῶν μεγίστων αὐ‐ τοῖς ἀγαθῶν, ἀκριβέστερον δὴ δεικνύντες ὅτι οὐδ’ ἡντι‐ νοῦν αὐτοῖς ὀφείλουσι χάριν. Ὁ μὲν Λακεδαιμονίων τρόπος οὗτός μοι φαίνεται,

441

δι’ ὃν τῆς μὲν χρείας ἀεὶ δούλους εἶναι, τῶν δ’ εὐεργε‐ τῶν δεσπότας, ἂν τύχωσι, γίγνεσθαι δοκεῖ μοί τις αὐτοὺς ἂν εἰπεῖν ὀρθῶς. ἆρ’ οὖν οὐδὲ Θηβαίους ἔστ’ εἰκὸς ἡμῖν χάριν εἴσεσθαι, ἂν μετὰ τούτων ἐπ’ ἐκείνους ἔλθωμεν;
5ἀλλὰ μάλιστα μὲν εἰ καὶ γίγνοιτό τις ἀγνωμοσύνη καὶ διενεχθῆναι δέοι ψευσθέντας δόξης, Θηβαίους ἔγωγ’ ἂν ἑλοίμην τὸ ἐμαυτοῦ μέρος πολὺ μᾶλλον, οὓς καὶ πρότερον Μυρωνίδης τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἐξαγαγὼν μετὰ πάντων Βοιωτῶν παρεστήσατο ῥᾳδίως, ἢ Λακεδαιμονίους,
10ὑφ’ ὧν ἃ πεπόνθαμεν ἴσμεν. χωρὶς γὰρ τῶν ἄλλων Θη‐ βαίοις μὲν, ἐὰν ἀγνωμονῶσί τι πρὸς ἡμᾶς, πολλοὺς ἔσε‐ σθαι τοὺς οὐκ ἐπιτρέψοντας ἡγοῦμαι, μάλιστα δ’ οἷς νῦν χρῶνται τοὺς Ἀρκάδας καὶ τοὺς Ἀργείους καὶ τοὺς ἄλ‐ λους, οἳ τοῦτον τὸν τρόπον ἂν ἴδωσιν αὐτοὺς προσφερο‐
15μένους τοῖς συμμάχοις, ἀδίκημα κοινὸν ποιήσονται καὶ μιᾷ γνώμῃ πάντες ὡς ἡμᾶς μεταστήσονται. Λακεδαιμό‐ νιοι δ’ ἂν αὐξηθῶσι δι’ ἡμῶν καὶ μὴ δικαίως μηδ’ ἁπλῶς ἡμῖν προσφέρωνται, πῶς ἀπαντήσομεν αὐτοῖς, ἢ
τί ποιήσομεν; μεμψόμεθα ἐν τοῖς Ἕλλησιν; ἢ δι’ αὐτοὺς660
20καὶ βοήθειαν αἰτήσομεν; ἢ τί ποιήσομεν ἰσχυροτέρους αὐτοὺς φάσκοντες εἶναι; ἀλλ’ ὁ πρὸς τοῦτ’ ἂν λόγος ἐλθὼν σαφὴς καὶ γνώριμος. ὑμεῖς, ὦ καλῶς φρονεῖν φά‐ σκοντες, τούτους τοὺς ἀνθρώπους ἐξὸν ὑμῖν εἰς πᾶν ἀσθε‐ νείας ἀγαγεῖν καὶ χρῆσθαι κοσμίοις, οὐ μόνον οὐκ αὐ‐
25τοὶ τοῦτ’ ἐποιήσατε, ἀλλὰ καὶ Θηβαίους διεκωλύσατε καὶ προὔδοτε συμμάχους ὄντας. τί οὖν νῦν καταιτιᾶσθε τὴν ἰσχὺν καὶ τὴν πλεονεξίαν οὓς αὐτοὶ καθ’ ὑμῶν αὐτῶν καὶ κατὰ τῶν ἄλλων ἠσκήσατε; ὅτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ἀδεὲς καθαρῶς τὸ γοῦν τῶν Θηβαίων ἐστὶ δέος οἶμαι δεί‐
30ξειν. λογίζεσθε γάρ. Θηβαῖοι πρὶν παθεῖν ὁτιοῦν ὑφ’ ἡμῶν ἀγαθὸν, μᾶλλον δὲ ἐν χερσὶν ἔτι τῶν προσκρουσ‐ μάτων ὄντων, οὐ μόνον οὐκ ἦλθον εἰς Πειραιᾶ, κελευόν‐ των Λακεδαιμονίων, ἀλλ’ ἔτι καὶ τῆς τυραννίδος κατα‐ στάσης, ἣ καὶ μικρὸν χρόνον εἰ προσδιήρκεσεν, οὐκέτ’
35ἂν ἀντέσχεν ἡ πόλις, πάντων ἄριστοι περὶ ἡμᾶς ἐγένοντο. παρασχόντες γὰρ οἰκείαν καὶ φίλην τὴν σφετέραν αὐτῶν πόλιν, ἀζήμιον καὶ ἄλυπον τὸ μετοικεῖν ἀπέφηναν, Ἀρ‐

442

χίνῳ, Θρασυβούλῳ, τοῖς ἄλλοις, οἳ πολλοὶ καθ’ ἡμέραν
ἑκάστην ἐγίγνοντο· καίτοι ταῦτα οὐκ ἀκίνδυνα ποιοῦντες πρὸς Λακεδαιμονίων ᾔδεσαν. εἶτ’ ὦ πρὸς Διὸς οἱ παρὰ τοιαύτην συμφορὰν εὐνοϊκῶς ἡμῖν ἔχοντες καὶ οἱ πρὶν661
5ὅτου παρ’ ὑμῶν τεύξονταί ποθ’ ὕστερον εἰδέναι, τοιαύτης οἰκειότητος καὶ φιλίας ὑπάρξαντες, οὗτοι Λακεδαιμονίων ἀπαλλαγέντες δι’ ἡμῶν μὴ παρακινήσωσί τι φοβησόμεθα; ἀλλ’ ὑπερβολὰς ἐκείνων; οὐ τἀναντία δή που δεῖ προσ‐ δοκᾶν κατὰ γοῦν τοὺς λογισμούς;
10 Ἀλλ’ ἐπειδήπερ ἐνταῦθα ἐγενόμην, ἡδέως ἂν, ὦ Ἀθηναῖοι, πυθοίμην περὶ Λακεδαιμονίων, ποτέροις καλῶς ἔχον ἐστὶ μετ’ αὐτῶν γενέσθαι; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλ’ ἐξέπεσον δι’ ἐκείνων, καὶ κατελθεῖν ἐπιχειροῦντες ἐναντιουμένων πάλιν αὐτῶν ἐπειρῶντο. ἀλλὰ τοῖς ἐξ
15ἄστεος; ἀλλ’ ἀπολώλασι τό γ’ ἐκείνων μέρος τῷ δήμῳ παραδοθέντες. τῇ δὲ τῆς πόλεως ἀγαθῇ τύχῃ καὶ τῷ καλῶς βουλεύσασθαι σῶοι καὶ ἀπαθεῖς τοῦ πλείονος ἐσμὲν ἀμφότεροι. πάλιν δὴ περὶ Θηβαίων ἐρήσομαι, ποτέροις οὐκ ἄξιον συλλαβεῖν αὐτοῖς; πότερον τοῖς ἐκ Πειραιῶς;
20ἀλλ’ οὐκ ἐρῶ μὲν διὰ Θηβαίους, ἐκ Θηβῶν δ’ ὁρμηθέντες Φυλὴν κατέλαβον· ἣν καταλαβόντες τῆς ὕστερον εὐτυχίας καὶ ὧν ἐπεθύμουν κύριοι κατέστησαν. ἀλλὰ δὴ τοῖς ἐξ ἄστεος; ἀλλὰ διὰ ταύτην τὴν κάθοδον τῆς πρὸς τοὺς οἰκείους δυσμενείας καὶ ταραχῆς εἰσιν ἀπηλλαγμένοι, καὶ
25τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὀμωμόκασι κρίνειν. οὐκ‐ οῦν ἐχθροὶ μὲν ἀμφοῖν Λακεδαιμόνιοι δείκνυνται, φίλοι δ’ ἀμφοῖν οἱ Θηβαῖοι. κέκριται δὴ τοῦτο πάλαι καὶ οὐ
τήμερον πρῶτον· ὀξύτατος δ’ ὁ παρὼν καιρὸς, ἐν ᾧ δεῖ τοῦτο πᾶσι πέρας ἐπιθεῖναι. τί δὴ λοιπὸν ἢ συνεκτελέσαι662
30τὰ πράγματα τοῖς Θηβαίοις καὶ μὴ λιπεῖν τὴν τάξιν, ὃ καὶ τοῖς ἰδιώταις αἰσχύνην φέρει, μηδ’ αὐτομόλων ἔργον ποιῆσαι, μεταστάντας καὶ ἀποδράντας τὰ πράγματα ἐπ’ αὐτῆς τῆς τελευτῆς ἑστηκότα. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις πυγμὴν ἤ τι τοιοῦτον ἀγωνιζόμενος μέχρι
35μὲν τῶν ἄθλων ἔλθοι προθύμως, ἔπειτ’ ἐξειργασμένων αὐτῷ τῶν πραγμάτων, καὶ τόν γε στέφανον δέον ἤδη

443

λαμβάνειν τοῖς ἡττωμένοις αὑτὸν προσνείμειεν ἐξαίφνης. ἄνθρωπε, ῥιπτεῖς ἔχων; ναὶ, φησίν. ἀλλὰ Θηβαῖοι τῆς δόξης κληρονομήσουσι νὴ Δί’, ἐάν γε ἡμεῖς ἀπολειφθῶμεν. ἀλλ’ ἐκεῖνοι τὸν πόλεμον ἀνειλήφασιν. οὐκοῦν ἐν προσ‐
5θήκῃ γενέσθων, ἡμεῖς δὲ ἀναδεξώμεθα τὴν προστασίαν. καὶ μὴν οὐδ’ ἀδοξότερον δή που τὸ βοηθεῖν τοῖς καλέ‐ σασιν ἢ τὸ καλεῖν τοὺς βοηθήσοντας. οὐ γὰρ οἱ μείζους ἐπὶ τοὺς ἐλάττους καταφεύγουσιν, ἀλλὰ τῶν μειζόνων οἱ φαυλότεροι δέονται. διὸ τῶν ἐκβάντων κατὰ τούτους ἡ663
10δόξα νικᾷ. θαυμάζω δ’ εἴ τις τὸ μὲν τῆς νίκης καὶ τῶν κατορθωμάτων κοινωνεῖν τὴν πόλιν αἰσχρὸν ἡγεῖται, τὸ δὲ τὴν τῶν ἀτυχημάτων καὶ τῆς ἥττης τάξιν λαβεῖν ἔντιμον νομίζει, καὶ σὺν ἄλλοις μὲν κρατῶν αἰσχύνεται, κληρονο‐ μῶν δὲ τῆς ἑτέρων συμφορᾶς καλοῦ καὶ λαμπροῦ σχήμα‐
15τος ἡγεῖται μερίτης ἔσεσθαι. εἰ δ’ ὅτι Θηβαίοις ἤδη τὰ μείζω προεξείργασται, διὰ τοῦτ’ ἀποκνήσομεν, τοὐναντίον οὗ δεῖ πεισόμεθα. νυνὶ γὰρ ὥσπερ ὕλην ἐκκόψαντες ἐκεῖνοι καὶ προκαθήραντες εὔπορον τὴν ὁδὸν ἡμῖν καὶ ῥᾳδίαν πεποιήκασι καὶ τῶν πραγμάτων καὶ τῶν δυσχερῶν καθ’
20αὑτοὺς ἀπολαύσαντες τὴν ἐπὶ τῷ τέλει δόξαν ἡμῖν τετη‐ ρήκασιν· οὗ σπανιώτερον οὐδέν ἐστιν εὐτύχημα, ἢ διὰ τῶν ἑτέροις πεπονημένων εὐδοξίαν οἰκείαν πορίσασθαι δικαίως. μόνοις δ’ οὐχὶ νομίζω τοῖς ἀπέχειν τὴν δίκην ἡμᾶς τὴν παρὰ Λακεδαιμονίων φάσκουσιν εἶναι ταῦτα
25λέγειν. εἰ γὰρ Θηβαίων τοὔργον ποιοῦνται καὶ οὐδὲν εἶναι ταῦτα πρὸς ἡμᾶς φασι, πῶς λέγουσιν εἰληφέναι τὴν δίκην ἡμᾶς; δῆλον γὰρ ὅτι Θηβαίοις μὲν ἂν δεδωκότες εἶεν, ἡμῖν δ’ ὀφείλουσιν. οὐκοῦν εἰ μὲν αὐτοὶ δι’ ἡμῶν αὐτῶν τετιμωρήμεθα αὐτοὺς, κἂν ἀποχρῆν εἶπέ τις· Θηβαίων
30δὲ τῶν κεκρατηκότων ὄντων οὐκ ἔνεστιν εἰς τὸ φάσκειν ἐξαρκεῖν καταφεύγειν. αὐτὸ γὰρ ἂν τοῦτο καὶ πάνδεινον εἴη, εἰ Θηβαῖοι μὲν εἰς ἔχθραν αὐτοῖς ἐλθόντες δίκην ἠδυνήθησαν λαβεῖν ὑπόγυιον, ἡμεῖς δ’ ὄντες οἵπερ ἐσμὲν
ταυτὸν τοῦτ’ οὐχὶ ποιήσομεν ἐκ πολλοῦ προοφειλόμενον664
35αὐτοῖς. ὅλως δὲ μήτοι νομίσητε, ἂν νικᾷ τις Ὀλυμπίασι τὸν ὑπ’ ἄλλου του συγκοπέντα ἥττω φιλοτιμίαν ἔχειν

444

αὐτῷ τὸν στέφανον, μηδ’ ἧττόν τι νικῶντα κηρύττεσθαι, ὅτι τις προπαρεσκεύασεν αὐτῷ τὸ μέρος τὴν νίκην, ἀλλ’ ἐκεῖνο λογίζεσθε, εἰ συνηγωνισμένοι ταύτην αὐτὴν τὴν μάχην ἦτε τοῖς Θηβαίοις, ἆρ’ οὐκ αἰσχρὸν καὶ παλίμ‐
5βολον ἦν ἀποδράντας τῇ ὑστεραίᾳ μετὰ τῶν Λακεδαιμο‐ νίων τάττεσθαι; καὶ μὴν συνηγωνίσασθε μὲν ἂν προ‐ θύμως, εἴ τις ὑμᾶς ἐκάλεσε τότ’ εὐθύς. τὸ δ’ ὄνειδος ὅμοιον, καὶ νῦν ἐὰν ὑπαχθῆτε. οὐ γὰρ ταύτῃ τῇ μάχῃ μόνον, ἀλλὰ καὶ πολλαῖς ἄλλαις ταῖς ἄνω πράττειν ὑπεν‐
10αντία δόξετε. Καὶ μὴν οὐδ’ ἐκποδὼν συμβουλεύσαιμ’ ἂν ὑμῖν οὐδ’ αὐτὸς ἀμφοτέροις στῆναι, ἀλλ’ εἰ οἷόν τ’ εἰπεῖν μᾶλλον τοῖς Λακεδαιμονίοις ἢ μηδετέροις προσθέσθαι. ἐκείνως μὲν γὰρ Θηβαίους ἀδικοῦντες Λακεδαιμονίους φήσετ’
15οἰκτείρειν, οὕτω δ’ οὔτε Θηβαίοις τὰ δίκαια φυλάξετε οὔτε τούσδε φίλους προσλήψεσθε, δόξαν δὲ οὐ καλὴν ἀργίας οἴσεσθε, ἣν οὐδέσι μᾶλλον τῶν ὄντων προσήκει φυγεῖν ἤπερ ὑμῖν. διὰ τί; ὅτι πρῶτον μὲν πάντων ὀνειδῶν ἀπηλλαγμένοι τούτου πλεῖστον ἀφεστήκατε, καὶ λόγος ἐστὶ
20παλαιὸς καὶ γνῶναι τὰ βέλτιστα καὶ πρᾶξαι πάντων ὑμᾶς ὀξυτάτους εἶναι· δῆλον δ’ ἔκ τε τῶν ψηφισμάτων καὶ τῶν ἀγώνων, οὓς ἐν τῷ παντὶ χρόνῳ πεποίησθε. ἔπειτα νόμος παρ’ ὑμῖν, ὡς ἐγὼ μονίζω, μόνοις ἐστὶν, ὁ γραφὰς πεποιηκὼς ἀργίας, ἵνα μηδεὶς σχολάζῃ παρὰ καιρὸν μηδ’
25ἀμελῇ, μηδ’ ἀπραγμοσύνην τὸ νωθρὸς εἶναι καλῇ. ἃ δὲ τοὺς ἰδιώτας κεκωλύκατε, τούτοις αὐτοὺς ἐνόχους δημοσίᾳ φανῆναι κακῶν ἔσχατόν ἐστι. καὶ γὰρ αὖ κἀκεῖνο. εἰ μὲν οἷοί τ’ εἰσὶν ἀναφέρειν οἱ Λακεδαιμόνιοι, μὴ μετὰ τῶν Θηβαίων ὑμῶν στάντων, οὐ πάρεισιν οἷ προσῆκεν αὐτοὺς
30οὐδ’ οἷ δεῖ σπουδάζειν προαγαγεῖν· εἰ δ’ ὑπερσχήσουσιν οἱ Θηβαῖοι, βέλτιον ἐφ’ ὑμᾶς ἐλθεῖν τοὔνομα ἢ ἐπὶ τοὺς καὶ χωρὶς ὑμῶν ἂν κρατήσαντας. οὐ δεινὸν οὖν ἐξαλεῖψαι Λακεδαιμονίους ἐκ τῆς Ἑλλάδος; πάνυ γε, ὅταν περ ἐφ’ ἡμῖν γένωνται καὶ παραδῶσι τὴν πόλιν, ὥσπερ ὑμεῖς665
35ἐκείνοις πρότερον. εἰ δ’ ἔγκεινται, τί δεῖ ταῦτ’ ἀποδύρα‐

445

σθαι; τί δὲ τῆς ψήφου τῆς ἐκείνων ἀναμιμνήσκειν, ἣν ὅτε τοῖς ὅπλοις οὐκ ἐχρώμεθα ἡμεῖς, τότ’ ἤνεγκαν, οὐ πρότερον; εἶθ’ οὓς καὶ αὐτοὶ ψήφῳ σώσαιμεν ἂν, κατὰ τούτων τοῖς ὅπλοις χρησόμεθα; νὴ Δί’ εἰκότως, ἵνα γε
5τῇ ψήφῳ σώσωμεν. δεῖ γὰρ αὐτοὺς εἰς τὴν αὐτὴν τύχην ἐλθεῖν, εἴπερ τὴν αὐτὴν ψῆφον ἀνταπολήψονται παρ’ ἡμῶν. ἔτι τοίνων καὶ ἐναντίος ἐστὶν οὗτος ὁ λόγος τῆς βοηθείας, ὑπὲρ ἧς οὗτοι λέγουσιν. ὥσπερ γὰρ εἰ μηδὲν ἦν ὑπόλοιπον, ἀλλὰ ψήφου μόνης καιρὸς ἦν, ἔδει σώζειν
10αὐτοὺς, ἐπειδήπερ ἀρκούντως ἐτετιμωρήμεθα, οὕτω νῦν καθαιρετέον καὶ καταγωνιστέον ἐστὶν, ἐπειδήπερ ἀντέχον‐ τες ὁρῶνται. ταύτης μὲν οὖν τῆς φιλανθρωπίας συνεύχο‐ μαι τὸν καιρὸν ἐλθεῖν· τῶν δὲ παρόντων πραγμάτων οὔ φημι δεῖν ἐκκρουσθῆναι διὰ ῥημάτων εὐπρέπειαν, οὐδ’
15ἀνεῖναι Λακεδαιμονίους βεβλημένους, οἵ γε, ὑμᾶς ἂν ἐκ‐ φεύγωσιν, ὕστερον οὐχὶ ληφθήσονται. πρὸς Διὸς, πόσου ποτ’ ἂν ἐπρίασθε, ὅτε ἤρχεσθε ὑπ’ αὐτῶν καὶ ὑβρίζεσθε ὑπὸ τῶν τυράννων, εἰς τοιοῦτον καιρὸν περιστῆναι τὰ πράγματα καὶ τοιαύτην λαβὴν ὑμῖν παραπεσεῖν; ἐγὼ μὲν
20κἂν τῆς σωτηρίας. εἰ δέ τις τὸ τῶν Λακεδαιμονίων ὄνομα ἢ τὰ σεμνὰ τῆς χώρας ἐν αἰδοῖ ποιεῖται, καὶ δεινὸν αὐτῷ τι φαίνεται καὶ σχέτλιον τὴν ἐπ’ Εὐρώτᾳ γῆν πειραθῆναι πολεμίων ἐμβολῆς, οὐδὲν ἀτιμοτέρα τῶν παρ’ ἐκείνοις τόπων Ἐλευσὶς αὕτη, τὸ Θριάσιον, Ἀχαρναὶ, τὰ ἄλλα666
25ὅσα μυριάκις κατατέτμηται. ταῦτ’ οὖν αὐτὸν παραμυθεί‐ σθω καὶ ῥᾷον οἴσει. οὐ γὰρ δή που τὸ μὲν δῃοῦν Λα‐ κεδαιμονίοις ἀποδώσομεν, τὸ δ’ ἡσυχάζειν πορθουμένους ἡμῖν ἀποκείσεται, ὥσπερ τῇ μὲν Ἀττικῇ σύνηθες ὂν τὸ φθείρεσθαι, τῇ δὲ ἐκείνων γέρας τι καὶ τιμὴν ἀνεῖσθαι
30τὸ μόνην ἐξαίρετον εἶναι τῶν τοῦ πολέμου κακῶν. ἀλλ’ εἴ γέ τινα ἔδει χώραν ἀπαθῆ τούτων εἶναι, τὴν ἡμετέραν ἔδει. καὶ γὰρ ἡ πρώτη καρποὺς ἐνεγκοῦσα καὶ μεταδοῦσα τοῖς Ἕλλησιν, οὐ μόνον Λακεδαιμονίοις, ἐστὶν αὕτη, καὶ ὁ θεὸς ταύτην μητρόπολιν τῶν καρπῶν εἴρηκεν, οὐ τὴν
35Λακεδαιμονίων, καὶ τἄλλα ὅσα θεῖα ταύτῃ παρὰ πάντων ἐπιφημίζεται, οὐ τῇ Λακεδαιμονίων· καὶ διὰ ταύτην καὶ τοὺς ταύτης ἐνοίκους ἀδῄωτος ἡ τῶν ἄλλων ἔμεινε γῆ.

446

καὶ δικαιότερον δήπουθεν, ὦ Δήμητερ, Ἀθηναίους ὄντας τὰ αὑτῶν περιστέλλειν ἐστὶν ἢ τὰ Λακεδαιμονίων. Ἥσθην δὲ ἐφ’ οἷς Ἡρακλέους καὶ τῶν Ἡρακλέους παίδων ἐμνήσθη τις, ὥσπερ εἰς Λακεδαιμονίους, ἀλλ’ οὐκ
5εἰς Θηβαίους πολὺ μᾶλλον ταῦθ’ ἡμῖν πεφιλοτιμημένα, εἰ μὴ καὶ τὸν Ἰόλεων Σπαρτιάτην ἀποφαίνουσι. θαυμάζω
δ’ ὅπως οὐ καὶ τὸν Οἰδίπουν προσέθηκαν ὡς ἐδεξάμεθα, οὐδὲ καὶ τοῦτο εἰς τὴν Λακεδαιμονίων τιμὴν ἀνήνεγκαν. ἐγὼ δ’ εὖ οἶδ’ ὅτι καὶ ταῦτα καὶ πολὺ πλείω τούτων667
10κοινὰ πρὸς Θηβαίους ἂν ὑμῖν ἐπέπρακτο, εἰ τοιαῦται παρέπιπτον ἀφορμαί. καὶ οὐκ ἐμὲ λέληθεν ὅτι καὶ τούτων ἕκαστον τῶν νῦν ὑπαρχόντων ἦν ὅτ’ ἄπρακτον ἦν, ἀλλ’ ὅμως ἐπὶ καιρῶν ἕκαστα ἐγένετο. οὐ μὴν οὐδενὶ τῶν ἔμ‐ προσθεν τοιοῦτος καιρὸς ὑπῆρξεν οἷός περ ὁ τῶν νῦν
15ἔργων τούτων. νυνὶ γὰρ εἰς ὑμᾶς πάντ’ ἀνάκειται τὰ τῶν Ἑλλήνων. μένουσι μὲν Θηβαῖοι πιστοὶ καίπερ εὐτυχηκότες, Λακεδαιμόνιοι δὲ ὑποκεχωρήκασιν. ὑπάρχει δ’ ὁμοῦ Θη‐ βαίοις τὰ πιστὰ φυλάξαι καὶ δίκην παρὰ τῶν πολεμησάν‐ των ὑμᾶς λαβόντας προεστάναι τὸ λοιπὸν τῆς Ἑλλάδος
20ἀσφαλῶς μετὰ τοῦ δεῖξαι πᾶσιν ἀνθρώποις περὶ τῆς πό‐ λεως τὰ κάλλιστα, τοὺς ἐπιβουλεύσαντας ὅπως μεταχει‐ ρίζεται, καὶ τοῖς ὑπάρξασί τινος εὐεργεσίας ὅπως χρῆται διὰ τέλους. ὀλίγου δέω λέγειν οὐδὲ φιλάνθρωποι φανῆναι δυνήσεσθε, εἰ μὴ καὶ πρότερον χαλεποὶ γίγνεσθε. ἂν γὰρ
25ἐπεξελθόντες τῷ πολέμῳ μέχρι παντὸς καὶ παραλαβόντες τοὺς ἄνδρας, τὴν πόλιν, τὰ κτήματα, τηνικαῦτα σώσητε, ἔχοντες ὅ τι ἂν βούλησθε χρήσασθαι, τότ’ αἰσθήσονται τῆς φιλανθρωπίας ὑπὸ τοῦ καιροῦ Λακεδαιμόνιοι, καίπερ οὐκ ὄντες οἷοι τῶν εὖ ποιούντων αἰσθάνεσθαι. τόθ’ ὁμοῦ
30καὶ ἄνδρας καὶ δικαίους νομιοῦσιν ἅπαντες ὑμᾶς. μέμνη‐ σθε, ὦ Ἀθηναῖοι, τῆς ἐν Σικελίᾳ συμφορᾶς· τότε Συρα‐ κοσίοις παρόντες οὗτοι Λακεδαιμόνιοι νενικηκόσιν οὐ παρὰ
μικρὸν, ἀλλ’ ὡς καὶ τὰς ναῦς ἡμῶν ἁπάσας διεφθαρ‐ κέναι καὶ ὅπλα καὶ σώματα εἰληφέναι τὰ μὲν ἐν τῇ θα‐668
35λάττῃ, τὰ δὲ ἐν τῇ γῇ, καὶ μηδὲν ὧν ἂν εὔξαντο ἐνδεῖν

447

αὐτοῖς, τί ἐποίησαν ὁρῶντες φεύγοντας ἡμᾶς πεζοὺς καὶ τραυματίας οὐκ ὀλίγους ἀπολελοιπότας; ἆρ’ ἐβοήθησαν, ἢ μετετάξαντο; οὐ μὲν οὖν ἀπέστησαν πρὶν παρέδωκαν οἱ στρατηγοὶ σφᾶς αὐτοὺς καὶ τὸ στράτευμα αὐτοῖς. τηνι‐
5καῦτα δὲ τοὺς μὲν ἀπέκτειναν, τοὺς δ’ ὅπως αὐτοῖς ἔδοξεν οὕτω μετεχειρίσαντο, καὶ οὐ προσέθηκα ὅτι σπονδῶν οὐσῶν πρὸς ἡμᾶς αὐτοῖς, ἃς ὅτε τοὺς αἰχμαλώτους ἐκομί‐ ζοντο ἐποιήσαντο. οὐκοῦν ὅταν καὶ νῦν ἡμῖν μετὰ Θηβαίων ἐπιοῦσι παραδῶσιν ἑαυτοὺς ἐν τῷ μέρει καὶ εἰς ἃ τότ’
10ἤγαγον Νικίαν ἀφίκωνται, τότε μὴ μιμησώμεθα αὐτοὺς, ἀλλ’ ὑπερβαλώμεθα τῇ μεγαλοψυχίᾳ διατηρήσαντες· πρό‐ τερον δὲ μὴ κατεπειγώμεθα, μὴ μεταγνῶμεν. οἶμαι τοίνυν κἀκεῖνο δεῖν προσκοπεῖν, ὅπως μὴ τρέψομεν, ὦ Ἀθηναῖοι, Θηβαίους πρὸς ὃν οὐ βουλόμεθα· εἴπω σαφῶς; βασιλέα.
15οὐ γὰρ ἔσθ’ ὅπως ἡσυχάσουσιν ἁμαρτόντες ἡμῶν, ἀλλ’ ἐπ’ ἄλλον τινὰ ἥξουσιν· οὗτος δ’ ἐκεῖνος γένοιτ’ ἂν αὐτοῖς. ὅπου γὰρ νῦν ἐπὶ Λακεδαιμονίους ὑμῶν δέονται, πῶς οὐκ ἐφ’ ὑμᾶς γε ὁμοῦ καὶ Λακεδαιμονίους βασιλέως δεήσονται; ἀλλὰ μὴν εἰ τοῦτ’ ἔσται, πῶς καλῶς ἢ δικαίως περὶ τῶν
20Ἑλλήνων βελουλεῦσθαι φήσομεν, σαφῶς οὕτως τὸν βάρ‐ βαρον αὐτοῖς ἐπενηνοχότες; εἶτα Λακεδαιμόνιοι μὲν ἐν μυχῷ τῆς Πελοποννήσου καὶ δεινοὶ τὸ κατὰ σφᾶς ἀεὶ ζητεῖν, ἡ δ’ Ἀττικὴ πρόκειται ἔνθεν μὲν Θηβαίοις, ἐκ θαλάττης δὲ τῷ βασιλεῖ· καὶ κατὰ τὴν παλαιὰν στρατείαν
25ἐνταῦθα ὁ πᾶς πόνος καὶ ἡ τριβὴ συνηνέχθη. μὴ τοίνυν Λακεδαιμονίους παρὰ καιρὸν οἰκτείροντες ἄκαιρον πόλεμον τῇ πόλει μηδὲ τοῖς Ἕλλησι περιστήσωμεν, ἀλλ’ ὑπομεί‐ νωμεν προστάται μᾶλλον τοῦ πρὸς Λακεδαιμονίους πο‐ λέμου γενέσθαι ἢ ’κείνους ἀπαλλάξαντες αὐτοὶ πράγμασι669
30καὶ κακοῖς ἀνυποστάτοις συνέχεσθαι. ἐμοὶ μὲν ταυτὶ περὶ τούτων δοκεῖ· γενοίμην δ’ ἐπὶ Λακεδαιμονίοις, εἴ τι τῇ Θηβαίων εἶπον εὐνοίᾳ καὶ μὴ καθαρῶς ὑπὲρ ὑμῶν
ἅπαντα.670