TLG 0284 033 :: Aelius ARISTIDES :: Λευκτρικὸς αʹ (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Aelius ARISTIDES Rhet. Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008) Λευκτρικὸς αʹ (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Citation: Jebb page — (line) | ||
407 | Οὕτως ἔχων, ὦ Ἀθηναῖοι, γνώμης ἀνέστηκα, ὡς εἰ μὴ λίαν εὔηθες εἰπεῖν ἦν, ἐγγὺς ἂν εἶναι τοῦ ζητεῖν ἔτι φῆ‐ σαι ποτέροις προσθῶμαι, κἂν εἴ τις ἀναστὰς μικρὸν ὕστε‐ ρον ἐξελέγξειε διαφεύγοντάς με τοὺς λογισμοὺς καὶ δεί‐ | |
5 | ξειεν αὐτός τι βέλτιον, πρῶτος αὐτῷ πείθεσθαι· τοσοῦ‐ τον εὐνοίας οὐδὲ πρὸς ἑτέρους ἄνωθεν προϋπάρχον ἐστί μοι. ἃ δὲ καὶ θαρρούντως ἀνεστάναι με καὶ ἐμαυτὸν ἤδη [πεπεικέναι] πρὸς τοὺς ἑτέρους ἀποκλῖναι πεποίηκε, ταῦθ’ ὑπειπὼν καὶ τὸ ποτέρους ὁμοῦ σημανῶ, τό γε τῆς γνώ‐ | |
---|---|---|
10 | μης, ἣν ἔχω περὶ τούτων, κεφάλαιον εἰς μέσον θεὶς πρῶ‐ τον ἀμφοῖν. ἐγὼ δὴ βούλομαι Θηβαίους μὲν ὑμῖν ἐπὶ Λακεδαιμονίους ὑπάρχειν, Λακεδαιμονίους δ’ ἐπὶ Θη‐ βαίους πάλιν, καὶ μηδετέρους πράττειν εὐτυχέστερον ἢ τῇ πόλει συμφέρει. εἰ μὲν οὖν ἐν ἴσῳ καθειστήκεσαν καὶ | |
15 | περὶ τῶν αὐτῶν ἦν ὁ λόγος ἀμφοτέροις, οὐδὲν ἂν ᾤμην εἶναι πρᾶγμα· ῥοπῆς δὲ τοσαύτης ἐπὶ τοὺς Θηβαίους γε‐ γονυίας τῶν μὲν τὴν ἀσθένειαν, τῶν δὲ τὴν δύναμιν φοβοῦμαι. εἰ μὲν οὖν ἄλλο μέν τι ποιοῦντας ἐκείνην ἐπανορθοῦν, ἄλλο δὲ ταύτην καταλύειν ἔδει, πρῶτον μὲν | |
20 | διπλᾶ πράγματα ἂν εἴχομεν, ἔπειτα δὲ ἑκάτερον κατὰ καιρὸν ἔδει τὸν αὑτοῦ ποιεῖν· συμπεπτωκότων δὲ εἰς ταυ‐ τὸν ἀμφοῖν χρήσασθαι τῇ τοῦ καιροῦ συνόδῳ δοκεῖ μοι | |
καὶ τοσοῦτον ἐκείνοις εἰσενεγκεῖν, ὅσονπερ τούτων ἀφελεῖν συμφέρει. ἡγοῦμαι γὰρ ἐξισωθέντας μὲν αὐτοὺς ὑφ’ ἡμῶν | 611 | |
25 | τοῖς πρὸς αὑτοὺς πράγμασι συνέξεσθαι, ἀναιρεθέντων δὲ τῶν ἑτέρων πρὸς ἡμᾶς ἤδη τὸν λόγον τοῖς κρατήσασιν ἔσεσθαι. ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν ὅ τις ἂν δόξειεν ἄτοπον, τοῦτο συμβησόμενον, ἐκποδὼν μὲν ἡμᾶς | |
408 | ἀμφοτέροις γενομένους κινδυνεύσειν πρὸς τοὺς ἑτέρους, βοηθήσοντας δὲ τοῖς ἐλάττοσιν ἐκ μέσου τὸ λοιπὸν ἀμ‐ φοῖν ἑστήξειν. ἃ μὲν οὖν λογιζόμενος πέπαυμαι μέσος ὢν καὶ δι’ ἃ τοὺς Λακεδαιμονίους ᾕρημαι, ταῦτ’ ἐστί· τὸ | |
5 | δ’ ὑμέτερον πρόχειρον εἰς φιλανθρωπίαν καὶ τὸ φθάνειν τοὺς ἀτυχοῦντας οἰκτείροντας ἢ ’κείνους δεομένους, τάχ’ ἂν οὐκ ἐάσειε ταῦτ’ ἀκριβῶς ἐξετασθῆναι. σύνοιδα γὰρ | |
ὑμῖν καὶ ὅτε πρῶτον ὁ κήρυξ ἦλθε τὴν μάχην ἀγγέλλων, ὃν ἐστεφανωμένον ὡς ὑμᾶς ἔπεμψαν οἱ Θηραῖοι, πρὸς | 612 | |
10 | ἀηδίαν καὶ λύπην ἀκούσασι καὶ οὕτω πόρρω τοῦ συνη‐ σθῆναι γενομένοις, ὥστε μήτε εἰς τὸ πρυτανεῖον καλέσαι μήτ’ ἄλλο μηδὲν φιλάνθρωπον ἐνδείξασθαι. οὕτως ὁ πα‐ λαιὸς λόγος ἔστ’ ἀληθὴς ὅτι τοῖς καθ’ ἑκάστους ἀτυ‐ χοῦσι κοινὴ πᾶσιν ὕπεστιν εὐτυχία τὸ τῆς πόλεως ταύτης | |
15 | ἦθος ὑφ’ οὗ σώζονται. ἀλλὰ μὴν τόν γ’ ἀναμνήσοντα ἂν ὑμᾶς τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις τίνες αὐτοῖς ἐκοινώνουν ἐρήσομαι· οἶμαι μὲν οὐ Σάμιοι, ἀλλ’ οἷς ὡς ἀναμαρτήτοις βοηθεῖν ἀξιώσει. Εἰ μὲν οὖν καιρῷ τινι καὶ φιλανθρωπίᾳ ταῦτα δε‐ | |
20 | δόσθαι δεῖ, κοινὴν ἀμφοῖν δίκαιον ὑπάρχειν τὴν λήθην, οὐ τοῖς μὲν καὶ ἐξ ἀρχῆς ὑπ’ ἐκείνων ἀναπεισθεῖσι καὶ καταλῦσαι μεταξὺ σπουδάσασι, κᾆτα κωλυθεῖσι μνησικα‐ κεῖν, τοῖς δὲ διὰ τέλους ἀγνώμοσι παρεικέναι χρὴ τὴν μέμψιν· εἰ δ’ ἀμφοτέροις ἐγκαλεῖν χρὴ, ὡς ἔγωγε μὰ τοὺς | |
25 | θεοὺς οὐκέτ’ ἂν ἀξιοίην, εἰ μή τις ἔχοι με πεῖσαι, τί δεῖ ταῦτα κατηγορεῖν ὧν ἀποκρῖναι τοὺς ἑτέρους οὐκ ἔστιν; ἁπάντων γὰρ τῶν ὡς ὁ μάλιστ’ ἂν ἐξετάζων εἴποι χειρί‐ στων οἵδε αὐτοῖς ἐκοινώνουν. Καὶ μὴν εἴ τινα καὶ ἐκλέξαντα εἰπεῖν δεῖ παρέντα | |
30 | τὰ τοῦ πολέμου κοινὰ, σκοπῶμεν τὰ μετὰ ταῦτα πρα‐ | |
χθέντα καὶ βουλευθέντα ἑκατέροις. εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις δόξαντα, ἀναίρεσιν τῆς πόλεως ἡμῶν καὶ ἀν‐ δραποδισμὸν καὶ μηδένα μηδαμοῦ λοιπὸν εἶναι· φεύγω | 613 | |
409 | τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ—καίτοι ταῦτά γε οὐδ’ ὁ Πέρσης ἔγνω πρότερον περὶ ἡμῶν, ἀλλ’ ἀποχρῆν ᾤετο, ἐὰν τὸ κελευόμενον ποιεῖν ἐθέλοντας ἔχῃ—τὰ δ’ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτ’ ὄντα, ἃ νῦν αὐτοῖς | |
5 | ἀξιοῦσιν ὑπάρξαι παρ’ ὑμῶν, τὴν αὑτῶν οἰκεῖν καὶ μη‐ δὲν ἀνήκεστον παθεῖν. καὶ δῆτα ἔγωγε σκοπῶ πρὸς ἐμαυ‐ τὸν, εἰ τότε τοῖς Λακεδαιμονίοις συνέδοξεν ἅπερ τοῖς Θη‐ βαίοις καὶ ὑπέστησαν τοῦτο τὸ ἔργον, καὶ μὴ θεῶν τις χεῖρα ὑπερέσχε τοῦ τοιούτου πράγματος, τί λοιπὸν ἦν ἐν | |
10 | μέσῳ ἢ ζητεῖν νῦν τοὺς Θηβαίους οὕστινας καλέσουσι κατὰ τούτων; καίτοι, δοθήτω γάρ μοι καὶ τοῦτ’ εἰπεῖν ἄνευ φιλονεικίας, Λακεδαιμονίοις μὲν, ἂν ἐπὶ πᾶσι δι‐ καίοις σκοπῇ τις, συγγνώμης ἴσως μετὸν εὑρήσει καὶ τῶν ἐπὶ τοῦ πολέμου πραχθέντων καὶ εἴ τι ὕστερον ἠγνωμό‐ | |
15 | νησαν. διὰ τί; ὅτι τοῖς μὲν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας φιλονεικοῦσιν αὐτὸ τὸ σχῆμα τοῦ πολέμου δίδωσι παραί‐ τησιν, ἐάν τι προαχθῶσι, τοῖς δὲ ὑπὲρ τοιαύτης μὲν οὐ‐ δεμιᾶς φιλοτιμίας, ἄλλως δὲ ἐγκειμένοις καὶ πλεονάζουσιν, ἃ οἱ Θηβαῖοι τότ’ ἐποίουν, πᾶς ὁστισοῦν ἂν νεμεσήσαι | |
20 | δικαίως ὅτι τὴν ἀγνωμοσύνην ἀπρόσωπον ἔχουσι καὶ φύ‐ | |
σει πονηρῷ τρόπῳ χρῶνται. καὶ μὴν εἴ τις τούτων μὲν παρεληλυθέναι τὴν ἐξέτασιν ἡγεῖται, τὴν δὲ τοῦ νῦν παρόν‐ τος πολέμου πρόφασιν ἀκριβῶς ζητεῖ, ἀδικεῖν τοὺς Λα‐ κεδαιμονίους οἶδ’ ὅτι κρίνει καὶ μετὰ τῶν Θηβαίων γίγνε‐ | 614 | |
25 | σθαι δεῖν οἴεται. Ἐγὼ δ’ ὅτι μὲν Φοιβίδας ὁ ταῦτα πράξας ἦν καὶ οὐδὲν ἐπράχθη τούτων ἀπὸ τῆς κοινῆς γνώμης, ἀλλ’ αὐ‐ τῶν Θηβαίων οἷς οὐκ ἤρεσκε τὰ παρόντα καλούντων εἰσῆλθεν ὁ Φοιβίδας παριὼν καὶ κατέλαβε τὴν Καδμείαν | |
30 | οὔτε πάνυ τι πιστεύω οὔτ’ ἂν εἴποιμι· ἐξῆν γὰρ τοῖς οἴκοι δή που ταῦτα ἀκούσασι καλεῖν ὀπίσω, ζημιοῦν, ἐξάγειν, ἀγανακτοῦντας ὁρᾶσθαι, ὃ πολλοῦ δέουσι πεποιηκέναι. οὐ μὴν ἀλλ’ εἰ μὲν δίκην λαβεῖν βουλομένοις τοῖς Θηβαίοις | |
410 | ἐμποδὼν ἱστάμεθα, ἠδικοῦμεν ἂν ὡς ἀληθῶς καὶ οὐχ | |
ἡμῶν ἐποιοῦμεν· ἐπεὶ δὲ ταύτην μὲν εἰλήφασι, τοῦ πρόσω δὲ γλίχονται, οὐχ ἡγοῦμαι δεῖν ἐπὶ τῇ τοῦ δικαίου προ‐ φάσει πρᾶγμα ἀδικώτατον αὐτοῖς συγχωρῆσαι, τήν τε Πε‐ | 615 | |
5 | λοπόννησον καὶ τοὺς ἄλλους Ἕλληνας καταδουλώσασθαι, τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν τοῦτο δύναται. εἰ μὲν οὖν πρὸ τῆς μάχης ἐπεπόμφεσαν ἀμφότεροι, βοηθεῖν ὁμοίως ὥσπερ νυνὶ δεόμενοι, τοῖς Θηβαίοις ἔγωγε συνεῖπον ἂν, οὐ βουλευσάμενος λέγω. διὰ τί; ὅτι τὴν μὲν Λακεδαιμο‐ | |
10 | νίων παράκλησιν συγκαταδουλοῦσθαι Θηβαίους ἂν ᾤμην εἶναι, τὴν δὲ Θηβαίων λαβεῖν τὰ δίκαια παρὰ Λακεδαιμο‐ νίων. τοῦτο δ’ ἐκείνου πολὺ κρείττω λόγον ἔχειν ἡγούμην ἄν. τηνικαῦτα δὲ ἀφιγαένης τῆς πρεσβείας, ἡνίχ’ ὃ ζη‐ τοῦσι προέχουσιν, οὐχ ὁρῶ τὸν τρόπον τῆς βοηθείας. ἀλλ’ | |
15 | ἔγωγε, καὶ μηδεὶς δυσχεράνῃ τὴν ἀτοπίαν, εἰ καὶ κατ’ ἀρχὰς πεμψάντων ἀμφοτέρων τοῖς Θηβαίοις συνεῖπον, ἔπειτα πάλιν μετὰ τὴν μάχην ἔπεμψαν ὥσπερ νῦν ἀμφότεροι, θαρρῶν ἐκέλευον ἂν ἀνταλλάττεσθαι. ὅτε μὲν γὰρ καθίστα‐ το ὁ πόλεμος, τοῖς ἀδικουμένοις συλλαμβάνειν ἐκέλευον ἂν, | |
20 | ὅτε δ’ οὗ χάριν ἂν συνηράμεθα αὐτοῖς ἐξεπεπλήρωτο, δυοῖν θάτερον, ἢ πεπαῦσθαι δεῖν ἂν αὐτοὺς ᾤμην, ἢ πλεονάζοντας ὑφ’ ἡμῶν πάλιν κατέχεσθαι· καὶ ὅσῳ γε προθυμότερον πρότερον βεβοηθηκότες αὐτοῖς ἦμεν ἂν, τοσούτῳ μᾶλλον νῦν ἀντιστῆναί φημι δεῖν. ἐπειδὴ γὰρ | |
25 | τυχόντες τῶν δικαίων ὧν προΐσταντο σπουδάζειν οὐχὶ παύονται, πάρεισιν εἰς τὸ τῶν Λακεδαιμονίων ἔγκλημα αὐτοὶ δι’ ὁδοῦ δικαίας, καὶ μετελήλυθεν ἡ τοῦ πολέμου | |
πρόφασις, δι’ ἣν ἐπ’ ἐκείνους τότ’ ἐλθεῖν ἔδει. οὐ γὰρ ὧν πεπόνθασιν ἀμύνονται, ἀλλ’ ἃ κατωρθώκασι μείζω | 616 | |
30 | ποιῆσαι ζητοῦσιν. οὐκοῦν ὃ μὲν εἶχον δίκαιον, ἐξήκει καθὸ τῆς βοηθείας ἂν ἔτυχον, τὸ παρὸν δὲ ἀδίκου τάξιν ἔχον γιγνώσκεται. διὸ κωλύοιντ’ ἂν ὑφ’ ἡμῶν δικαίως. ἔπειτα οὐδ’ εὔλογον φυγόντας ἂν τότε τοὺς Θηβαίους τοῖς Λα‐ | |
411 | κεδαιμονίοις συγκαταδουλοῦν, συνανελεῖν τοὺς Λακεδαιμο‐ νίους τούτοις νῦν ὑπομεῖναι. πολὺ γὰρ δή που μᾶλλον, ὦ Ζεῦ καὶ θεοὶ, Θηβαίους ἀποστῆναι δι’ ἡμᾶς ἄξιον ἢ μετασχεῖν ἡμᾶς δι’ ἐκείνους τοιαύτης πράξεως. | |
5 | Ἔστι γὰρ, ἔστι καὶ ἀμυνομένοις ἀμέτρως ἀδικεῖν· κἄν τις οἷς τὰς τιμωρίας ἀναπληροῖ πρὸς τἀδικήματα τούτοις ὑπερβῇ, δεύτερος ἄρχει πάλιν. οἷόν τι λέγω, ἦλθον ἐπὶ Θηβαίους Λακεδαιμόνιοι· καλῶς. οὐκοῦν καὶ δεδώκασι δίκην Θηβαίοις Λακεδαιμόνιοι. τοῦτ’ ἔχει τέλος ἡ μέμψις. | |
10 | ὅ τι δ’ ἂν μετὰ τοῦθ’ ὑπὸ τῶν Θηβαίων γίγνηται, δευ‐ τέρας ἀδικίας ὡς εἰπεῖν ἐστιν ἀρχὴ καὶ περίοδος. τοῦτο δ’ οὐκ ἐπὶ τῶν πόλεων μόνον ἐστὶν, ἀλλὰ καὶ τὰ τῶν ἰδιωτῶν ἅπαντα ὑπὸ τοῦτον τὸν λόγον ἔρχεται. τό τις ἢ τὸ ποιήσας ἐκολάσθη, λύσις ὡς εἰπεῖν αὕτη γέγονε τοῦ | |
15 | πονηρεύματος· ἐὰν δ’ ἅπαξ τιμωρησάμενος μετὰ ταῦτα ἐλαύνῃ καὶ φέρῃ τὸν δυστυχήσαντα, αὐτὸν ἤδη κολάζειν οἱ νόμοι προστάττουσι· δικαίως. τοῦτο γάρ ἐστιν ὑπὲρ τῆς φύσεως τοῦ παντὸς γένους ἡμῶν, εἶναί τι τοῖς ἁμαρ‐ τάνουσι μεθ’ ὃ δεῖ στῆναι τὴν τοῦ πεπονθότος ὀργήν. | |
20 | ἐπεὶ νῦν εἰπάτω μοί τις, ἐὰν τοῖς Θηβαίοις προσθώμεθα | |
καὶ οἱ Λακεδαιμόνιοι πάλιν κρατηθῶσι καθάπαξ, τί τὸ κωλῦόν ἐστι πάλιν δίκην ἑτέραν ἥντινα λήψονται ζητεῖν τοὺς Θηβαίους, καὶ τοῦτ’ ἀπέραντον εἶναι μέχρι παντὸς διὰ τὸ πρῶτον ἔγκλημα; ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; | 617 | |
25 | εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτί‐ θεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δ’ οἱ σύμμαχοι, κεκόσμηται δὲ | |
30 | τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δ’ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέ‐ σθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς; εἰ γὰρ καὶ αὐτοὶ πολεμοῦντες ἴδιον πόλεμον ταῦτ’ εἴργασθε αὐτοὺς, δικαίως ἄν μοι δοκοῖτε ἐνταῦθα στῆναι. τὸ δὲ | |
35 | Θηβαίοις συγκατεργάσασθαι τέλειον τὸν τῶν ἀντιπάλων | |
412 | ὄλεθρον πῶς οὐ φευκτὸν καὶ μέχρι ῥήματος; πρὸς ταῦτα τὴν εἰρήνην τὴν ἐπ’ Ἀνταλκίδου καὶ ὅ τί τις βούλεται προφερέτω. τοῦτο μὲν δὴ τὸ τῆς εἰρήνης καὶ πάντων πλείστου πρίαιντ’ ἂν Λακεδαιμόνιοι κατ’ αὐτῶν λέγεσθαι | |
5 | παρὰ τὴν νῦν χρείαν. ὅσῳ γὰρ ἂν μᾶλλον ἐκείνην μέμφη‐ σθε, τοσούτῳ προθυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνί. γέγραπται γὰρ ἐν αὐτῇ δή που τοὺς τὴν Ἀσίαν αὐτὴν οἰκοῦντας Ἕλληνας ὅ τι ἂν βούληται βασιλεὺς | |
ἐξεῖναι δρᾶσαι, τοὺς δὲ τοῦτο δυσχεραίνοντας τῆς νῦν | 618 | |
10 | πρεσβείας τῶν ἠτυχηκότων οὐκ ἔνεστιν ἀμελῆσαι. οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἴσην δεῖν εἶναι πρόνοιαν τῶν Ἑλλήνων οὐδ’ ἂν εἷς εἴποι, βλέπων εἰ καὶ εἰς μηδὲν ἕτερον, ἀλλ’ εἰς αὐτὰς ταύτας τὰς πρὸς τὸν βασιλέα συνθήκας, ὧν αἱ μὲν ἐκείνων ἐκδότους πε‐ | |
15 | ποιήκασι τοὺς Ἕλληνας τοὺς ἐπὶ θαλάττῃ, αἱ δὲ ἡμέτε‐ ραι τῆς θαλάττης ἄνω κατέχουσι βασιλέα· οὔθ’ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέντας καὶ εἰρήνης ἐπιθυμήσαντας συγχωρῆσαι ταῦτα καὶ εἰρήνης οὔσης ἐπιθυμίᾳ πολέμου παριδεῖν ἐθελοντὰς τὰ δίκαια. ὅπου δὲ καὶ γράψαι περὶ | |
20 | τῶν ἐν τῇ γῇ τῇ βασιλέως ἐξεῖναι τῷ βασιλεῖ πρᾶξαι ὅ τι ἂν βούληται βαρὺ καὶ δεινὸν, πῶς οὐ πολλῷ σχετλιώτερον αὐτοὺς συνεξεργάσασθαι τοὺς Ἕλληνας τοὺς ἐν τῇ Εὐ‐ ρώπῃ Θηβαίοις; εἰ γὰρ Λακεδαιμονίοις πολέμῳ κατειργο‐ μένοις γράψαι τοὺς ἐν τῇ γῇ τῇ βασιλέως ὅ τι ἂν βούλη‐ | |
25 | ται βασιλεὺς ἐξεῖναι ποιῆσαι κατηγορία καὶ ὄνειδος κέκρι‐ ται, πῶς ὑμῖν γε ἀνεκτὸν Ἀθηναίοις οὖσι καὶ βουλῆς κυρίοις αὐτοχειρίᾳ τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις παρα‐ δοῦναι, καὶ ταῦτα Λακεδαιμονίους; οὓς εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀξίωμα ὅ ποτε ἔσχον παραιρεῖται. | |
30 | Γένοιτο δ’ ἂν νῦν ὁ πλεῖστος ἴσως λόγος τοῖς ὑπὲρ τῶν Θηβαίων λέγουσιν ὡς ἤδη πρότερον συμμάχους αὐ‐ τοὺς ἐποιήσασθε, καὶ τῆς εἰς Ἁλίαρτον ἐξόδου καὶ τῆς ἐν Κορωνείᾳ μάχης ἀναμνήσουσιν ὑμᾶς. οὐκοῦν ἄτοπον, | |
εἰ φίλους τοὺς τότε ἐχθροὺς καὶ πολεμίους τοὺς τότε | 619 | |
35 | συμμάχους ὁμοῦ ποιήσεσθε, φαῖεν ἄν. ἐγὼ δὲ τοσούτου δέω νομίζειν ἐναντιοῦσθαι τοῖς Λακεδαιμονίοις, ὥστ’ εἰ | |
413 | μηδένα ὑπὲρ τῶν Θηβαίων ᾤμην ἐρεῖν, ἐχρησάμην ἂν ὅμως παραδείγμασιν αὐτοῖς ὑπὲρ τούτων. τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ τότε τοὺς Θηβαίους φίλους καὶ συμμάχους ἐποιησάμεθα, ἐχθροὺς καὶ πολεμίους πάντα τὸν ἔμπρο‐ | |
5 | σθεν χρόνον ὄντας, καὶ οὐδὲν ἐκώλυσεν ἡμᾶς τὰ ὑπάρ‐ χοντα ἐναντιώματα συστῆναι καὶ συλλαβεῖν αὐτοῖς, ὅτε ταὐτὰ δίκαια λέγειν ἐδόκουν ἡμῖν; ὡς μὲν οὖν οὐδέν ἐστιν ἐμποδὼν ἡ τότε συμμαχία τῷ νῦν προσδέξασθαι Λακε‐ δαιμονίους ἐκ τούτου δῆλον· ὅτι δ’, ὦ ἄνδρες Ἀθηναῖοι, | |
10 | καὶ κατ’ αὐτὴν ἐκείνην ἀναγκαῖόν ἐστι τοῖς Λακεδαιμο‐ νίοις ἐπαμῦναι καὶ τοῖς μάλιστα μεμνημένοις τῆς τότε σπου‐ δῆς περὶ τοὺς Θηβαίους, τούτοις μάλιστα οὐκ ἔνεστιν ἄλλως ποιεῖν ἢ μετατάξασθαι, τοῦτο ἔτι τοῦ προτέρου φανερώτερον ἐπιδείξω. εἰ γάρ τις ἔροιθ’ ὑμᾶς, ὦ Ἀθηναῖοι, πόσα χρή‐ | |
15 | ματα ὑμῖν καταβαλόντες Θηβαῖοι τὴν συμμαχίαν εὕροντο, εὐφήμει, φαίητε ἂν, ἡμῖν Θηβαῖοι; πόθεν; ἢ τί; τίνες δ’ ἕτεροι; πῶς οὖν αὐτοὺς προσεδέξασθε; ἦσαν μὲν γὰρ οὐ φίλοι τὸ ἀρχαῖον· οὐδεμίαν εἰπεῖν ἂν ἔχοιθ’ ἑτέραν πρόφασιν πλὴν τὸν κίνδυνον καὶ τὴν χρείαν καὶ τὸ εἰ | |
20 | περιώφθησαν ὑφ’ ἡμῶν, ἐπὶ Λακεδαιμονίοις ἂν εὐθὺς αὐτοὺς εἶναι. εἰ μὲν τοίνυν ἰδία τις ὑπῆρχεν ὑμῖν πρὸς | |
αὐτοὺς οἰκειότης, οὐδ’ οὕτω μὲν δή που δικαίως ἄν τις ἡμῖν ἐπετίμησε μὴ μέχρι παντὸς καὶ τῶν ἁμαρτημάτων κοινωνεῖν ἐθέλουσιν. ἀλλ’ ἴσως μεταβάλλεσθαι μὲν ἐδόξατ’ | 620 | |
25 | ἂν, εἰκότως δέ γε πλείω λόγον τῆς ἡμετέρας αὐτῶν δόξης ἢ τῆς ἐκείνων χάριτος ποιούμενοι. οὔσης δὲ ἧς εἶπον αἰ‐ τίας δι’ ἣν μετ’ αὐτῶν ἐγένεσθε τότε, ἐν μὲν τῷ καὶ νῦν συναγωνίζεσθαι τὸ δοκεῖν μεταβάλλεσθαι, ἐν δὲ τῷ τοὺς ἑτέρους ἀνθελέσθαι τὸ τοὺς αὐτοὺς ὄντας διατελεῖν φαίην | |
30 | ἂν ὑπάρχειν, ἐπειδήπερ μετειλήφασι τὴν ἀλλήλων τάξιν ἀμφότεροι. εἰ δέ τις φοβεῖσθαί φησι περὶ τῆς πόλεως μὴ δόξαν ἐμπληξίας ὄφλῃ, πρῶτον μὲν ὀψὲ δέδοικε· τί γὰρ οὐκ ἐλογίζετο ταῦτα ἐπὶ τῶν Θηβαίων πρότερον; ἔπειτα | |
414 | ταύτης μὲν ἀθῶος ἀφείσθω τῆς αἰτίας, ἐκεῖνο δέ γε πει‐ σθήτω, παυσάσθω τὰ ἀδεᾶ δεδιὼς καὶ πέρα τοῦ καιροῦ | |
σεμνὸς ὢν, πλὴν εἰ καὶ τοὺς κυβερνήτας ἐναντία ποιεῖν αὑτοῖς φήσει, καὶ μέμψεται ὅτι τὸν πλοῦν οὐχὶ τὸν ἐξ | 621 | |
5 | ἀρχῆς οὐδὲ τὸν εὐθὺν ἀεὶ ποιοῦνται, ἀλλ’ ἐπὶ θάτερα καὶ τὰ ἐναντία τῶν πρόσθεν διατελοῦσι κομιζόμενοι. ἄνθρωπε, ἀκολουθῶ τῇ χρείᾳ· τὸ δ’ αὐτὸ ποιῶ· μετὰ γὰρ τοῦ φέροντος ἀεὶ γίγνομαι, κατὰ καιρὸν τὴν αὐτὴν τέχνην καὶ τὸν αὐτὸν λογισμὸν ἔχων, ἄν τ’ ἐνθένδε ἐκεῖσε ἄν τ’ | |
10 | ἔμπαλιν κομίζωμαι. οὗτος ὁ τοῦ κυβερνήτου λόγος, οἶμαι, κἀμοὶ νῦν ἐστιν ὑπὲρ τῆς πόλεως αὐτὸς οὗτος ῥητέος. Ἵνα δὲ εἰδῆτε ὅτι ἁπλῶς περὶ πάντων σκοποῦμαι καὶ οὐδὲν μιγνύω φιλονεικίας, ἐρῶ τι καὶ μεῖζον τούτων. εἰ σφόδρα τῆς συμμαχίας τῆς ἔμπροσθεν μεμνήμεθα, ὥσπερ | |
15 | δεῖ, καὶ μετατάττεσθαι νῦν κατοκνοῦμεν, τοῖς μὲν Θη‐ βαίοις μὴ πολεμῶμεν, τοὺς μέντοι Λακεδαιμονίους μὴ παρίδωμεν—λέγω δὲ οὐκ αἴνιγμα—ἀλλὰ πέμπωμεν τοὺς προεροῦντας Θηβαίοις ἀπέχεσθαι Λακεδαιμονίων. κἂν μὲν ἀκούωσι ταῦτα καὶ πείθωνται, οὔτε πρὸς τούτους | |
20 | ὑπεναντίον ἡμῖν οὐδ’ ὁτιοῦν ἔσται πεπραγμένον οὔθ’ οἵδε ἀναιρήσονται διὰ τοῦτο, ἀλλ’ οἱ μὲν ὁμοίως μενοῦσι φί‐ λοι, οἱ δὲ ὑπάρξουσι πρὸς ἐκείνοις, ἀμφότεροι δὲ εἴσονται χάριν, οἱ μὲν οὐδὲν πρᾶγμα σχόντες, οἱ δὲ σωθέντες δι’ ὑμῶν. ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδικὰ αὐτοὺς | |
25 | τούτους Θηβαίους διαλύσασθαι πρὸς ἡμᾶς, μελλούσης μὲν ἤδη τῆς μάχης ἔσεσθαι, Κορινθίων δὲ παρατυχόντων καὶ διαλλαξάντων ἀμφοτέρους. νῦν δὲ δή που δικαιότερον πείθοντ’ ἂν ἡμῖν οἱ Θηβαῖοι, ὅταν πρεσβείας Λακεδαι‐ μονίων καλούσης ἡμᾶς ἐπ’ αὐτοὺς, οὕτω προνοουμένους | |
30 | ὁρῶσι σφῶν ὥσθ’ ὅπως μηδὲν ἀναγκασθῶμεν κακὸν αὐ‐ τοὺς ἐργάσασθαι παρακαλεῖν καὶ λόγῳ πείθειν, ἀλλὰ μὴ τοῖς ὅπλοις βιάζεσθαι, παρὸν ἡμῖν. ἂν μὲν οὖν ὅπερ εἶπον πείθωνται, ταῦτα κράτιστα· ἂν δὲ μὴ προσέχωσι τὸν νοῦν, αὑτοῖς, οὐκέθ’ ἡμῖν μέμψονται. ἡμεῖς μὲν γὰρ καὶ | 622 |
35 | μεμνημένοι τῆς συμμαχίας καὶ μὴ βουλόμενοι διαλύειν αὐτὴν φανούμεθα, ἐκεῖνοι δὲ οἱ τούτους τοὺς λογισμοὺς παρεορακότες καὶ οἱ μηδὲν φροντίζοντες, εἰ μεθ’ ὧν ἔμπροσθεν ἐτάττοντο, τούτοις νῦν ἐναντία θήσονται τὰ | |
415 | ὅπλα. μὴ τοίνυν ἃ πρὸς Θηβαίους δεῖ, λέγειν ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας, μηδ’ ἄν τις ἐγχειρῇ τὰ μὴ ὑμέ‐ τερα ὑμᾶς πείθειν, ἀνέχεσθε. πῶς γὰρ οὐκ ἄτοπον ἡμῶν καὶ τοὺς Θηβαίους ἐθελόντων, εἰ οἷόν τε, πεῖσαι, μὴ μό‐ | |
5 | νον ἡμᾶς αὐτοὺς, ὡς οὐ χρὴ διαστῆναι, ἐὰν οἱ Θηβαῖοι καὶ μὴ βουλομένους ἐξάγωσιν ἡμᾶς, ἡμῖν ἡσυχάζειν παραινεῖν καὶ συμμάχους κρίνειν τοὺς ἀποφεύγοντας; Φέρε δὴ πρὸς Διὸς, εἰ ταῦτ’ εἶπον οἱ Θηβαῖοι πρὸς ἡμᾶς, ἡνίκ’ ἦλθον ἐξ ἀρχῆς, ὡς ἐὰν ἀπώσωνται τὸν πό‐ | |
10 | λεμον καὶ τὸν περιεστηκότα κίνδυνον αὐτοὺς, ἐχθροὺς ὑμᾶς ποιήσονται καὶ μισήσουσιν, ἐὰν μὴ καθάπαξ αὐτοῖς ἐπιτρέψητε ἀνελεῖν τοὺς Λακεδαιμονίους καὶ τὴν Ἑλλάδα | |
ὑφ’ αὑτοῖς ποιήσασθαι, ἔσθ’ ὅστις ἂν πονηροτέρους ἀν‐ θρώπους ἡγήσατ’ ἂν εἶναι καὶ μᾶλλον δικαίους ἀπολωλέναι; | 623 | |
15 | μὴ τοίνυν ἅπερ οὐκ ἂν εὕροντο ἐξ ἀρχῆς ἐπὶ τούτοις, ταῦτα ἐπ’ ἐκείνῃ τῇ προφάσει δῶμεν νῦν, ἀλλὰ πᾶν τοὐναντίον κωλύσωμεν, εἴπερ μὴ καὶ αὐτὴν ἐκείνην ἐπὶ ταῦτα δεῖ δοκεῖν πεποιῆσθαι. οἶμαι δὲ καὶ Θηβαίους μὴ μέχρι τοσούτου φαύλους μηδ’ ἀναισθήτους εἶναι, καίπερ | |
20 | ὄντας Θηβαίους, ὥστε πλείω μέμψιν ποιεῖσθαι νῦν ὑμῖν, ἐὰν κατακωλυθῶσι Λακεδαιμονίους ἀνελεῖν, ἢ χάριν τῆς αὑτῶν σωτηρίας ἀπομνημονεύειν, ἣ δι’ ὑμῶν ἔμπροσθεν αὐτοῖς ἐγένετο. ἡδέως δ’ ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας, πότερον εἶναί φασιν αὐτοὺς συμμάχους, ἢ γε‐ | |
25 | γονέναι. εἰ μὲν γὰρ εἶναι, τί πείθουσι ποιεῖσθαι; εἰ δ’ αὖ γεγονέναι, πολὺ τούτων πρότεροι Λακεδαιμόνιοι γεγό‐ νασιν. ἔπειτ’ οὐδ’ εὔλογον γεγονέναι μὲν φάσκειν, πάλιν δ’ ὡς ὑπαρχούσης ἔτι τῆς συμμαχίας διαλέγεσθαι μὴ διαλύειν κελεύοντας. καὶ μὴν ὅτι γ’ αὐτὴν ἀπείπασθε | |
30 | οἶδεν ὁ τῆς νίκης ἄγγελος, ὃν μετὰ τὴν μάχην ἐλθόντα οὐδὲν ἐντιμότερον τῶν ὑπὸ τοῦ βαρβάρου πάλαι πεμπο‐ | |
μένων ἐδέξασθε. ὅσοι μὲν γὰρ καὶ δάκρυσι τοὺς Λακε‐ δαιμονίους ἐθρήνησαν ἀκούσαντες μεμνημένος οὐκ ἐρῶ. | 624 | |
416 | τί ποτ’ οὖν τὸ αἴτιον; ἆρά γε βάσκανοι καὶ πονηροὶ τοὺς τρόπους οὕτως ὑμεῖς ἐστὲ καὶ ὑπερβεβλήκατε πάντας ἀν‐ θρώπους πονηρίᾳ καὶ κακίᾳ ὥστε τοῖς φίλοις ἂν ἀγαθόν τι πράξωσιν ἄχθεσθαι καὶ φθονεῖν; οὐκ ἔστι ταῦτα. | |
5 | χάριέν γε νὴ τὸν Δία καὶ τοῦτ’ αὐτὸ φάσκειν. οὐκ ἔστιν. ἀλλὰ τί; σύμφυτόν ἐστι τῇ πόλει ταύτῃ πάλαι τὸ παρὰ πᾶσιν εὐδοκιμοῦν, ὃ οὔτε εἰς Μεγαρέας διέβη τουτουσὶ πλησιοχώρους ὄντας οὔτε εἰς τοὺς δευτέρους τοὺς μεγί‐ στους τῶν Ἑλλήνων τουτουσὶ τοὺς νῦν ἀθλίους Λακεδαι‐ | |
10 | μονίους, ἀλλ’ ἐνταῦθα καὶ ἔφυ καὶ ἤκμασεν εὐθὺς ἐξ ἀρχῆς. τί οὖν ἐστι τοῦτο; ῥοπὴ πρὸς τοὺς ἀσθενεῖς καὶ ἔλεος τῶν ἀτυχούντων οὐ κενὸς, ἀλλὰ διαρκὴς εἰς σωτη‐ ρίαν. τοῦτο οὔτε μνησικακεῖν ἐᾷ τὴν πόλιν οὔτε ἐξετάζειν τίς ἐστιν ὁ δυστυχῶν, ἀλλ’ ἐπειδάν τινα αἴσθηται κακῶς | |
15 | πράττοντα, εὐθέως ἐπελάθετο ὧν αὐτὴ πέπονθε. διὸ καὶ πᾶσιν ἀνθρώποις ἱκανόν ἐστι πρὸς αὐτὴν ὥσπερ ἄλλο τι σύμβολον αὐτὸ τὸ σχῆμα τῆς ἀτυχίας. διὰ τοῦτο καὶ Θηβαίους προσήκατο καὶ Λακεδαιμονίους, ὅτε πρῶτον ἐπὶ τῶν Ἡρακλειδῶν ἔγνω δυστυχοῦντας, κατῴκτειρε. περὶ | |
20 | τοίνυν τῶν εὐεργεσιῶν, ἃς εἴποι τις ἂν ὡς ὑπῆρξαν εἰς | |
ἡμᾶς οἱ Θηβαῖοι, τοῦτο μὲν οὐ συνεπιστρατεύσαντες Λα‐ κεδαιμονίοις ἐπὶ τὸν Πειραιᾶ, τοῦτο δὲ Θρασύβουλον δεξάμενοι, βλασφημήσω μὲν οὐδὲν, καὶ γὰρ ἂν μαινοίμην. καίτοι τινὸς ἤδη λέγοντος ἤκουσα ὡς ἄρα οὐχὶ τοῦ μὴ | 625 | |
25 | συνεπιστρατεῦσαι δεῖ χάριν αὐτοῖς ἔχειν μᾶλλον ἢ μέμφε‐ σθαι, καὶ νὴ Δί’, ἐκεῖνός γ’ ἔφη, καὶ μισεῖν ἀντὶ τῆς αἰτίας, δι’ ἣν τοῦτ’ ἐποίησαν. ἔφασκε γὰρ αὐτοὺς ἀπο‐ τυχόντας τοῦ διαφθεῖραι τὴν πόλιν ἡμῶν ἀγανακτεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς ταῦτα βουλομένοις λέγειν παρίημι· | |
30 | αὐτὸς δὲ τί φημι; εἰ μὲν ἔν τινι κινδύνῳ καθεστηκότες ἦσαν οἱ Θηβαῖοι, δικαίως ταῦτ’ ἄν τις ἡμᾶς ἀνεμίμνη‐ σκεν, οὐκ ἀξιῶν συνεπιστρατεύειν ἐπὶ τὴν πόλιν αὐτῶν, ὥσπερ οὐδὲ ἐκεῖνοι πρότερον τοῖς αὐτοῖς τούτοις Λακε‐ δαιμονίοις ἐπὶ τὴν ἡμετέραν, ὅτε φαύλως διέκειτο. ὑπὲρ | |
417 | δὲ τῆς Λακεδαιμονίων σωτηρίας ὄντος τοῦ λόγου, τί δεῖ τοῖς ἔξωθεν τούτοις παράγειν ὑμᾶς; τοσούτῳ γὰρ μᾶλλον οὐ περιοπτέον αὐτοὺς ὅσῳπερ μείζων ἐστὶν αἰσχύνη, εἰ Θηβαῖοι μὲν οὐκ ὤκνησαν ἡμῖν φανῆναι συναλγοῦντες | |
5 | κακῶς πράττουσι μηδεμιᾶς παρακλήσεως αὐτοῖς παρ’ ἡμῶν ἐλθούσης, ἡμεῖς δὲ ὄντες Ἀθηναῖοι ταῖς Λακεδαιμονίων συμφοραῖς ἐπιθησόμεθα, οἳ μηδὲν εἶναι τὰ σφέτερ’ αὐ‐ τῶν χωρὶς ἡμῶν ὡμολογήκασι τῇ πρεσβείᾳ. Καὶ μὴν οὐδ’ ἐκεῖνό γ’ εἰπεῖν κατοκνήσω, ὅτι εἰ μὴ | |
10 | πολλῷ, μᾶλλον δὲ τῷ παντὶ μείζους τῶν εὐεργεσιῶν τού‐ | |
των ἀντειλήφασι Θηβαῖοι χάριτας παρ’ ἡμῶν, πᾶν ὀφεί‐ λομεν αὐτοῖς. ἀλλ’ ἔστιν ὅπως, ὦ πρὸς Διὸς, ἴσον ἢ πα‐ ραπλήσιον εἶναί τῳ φαίνεται μὴ ἀκολουθῆσαι Λακεδαιμο‐ νίοις ἐμβάλλουσι καὶ Λακεδαιμονίοις ὑπὲρ τούτων ἀντι‐ | 626 | |
15 | τάξασθαι ἂν, ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας, ὃ κοι‐ νὸν ἅπασίν ἐστιν ἀνθρώποις, καὶ τοὺς ἐκείνων ὅπως μὴ ἐκπεσοῦνται μηδὲ ἀνάστατοι γενήσονται παρασκευάσαι; ταῦτα τοίνυν ἀντ’ ἐκείνων γέγονε παρ’ ἡμῶν Θηβαίοις, καὶ Λύσανδρον ἀπεκτείναμεν καὶ τρόπαιον ἀνεστήσαμεν | |
20 | καὶ καθαρὰν πολεμίων τὴν Βοιωτίαν ἀπεφήναμεν. ἆρ’ αὐτῷ τῷ μέτρῳ τὴν εὐεργεσίαν ἀπέχουσιν; ἢ κἂν εἰ ἐπ’ αὐτοῖς ἐποιησάμεθα, οὐκ ἂν εἶχον μείζω προσαιτῆσαι; θαυμάζω τοίνυν, εἰ τὰ μὲν Θηβαίων φιλάνθρωπα μνημο‐ νεύσομεν, τὴν Λακεδαιμονίων δὲ γνώμην οὐδαμοῦ θήσο‐ | |
25 | μεν· ἣν εἰ μὴ τότ’, ἐκεῖνοι μετρίαν εἶχον περὶ ἡμῶν, ταυτὶ τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε. τοσοῦ‐ τον γὰρ ἑνὸς τούτου πάντα τὰ Θηβαίων ἥττηται, ὅσῳπερ καὶ αὐτοῖς Θηβαίοις καὶ πᾶσι τοῖς βουλομένοις τὸ ἔχειν εὖ ποιεῖν ἡμᾶς οὐχ ὑπῆρχεν ἅπαξ ἀπολωλόσι, καὶ ὅσῳ | 627 |
30 | δυστυχῆσαι μὲν μᾶλλον οὐκ εἴχομεν τἀναντία οἷς Λακε‐ δαιμονίοις ἔδοξε παθόντες, εὖ δὲ παθεῖν μειζόνως ἢ ὑπὸ Θηβαίων ὕστερον, πολλοὶ δεικνύουσιν ἐνόντες τρόποι. εἰς μὲν γὰρ ταῦτα κἂν ἄλλος τις ἴσως πόρος εὑρεθείη καὶ χωρὶς τούτων, εἰς δὲ τὸ μὴ ’κεῖνα παθεῖν Λακεδαιμονίων | |
35 | ἔδει πάντως διὰ τὴν ὑπάρχουσαν τότ’ αὐτοῖς τύχην· ἣν μήποτ’ ἔχειν ὤφελον. ἐκείνη γὰρ καὶ τὴν ἡμετέραν πόλιν | |
418 | εὐθενοῦσαν κατέλυσε καὶ αὐτοὺς ἐκείνους εἰς τὰς νῦν ἤγαγε συμφοράς. Καὶ μηδεὶς οἰέσθω με τοῦτο λέγειν, ὅτι διὰ Λακε‐ δαιμονίους ἐστὲ σῶοι· μήποτε οὕτω καλῶς πράξαιεν. ἀλλὰ | |
5 | σώζει μὲν, ὦ Ἀθηναῖοι, καὶ φυλάττει τὴν ἡμετέραν πόλιν ἡ τῶν θεῶν δικαία πρόνοια καὶ ἡ λαχοῦσα αὐτὴν ἐξ ἀρχῆς ἀγαθὴ τύχη· ὅσα δ’ ἧκεν ἐπ’ ἀνθρώπους, συνε‐ πελάβοντό ποτε Λακεδαιμόνιοι καὶ Φωκεῖς καὶ ἄλλος τις οἶμαι, οὐ μὴν ἀλλ’ οὐκ ἐλάχιστον Λακεδαιμόνιοι, τό γε | |
10 | κῦρος ἔχοντες αὐτοὶ τῆς ψήφου. νῦν τοίνυν χρὴ τοῦτον ἐκεῖνον νομίσαι τὸν καιρὸν ἥκειν, ἐν ᾧ καθειστήκειμεν αὐτοὶ τότε, καὶ ἣν ἂν τότε γνώμην ἠξιώσαμεν τοὺς Λα‐ κεδαιμονίους ἔχειν ὑπὲρ ἡμῶν ἐπὶ τοῦ τοιούτου κινδύνου καὶ πράγματος αἰωρούμενοι, ταύτην ἐπειδὴ προειλήφαμεν, | |
15 | ἀνταποδῶμεν ὁμοίαν. ἱκέται δὲ ἡμῖν Λακεδαιμόνιοι γεγό‐ νασιν οἱ περὶ ὑμῶν πρότερον βουλευόμενοι καὶ τοὺς Ἕλ‐ ληνας συνάγοντες καὶ γῆν καὶ θάλατταν ἔχοντες, καὶ λέ‐ γουσιν ἱκετεύοντες μέτρια ὡς χρή τι καὶ αὐτοὺς ἀπολαῦ‐ σαι τῆς ὑμετέρας καλοκἀγαθίας, καὶ μὴ μόνον Θηβαίους, | 628 |
20 | μηδὲ τοὺς ἄλλους Ἕλληνας ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς σεσω‐ κότας ἔσεσθαι. εἰ δ’ οἱ ψήφοις βοηθήσαντες τότε νῦν ὅπλοις ἀνταξιοῦσιν ὑφ’ ὑμῶν σωθῆναι, τοῦτο καὶ μά‐ λιστα δέξασθε. ἡ μὲν γὰρ τοῦ δικαίου τάξις τὸν αὐτὸν ἔχει λόγον, ὁ δὲ τῆς εὐεργεσίας τρόπος ἀξιώματι νικῶν | |
25 | τὴν ὑπερβολὴν τῆς ὑμετέρας μεγαλοψυχίας ἐνδείξεται. ὡς αἱ μὲν ἄλλαι χάριτες κατὰ τοὺς ὑπάρχοντας ἰσχύουσιν, ἣν δ’ ὑμεῖς Λακεδαιμονίοις ἀποδώσετε νῦν, ἐφ’ ὑμᾶς αὐτοὺς ἅπασα μεταστήσεται. τὸ γὰρ ψήφῳ σωθέντας πο‐ λέμῳ καὶ ὅπλοις ἀντισῶσαι, τοῦτ’ ἐστὶ τὸ ποιοῦν τὴν | |
30 | φιλοτιμίαν καὶ δι’ οὗ τὸ Ἀθηναίους, μὴ τῶν ἄλλων τι‐ νὰς ἀνθρώπων εἶναι διαφαίνεται. εἰ δὲ καὶ ὑμᾶς νῦν ψη‐ φίζεσθαι περὶ αὐτῶν ἔδει κατὰ ταὐτὰ, οὐκ ἂν σώζουσιν ὑμῖν αὐτοὺς ἔγωγε συνήσθην, ἀλλ’ ἐκείνων τοὔργον ἔκρι‐ νον ἄν. καὶ μὴν καὶ Θηβαίους ὅτε ἐσώζετε, οὐχ ὅμοια | |
35 | ἀνθ’ ὁμοίων ἀπεδίδοτε αὐτοῖς δή που, καίτοι τηνικαῦτα μὲν οὔτε τριήρων εὐπορεῖτε οὔτε τὰ τείχη τὸν ἀναστή‐ | |
419 | σοντα εἴχετέ πω, ἀλλ’ ἀφύλακτος καὶ γυμνὴ σχεδὸν ἡ πόλις ἦν· νῦν δὲ ὁρᾶτε μὲν δή που ναῦς ἐν τῷ Πειραιεῖ τοσαύτας ἀθρόας, ὁρᾶτε δὲ τὰ τείχη ταυτὶ καὶ τὴν ἄλλην ἅπασαν παρασκευὴν ᾗ πόλεμος ἐξηρτύσθαι βούλεται. το‐ | |
5 | σοῦτον δὲ ὑμῖν τὸ περιὸν ὥστε ἀμφοτέρους ὁμολο‐ γεῖν ὁποτέροις ἂν προσθῆσθε, ἐπὶ τούτους τὴν ῥοπὴν ἥξειν. Οἶμαι τοίνυν μηδὲ ἐκεῖνο ἀργῶς μηδὲ ἀλόγως σκο‐ πεῖν, ὅτι ἂν μὲν μὴ ἀνέλωσιν οἱ Θηβαῖοι παραπεσόντος | 629 |
10 | καιροῦ τοὺς Λακεδαιμονίους, ἀλλ’ ἐπιεικεῖ τινι καὶ μετρίᾳ γνώμῃ μεταχειρίσωνται, Θηβαίους εὐδοκιμεῖν ἐστιν ἀνθ’ ἡμῶν. οὗ τί γένοιτ’ ἂν αἴσχιον; ἐὰν δ’ ἐξέλωσι καθάπαξ, οὐ φαῦλόν τι καὶ τὸ τυχὸν πάθος ἔσται τῇ Ἑλλάδι μὴ εἶναι Λακεδαιμονίους· ὄντος δὲ τούτου τοιούτου, τὸ δο‐ | |
15 | κεῖν ἡμᾶς αἰτίους εἶναι προσέσται· ὃ πολὺ τοῦ προτέρου μεῖζον, εἰ οἷόν τε εἰπεῖν. οὐ τοίνυν οὐδ’ ὅπως φείσαιντ’ ἂν αὐτῶν ὄντες Θηβαῖοι καὶ ὁτιοῦν, ἐὰν καιροῦ λάβων‐ ται, ἔχω προσδοκῆσαι. τὰ γὰρ περὶ ἡμῶν δόξαντα αὐτοῖς ὅταν ἐνθυμηθῶ καὶ τὴν ψῆφον ἐκείνην τὴν καλὴν καὶ | |
20 | πόθεν τὸ πρῶτον διέστησαν ἀπ’ αὐτῶν, πάλαι προτε‐ θρηνῆσθαι δεῖν νομίζω Λακεδαιμονίους, εἰ παρὰ τοιοῦ‐ τον κίνδυνον ἔλθοιεν. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἰκὸς περὶ οὗ μὲν ἕτεροι προειστήκεισαν πολέμου ταύτην ἐνεγκεῖν τὴν ψῆφον, οὗ δέ γε αὐτοὶ κύριοι καὶ προστάται γεγόνασι, | |
25 | τοῦτον, ἐὰν ἐπ’ αὐτοῖς γένηται, μετρίως καταθήσεσθαι, ἢ μικρόν τι διαθήσειν τοὺς ὁμοῦ τι καὶ δι’ αὐτοὺς μι‐ σοῦντας Λακεδαιμονίους καὶ δι’ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο. οὐ γὰρ ἡμᾶς μᾶλλον ἐμίσουν δι’ ἐκείνους ἢ | |
’κείνους νῦν καὶ ὑπὲρ αὐτῶν καὶ δι’ ἡμᾶς. οὐ τοίνυν | 630 | |
30 | οὐδὲ φοβηθῆναί μοι δοκεῖτε ἂν εἰκότως τοὺς Λακεδαιμο‐ νίους μὴ πράγματα ἡμῖν πάλιν παράσχωσιν, ἐὰν σωθῶ‐ σιν. εἰ γὰρ τὰ μέγιστα δοίημεν αὐτοὺς ἐλπίζειν, οὐ δή που τοῦ· κρατῆσαί γ’ ἂν ἡμῶν μεῖζόν τι προσδοκήσειαν οὐδ’ εὔξαιντο. τοῦτο τοίνυν ἴσασιν ἀκριβῶς οὐδαμῶς αὐ‐ | |
35 | τοῖς πρότερον συνενεγκὸν, ἀλλ’ ὅτε καὶ τὴν κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεμονίαν παρέλαβον, τότε δὴ τὰ ἐξ ἀν‐ θρώπων περιστάντα αὐτοὺς κακὰ, εἰς Κόρινθον, εἰς | |
420 | Βοιωτίαν, πάλιν εἰς Ἄργος, ἄνω κάτω διαθέοντας τὴν Ἑλλάδα καὶ φθειρομένους, μέχρι καὶ τοῦ Περσῶν βασι‐ λέως αἰσχρῶς ἐδεήθησαν καὶ τὰ τελευταῖα μιᾷ μάχῃ πλη‐ γέντες κατηνέχθησαν. οἷς τοίνυν ὡς ἂν εὔξαιντο πρᾶξαι | |
5 | δῆλόν ἐστιν οὐ λυσιτελοῦν καὶ οἷς ἂν διὸ δεῖ πολεμεῖν ὑπάρξῃ βλάβος ἐστὶ καὶ κίνδυνος, τῷ ποτε ἐπαρθέντες οὗτοι τοιαύτῃ πραγμάτων ἀλογίᾳ δώσουσιν αὑτοὺς, ἢ περὶ τοῦ πολεμεῖν ἐθελήσουσιν, ὅταν περὶ νίκης μὴ συμφέρῃ; τί δ’ ἂν ἐλπίσαντες ζητοῖεν πάλιν παραλαμβάνειν τὰς πόλεις, | |
10 | ἃς δεδωκυίας ἑαυτὰς οὐκ ἠδυνήθησαν κατασχεῖν; οὔθ’ ἅρμα ἀναβαίνειν οἶμαι θαρρήσειεν ἄν τις τὸν κρημνὸν ὁρῶν, εἰδὼς ὡς οὐχ οἷός τέ ἐστι μένειν ἔποχος, οὔτε πραγμάτων τοσούτων ἐπιβαίνειν, ὧν ἐκπεσὼν εὐθὺς κεί‐ σεται. ὁ γὰρ μείζονα ἢ καθ’ αὑτὸν ὄγκον ἀναιρούμενος, | |
15 | κἂν παραχρῆμα ἐνέγκῃ ῥᾳδίως, μετὰ μικρὸν ἀπώλετο συσχεθείς. Λακεδαιμόνιοι δὲ κἀκεῖνο μέμνηνται, μεθ’ ὅσης παρασκευῆς καὶ μεθ’ ὅσης συντάξεως εἰς τὸν πρότερον πόλεμον κατέστησαν καὶ συμμάχους οὕστινας καὶ τὸ ἀξίωμα | |
ὁποῖον ἔχοντες κατ’ ἐκείνους τοὺς χρόνους. | 631 | |
20 | Καὶ οὐδὲ τοῦτο λέληθεν αὐτοὺς, ὅτι εἰ μὴ αὐτὴ περὶ αὑτὴν ἡ πόλις ἔπταισε, τοῦτο μὲν τὸν πρὸς Σικε‐ λιώτας ἐπεμβαλομένη πόλεμον, τοῦτο δὲ καὶ ἐν Αἰγὸς ποταμοῖς ἀμελείᾳ τῶν στρατηγῶν τὰς ναῦς ἀπολέσασα, οὐδ’ εἰ πάντας ἀνθρώπους παρέλαβον, πλέον οὐδ’ ὁτιοῦν | |
25 | ἂν αὐτοῖς ἐγένετο ἀλλ’ ἢ ἀπειπόντες ἐδέοντ’ ἂν ἡμῶν καταλῦσαι τὸν πόλεμον, ἢ τελευτῶντες κρατηθέντες ὑπή‐ κουον ἄν. νυνὶ δὲ εἰς τί καὶ βλέψαντες τῶν πάντων τηλι‐ κοῦτον πρᾶγμα ἀνακινήσουσι; ποίαν ἀρχήν; τίνα ῥώμην; ποίας προσόδους; τίνα γενναῖον πολέμου πόρον; οὐκ ἔστιν | |
30 | οὐδέν. μὴ δὴ φαινώμεθα, ὦ Ἀθηναῖοι, δεδοικότες ἀν‐ θρώπους ἱκέτας. αἰσχρὸν γὰρ ἐάν τις ἀκούσῃ τοῦτο πρῶ‐ τον, ὅτι Ἀθηναῖοι φοβοῦνται τοὺς σωθῆναι ζητοῦντας. ἀλλὰ μηδὲ ἐπὶ νοῦν ἄγωμεν μήτ’ αὐτοῖς τούτοις μήτ’ ἄλλῳ μηδενὶ τῶν Ἑλλήνων ὅτι ἀρχὴν ὑπόνοιάν τινα τοιαύ‐ | |
35 | την περὶ αὐτῶν ἀξιοῦμεν ἔχειν. μηδαμῶς. ἀλλὰ τί καὶ οἴεσθε; οἱ Θηβαίοις οὐκ ἀνταρκέσαντες χωρὶς ἡμῶν τῷ | |
421 | ποτε πιστεύσαντες ἐφ’ ἡμᾶς ἥξουσι; τί δὲ καὶ ζητοῦντες; ἵν’ ἡμᾶς ἀνέλωσιν; ἀλλ’ ὅτ’ ἔσχον καιρὸν, οὐκ ἐποίησαν τοῦτο. ἀλλ’ ὅτι οὐ συνήνεγκεν αὐτοῖς φεισαμένοις; καὶ | |
μὴν διὰ τοῦτό γε εἴσονται σεσωσμένοι. οὐκοῦν ἵν’ ἄλλως | 632 | |
5 | πράγματα ἔχωσιν; ἀλλ’ οὐχ οὕτω μαίνονται. ὑπὲρ τοῦ ποτ’ οὖν ἐνοχλήσουσιν; οὐ γὰρ ὑπέρ γε τοῦ μισεῖσθαι· ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος. ἐπεὶ καὶ τοῦτο πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς, ἀνθρώπους σωθέντας ὑφ’ ὑμῶν καὶ τυχόντας ὧν οὐκ ἂν ἤλπισαν μείζω, τούτους | |
10 | ἡγεῖσθαί τι φρονήσειν ἄγνωμον περὶ ἡμῶν, κἂν τὴν βα‐ σιλέως ἀρχὴν καὶ δύναμιν λάβωσιν; ἔπειτα εἰ φοβησόμεθα οὓς ἂν εὖ ποιῶμεν, τίσι θαρρήσομεν; οὐχ ὁρῶ. τὸ μὲν τοίνυν Λακεδαιμονίων, διττῆς οὔσης ἁπάσης ἀσφαλείας, ἀμφοτέρας ἔχει τὰς μερίδας. οὔτε γὰρ δύνανται δή που | |
15 | ποιεῖν ἡμᾶς κακὸν οὐδὲν οὔτ’ εἰκός ἐστι βουλήσεσθαι τούτοις γε τοῖς λογισμοῖς αὐτούς. Σκεψώμεθα δὴ καὶ τὰ Θηβαίων, ἆρα ὁμοίως ἀδεᾶ, τοὺς Λακεδαιμονίους ἐὰν ἀνέλωσιν, ὥσπερ τὰ ἐκείνων, ἂν μὴ τοῦτο πάθωσιν. ἀλλὰ τίς οὐκ οἶδεν ὅτι, ἂν ἐκποδὼν | |
20 | γένωνται Λακεδαιμόνιοι, μετενήνεκται λοιπὸν ἐνταῦθα ὁ πόλεμος καὶ πρὸς ἡμᾶς ἤδη τοῖς Θηβαίοις ὁ λόγος γίγνε‐ ται; οὐ γὰρ ἐκεῖνό γε οὐδεὶς ἡμῶν πέπεισται ὅτι νῦν ἄλλο τι ζητοῦσιν ἐκεῖνοι ἢ παρελθεῖν ἐπὶ τὴν τάξιν ἐφ’ ἧς γε ἡμεῖς καὶ Λακεδαιμόνιοι μεθ’ ἡμᾶς ἐγένοντο, οὐδ’ οὕ‐ | |
25 | τως ἐσμὲν εὐήθεις ὥστε ἡγεῖσθαι Θηβαίους εὐνοϊκώτερον ἡμῖν ἢ σφίσιν αὐτοῖς ἔχειν, οὐδέ γε οὕτως ἀργοὺς οὐδὲ ὑπτίους εἶναι, ὥστε ἀνῃρημένων Λακεδαιμονίων καὶ τοῦ ἡμίσεος αὐτοῖς ὑπάρχοντος εἰς τὰ πράγματα, εἶτ’ ἐγκα‐ | |
ταλείψειν τὸ λοιπὸν ἑκόντας. οὐκ ἔστι ταῦτα. ἀλλ’ ἐμοὶ | 633 | |
30 | μὲν καὶ πρώην οὐκ οἶδ’ ὅστις ἀπήγγειλε διομνύμενος ὡς ἤδη καὶ τριήρεις ἐγνωκότες εἰσὶ ποιεῖσθαι καὶ εἰς τὴν θάλατταν ἐμβαίνειν. λέγειν γὰρ ἔφη πρὸς αὐτοὺς Ἐπα‐ μεινώνδαν ὡς οὐδὲν ὄφελος τῶν ἐν τῇ γῇ πλεονεκτημά‐ των, εἰ μὴ καὶ τὴν θάλατταν δι’ αὑτῶν ἕξουσι. τούτοις | |
35 | μὲν οὖν ἔξεστι μὲν πιστεύειν, ἔξεστι δὲ μή· ἐκεῖνο μέντοι κἀγὼ σαφῶς οἶδα καὶ οὐδὲν χεῖρον ὑμεῖς ἐμοῦ, ὅτι Θη‐ | |
422 | βαῖοι Λακεδαιμονίων κρατήσαντες ἐφ’ ἡμᾶς τρέψονται εἰ δὲ τοῦτ’ ἔσται, κινδυνεύσομεν ἢ μετὰ συμμάχων ἢ μόνοι. τὸ μὲν δὴ μόνους ἀπολειφθῆναι τί ἂν ὑμᾶς ἔγωγε δι‐ δάσκοιμι ποῖόν τι νομιστέον; εἰ δὲ ἕξομεν συμμάχους, | |
5 | βελτίους οἱ νῦν παρόντες ὧν ἄν τις φῇ τότε εὑρήσειν. καὶ μὴν οὐδὲ τὸ σχῆμα ὅμοιον. τότε μὲν γὰρ ἐκεῖνοι βοηθεῖν ἡμῖν δόξουσιν, οἵτινες ποτὲ οὗτοι γενήσονται, νῦν δὲ ἡμεῖς τούτους σώζειν. ἐπὶ δὲ ἀμφοτέροις ἐκεῖνο λέγω· τού‐ τους μὲν παραλαβόντες οὐκ ἀπόλλυτε ἐκείνους τοὺς τότ’ | |
10 | ἂν ἐλθόντας, ἔξεστι γὰρ ἀμφοτέρους ἔχειν δή που· οἷς δ’ ἂν τότε χρήσαισθε οὐκ ἔνεστιν εἰπεῖν τούτους προσέ‐ σεσθαι νῦν παροφθέντας. οὐ τοίνυν οὐδὲ τοὺς ἐθελήσον‐ τας ἂν ἡμῖν ὑπηρετῆσαι τηνικαῦτα προθύμως ὁρῶ. ὅταν γὰρ αὐτοὶ προιέμενοι Λακεδαιμονίους φαίνησθε, ταὐτὰ | |
15 | χρὴ καὶ παρὰ τῶν ἄλλων ὑμῖν ἀπαντήσειν προσδοκᾶν. καὶ μὴν οὐδ’ ἐγκαλεῖν οὐδέσιν αὐτῶν ἕξετε. ὅταν γὰρ ἃ τῶνδε παρίδητε αὐτοὶ τούτοις χρῆσθε πρὸς τοὺς ἄλλους, ἐρυ‐ θριᾶν ἀποτυγχάνοντας περιγίγνεται. πόσῳ τοίνυν βέλτιον | |
τὸν μὲν πόλεμον δέξασθαι, βεβαίους καὶ φανεροὺς ἔχον‐ | 634 | |
20 | τας τοὺς συμμάχους, τὰ δ’ ὑμέτερ’ αὐτῶν εὖ τιθεμένους δοκεῖν τῆς ἑτέρων σωτηρίας φροντίζειν, ἢ τούτους μὲν ἡλίκους εἶπον ἐᾶσαι γενέσθαι, τὸ δὲ τούτοις χαρίσασθαι φυγεῖν, εἶθ’ ἑτέρους οἵτινες ὑμῖν τοῦτο ποιήσουσιν ὕστε‐ ρον ζητεῖν, ἐὰν ἄρα τις φανῆ; | |
25 | Τοῦ μὲν τοίνυν ἐὰν Λακεδαιμονίοις προσθώμεθα μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος Λακεδαιμονίοις ἡγοῦμαι δεῖν μέλειν. τὸ γὰρ πονηροτάτους ἀνθρώπων ἀποφανθῆναι καὶ πάντας ἐπ’ αὐτοὺς συστῆναι—ὃ γένοιτ’ ἂν, ἐάν τι νεωτερίζειν περὶ τοὺς εὐεργέτας ἐπιχειρῶσιν—ἐκείνοις, | |
30 | οὐχ ἡμῖν δή που διαφέρει. ὥστ’ εἰ ἄρα καὶ ἀρτίως ἐσφαλλόμην, κἂν παρακινήσωσί τί ποτε ὕστερον, περὶ αὐτῶν, οὐ περὶ ἡμῶν κακῶς ἔσονται βεβουλευμένοι. τὴν δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι Θηβαίους ἰσχυροὺς πρόνοιαν ὑμᾶς αὐτοὺς δή που ποιεῖσθαι δεῖ· τοῦτο γὰρ ὑμῖν, οὐκ‐ | |
35 | έτ’ ἐκείνοις κινδυνεύεται. οὐ μὴν οὐδ’ ἂν συμμαχήσωμεν τοῖς Θηβαίοις, πίστιν ἐνοῦσαν καθορῶ. ὅταν γὰρ ἐνθυ‐ | |
423 | μηθῶ τίνων αὐτῶν πρότερον πρὸς Λακεδαιμονίους ὄντων τί νῦν ἐπιχειροῦσιν, τῆς γε παρ’ ὑμῶν βοηθείας εἰ καὶ μνησθήσονται τὸ παράπαν θαυμάζω. ποίου γὰρ τροπαίου, τίνος ἐξόδου, τίνος συλλόγου, ποίας πράξεως ἀπελείποντο | |
5 | Θηβαῖοι Λακεδαιμονίων τὸν πρότερον χρόνον; τί μεῖζον ἐκείνων ἦγον; οὐδὲν, πλὴν εἰ τὰ ἱερά τις εἴποι. εἶτα ζη‐ | |
μίαν τὸ μὴ τέλεον τούτους ἀνελεῖν κρίναντες καὶ διὰ τοῦθ’ ἡμᾶς τοὺς πρὶν ἐχθροὺς παρακαλοῦντες, ἡμῶν τῶν ἐπὶ καιροῦ φίλων καὶ τῶν ἐκ κατασκευῆς ἀφέξονται; καὶ | 635 | |
10 | μὴν οὐδὲ ὅμοιον Λακεδαιμονίοις τε πιστεύσαντας καὶ Θη‐ βαίοις ἐξαπατηθῆναι· οὐδὲ γὰρ οὐδὲ τὸ τῆς συμμαχίας ἔχει σχῆμα ὅμοιον. Λακεδαιμονίους μὲν γὰρ σώζοντες γενναῖοί τε καὶ φιλάνθρωποι δόξετε εἶναι, Θηβαίους δ’ ἑλόμενοι πλεονεξίας ἐθέλειν εἶναι μερῖται καὶ τὴν τῆς Ἑλ‐ | |
15 | λάδος ἀρχὴν συγκατακτᾶσθαι. ἔστι δ’ ἐν μὲν χρηστῶν κοινωνίᾳ τοῖς ψευσαμένοις αἰσχύνη, ἐν δὲ πονηρῶν καὶ τοσοῦτον τοῖς ψευσθεῖσι. τὸ γὰρ ἐλπίδι κέρδους ἀδικεῖν διπλοῦν ἐστιν ὄνειδος, ὅταν παρὰ δόξαν ἐκβῇ τῳ. ταῦτα μέντοι χρὴ πόρρωθεν λογιζομένους φυλάττεσθαι τὸν τῆς | |
20 | ἀπάτης καὶ τὸν τῶν φόβων καιρὸν, καὶ μὴ τηνικαῦτα βουλεύεσθαι περὶ αὐτῶν ἡνίκα οὐδ’ αὐτὸ τοῦτο ἕξετε, μηδὲ ἀκριβῶς αὐτὰ βουληθῆναι μαθεῖν, ἀλλ’ ἕως ἔξεστι προϊδέσθαι καὶ τοὺς Λακεδαιμονίους ὥσπερ προβόλους διατηρῆσαι, τὸ τοῦ βασιλέως σοφὸν κρίναντας, ὃς ἐν τοῖς | |
25 | τελευταίοις τοῦ πολέμου διῆγεν ὑμᾶς ἐπ’ ἀνίσων, τὴν αὑτῷ συμφέρουσαν εὔνοιαν νέμων ἀεὶ τοῖς ἥττοσιν. ᾔδει γὰρ, οἶμαι, πολὺ βέλτιον ὂν μετὰ τῶν ἑτέρων ἀεὶ τοὺς ἰσχυροτέρους κακοῦν ἀπὸ τοῦ παρείκοντος ἢ καθάπαξ εἰς ἀγῶνα καταστῆναι πρὸς τοὺς τὸ ὅλον κατορθώσαντας. | |
30 | Ἃ μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν εἴποιεν ἂν, ταῦτα πρὸς τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας ὑπαρχέτω μοι· ἃ δ’ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύοντες ἁμαρτάνουσι, ταῦτα πάλιν πρὸς ἐκείνους οἳ μηδετέροις βοηθεῖν ἀξιοῦσι. δεῖ μὲν γὰρ ἔξω δή που πραγμάτων τὴν | |
35 | πόλιν εἶναι καὶ ταραχῆς, οὐδ’ ἐγὼ φήσαιμ’ ἂν ἄλλως ἔσται δὲ οὐδαμῶς, ἐὰν ἐπασκήσητε τοὺς Θηβαίους. εἰ δὲ τοῦτο φυλαττόμεθα, ἀνισωτέον τούσδε πρὸς οὓς ἀσχολή‐ | 636 |
424 | σονται. εἰ γὰρ αὐτοὶ μὲν Θηβαίοις μὴ βοηθήσομεν, τού‐ τους δὲ προησόμεθα, οὐχ ὁρῶ τὸ τούτων κέρδος, ἀλλὰ καὶ τοῖς Θηβαίοις ἄμεινον ἴσως ἢ μηδετέροις ἐπαμῦναι. εἰ μὲν γὰρ συμμάχους δεῖ καὶ φίλους ἀμέμπτους ἔχειν αὐ‐ | |
5 | τοὺς, μηδὲν ἐλλίπωμεν· εἰ δὲ τοῦτο φεύγομεν, μὴ ποιή‐ σωμεν ἀμφότερα, καὶ τὰ τούτων ἄπορα καὶ τἀκείνων ἐχθρὰ, ἀλλ’ ὑπάρχοντος τοῦ μὴ κοινωνεῖν Θηβαίοις τῆς πλεονεξίας καὶ τὸ παῦσαι τοὺς αὐτοὺς τούτους προσανα‐ λάβωμεν· εἰ δὲ μὴ, οὔτε τούτοις πλέον οὐδὲν τῆς ἡμετέ‐ | |
10 | ρας καλοκἀγαθίας οὔτε ἡμῖν τῆς ἐκείνων πλεονεξίας. ἔσται δὲ ἡμῖν καὶ περὶ τούτων ἀμελῶς καὶ πρὸς τοὺς ἑτέρους οὐκ οἰκείως βεβουλευμένον· κληρονομήσουσι δὲ Θηβαῖοι μὲν τῶν ἄθλων, ἡμεῖς δὲ τῆς αἰσχύνης· ἣν εἰ δεῖ πάντως ὑπομεῖναι, βέλτιον μὴ κενὴν, ἀλλ’ ἐπὶ τῷ λαβεῖν, τὴν | |
15 | αὐτήν γε οὖσαν. ἔπειτα καὶ ὑπνηλὸν ἴσως δόξει τοιούτων πραγμάτων ἀπολειφθῆναι τὴν πόλιν, καὶ ὥσπερ σέριφον ἤ τιν’ ἄλλην οὖσαν τῶν ἀγαπητῶς αὐτῶν σωζομένων ἐκ | |
μέσου στῆναι. τὸ μὲν γὰρ τὴν γενναιοτέραν καὶ βελτίω τάξιν ἑλέσθαι καὶ νοῦν ἔχον ἐστὶν, ὦ Ἀθηναῖοι; καὶ ἔν‐ | 637 | |
20 | τιμον, τὸ δ’ ἐξαναχωρῆσαι καὶ φυγεῖν καθάπαξ τὰ πράγμα‐ τα, τοῦτ’ ἀργίας ἤδη καὶ νωθρότητος, οὐ σοφίας οὐδὲ σεμνότητος ἔχει τάξιν οὐδεμιᾶς. ἀλλ’ οὐκ οἴεσθε, ὦ Ἀθη‐ ναῖοι, τοῦτό γε κἂν Αἰγινήτας τουτουσὶ γνῶναι καὶ Με‐ γαρέας, μηδ’ ἑτέροις ἐνοχλεῖν μηδ’ ἐμπίπτειν εἰς πράγ‐ | |
25 | ματα; ἀλλ’ ὑμῖν τοῦτο οὐκ ἔνεστι λογίζεσθαι. οὐ γὰρ ἐᾷ τὰ τρόπαια οὐδ’ αἱ τῶν πατέρων πράξεις, οὐδ’ ἃς Ἴωσι δεηθεῖσιν ἔπεμψαν ἐκεῖνοι τριήρεις, αἳ τοὺς πολλοὺς καὶ λαμπροὺς κατὰ γῆν καὶ κατὰ θάλατταν ἀγῶνας ἐνίκησαν, δι’ οὓς ἡ πόλις ἡμῶν τοσοῦτον ἑαυτὴν ὑπερῆρεν ὅσονπερ | |
30 | πρὸ τοῦ τὰς ἄλλας. Ἄξιον τοίνυν κἀκεῖνο ἐπὶ πᾶσιν ἐξετάσαι, ποτέροις συνηθέστερον ὑμῖν καὶ μᾶλλον πάτριον συντάττεσθαι, πότερόν ποτε Θηβαίοις, ἢ Λακεδαιμονίοις. ἀποβλέψατε δὴ εἰς τὰ τρόπαια τὰ τῶν πατέρων αὐτὰ ταῦτα καὶ τὰς | |
35 | ναυμαχίας, τὴν ἐπ’ Ἀρτεμισίῳ, τὴν ἐν Σαλαμῖνι, τὴν μάχην τὴν Πλαταιᾶσι, τοὐπίγραμμα τοῦ Μαραθῶνι τρο‐ | |
425 | παίου. ὅταν δὲ εἰς ταῦτα ἀποβλέψαι κελεύσω, εἰς ταυ‐ τηνὶ τὴν ἀκρόπολιν ἀποβλέψαι κελεύω καὶ τὸν Παρθε‐ νῶνα καὶ τὰ λάφυρα, ἃ μεθ’ ὧν ἐκτησάμεθα οὐχ ὅσιον προέσθαι νῦν οὐδὲ συνεξελεῖν τούτοις ἐφ’ οὓς τότε κοι‐ | |
5 | νωνοὺς εἴχομεν. φέρε δὴ, κεκάκωται μὲν ἡ Ἑλλὰς, βασι‐ λεὺς δ’ ὅπως ἔχει γνώμης ἐπὶ τοῦ πολέμου καθαρῶς | |
ἔδειξε, Θηβαῖοι δ’ ὑπὲρ ἀρχῆς βουλεύονται, ταύτῃ δ’, ἡμᾶς ἐναντιωσομένους πάντες ἴσασιν, ὑπάρχει δ’ αὐτοῖς πρὸς τὸν βάρβαρον εὐεργεσία καὶ πίστις παλαιά· ἂν οὖν | 638 | |
10 | ἢ τῶν Θηβαίων διὰ ταῦτα καλούντων θαρρούντως, ἢ καὶ αὐτὸς αὑτῷ σύμβουλος γενόμενος στρατιὰν ἔχων ἀφίκη‐ ται πάλιν δεῦρο ὁ βάρβαρος, οὐκ ἄμεινον σώους εἶναι Λακεδαιμονίους καὶ ἀποκεῖσθαι πρὸς τοιοῦτον καιρὸν καὶ τοιαύτην ἀνάγκην, ἀλλὰ μὴ τὸ τοῦ Λακεδαιμονίου συμ‐ | |
15 | βεβηκὸς ὑπάρχειν, ἑτερόφθαλμον τὴν Ἑλλάδα; τοῦτο γάρ τις αὐτῶν εἰπεῖν λέγεται πρὸς Θηβαίους ὑπὲρ ἡμῶν, ὅτε ἀναιρεῖν ἡμᾶς ἐκέλευον. πολλὰ τοίνυν με ὕπεισι καὶ πα‐ λαιὰ καὶ μεγάλα, ἃ κοινὰ ταῖς πόλεσι πρὸς ἀλλήλας ὑπάρχει χωρὶς τῆς ἐπὶ τὸν βάρβαρον συστάσεως· οἷον | |
20 | Ἡρακλεῖ μυστηρίων μετάδοσις πρώτῳ ξένων, καὶ ὡς ἀπῆλ‐ θεν ἐξ ἀνθρώπων, τιμαὶ παρὰ πρώτοις ἡμῖν αἱ αὐταὶ τοῖς θεοῖς, καὶ τῶν ἐκείνου παίδων καταφυγὴ δεῦρο, καὶ ὑμῶν προστασία καὶ μάχη πρὸς Εὐρυσθέα, τὸν ἐλαύ‐ νοντ’ αὐτοὺς, καὶ τὰ τελευταῖα, Κίμωνος εἰς Ἰθώμην | |
25 | ἄφιξις καὶ Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην. πάλιν αὖ τυράννων καταλύσεις παρὰ τούτων καὶ τὰ πρὸς Ἀλκμαιω‐ νίδας οἰκεῖα καὶ μυρία τοιαῦτα ὕπεισί με. ἀλλὰ ταῦτα μὲν ἐξαριθμεῖσθαι καὶ καταλέγειν οὔτ’ εὔπορον οὔτ’ ἴσως ἐν δυνατῷ· εἰ δέ τις, ὦ ἄνδρες Ἀθηναῖοι, μεταξὺ νυνί | |
30 | πως εἰσδραμὼν ἀγγείλειεν ὑμῖν ὅτι τοῦ Μαραθῶνι τρο‐ παίου τοὐπίγραμμα ἐκκεκόλαπται, θορυβησάντων δὲ τὸν αὐτόχειρα δείξειε, κᾆτα ἐκεῖνος φαίη τὸ Λακεδαιμονίων μόνον ἐξαληλιφέναι μέρος, τὸ δὲ λοιπὸν εἶναι σῶον καὶ | |
φανερὸν, χαλεπῶς οἶδ’ ὅτι καὶ δυσχερῶς οὐδὲν ἧττον ἔχοιτ’ | 639 | |
35 | ἄν. μὴ τοίνυν ἂν μέν τις τοὔνομα τὸ Λακεδαιμονίων ἐξα‐ λείψῃ τοῦ τροπαίου, πικρῶς καὶ χαλεπῶς ἔχειν οἴεσθε | |
426 | δεῖν, αὐτοὺς δὲ συνεξέλητε Θηβαίοις, ἐκ τῆς Ἑλλάδος οὔσης τῆς ἐπιγραφῆς, ἀλλὰ λογίζεσθε εἰ παρῆν τὰ πράγ‐ ματα εἰς τοιοῦτον καιρὸν, ὥστε Θηβαίους κεκρατηκότας αὐτῶν μεθ’ ὑμῶν παντελῶς γνώμην προτεθεικέναι περὶ | |
5 | αὐτῶν, τίν’ ἂν ψῆφον ἔθεσθε. ἆρά γε ἀπολλύναι; καὶ τίς τῶν σφόδρα ἑτοίμως ψηφισαμένων αὐτό γε τοῦτο ὁμο‐ λογήσειεν ἄν; ἀλλὰ σώζειν ὥσπερ ὑμᾶς ἐκεῖνοι πρότερον; πῶς οὖν συναναιρήσετε νῦν τοὺς αὐτοὺς τούτους; φέρε, ἐὰν δὲ συμβῇ τοῦτ’ αὐτὸ ὃ λέγω, καὶ προσθῆσθε μὲν | |
10 | τοῖς Θηβαίοις, συλλόγου δὲ γενομένου κελεύωσιν ὑμᾶς ἀποφήνασθαι τί χρὴ τοὺς Λακεδαιμονίους ποιεῖν ἢ νῦν ἢ ὕστερον, ἡνίκ’ ἂν μηδὲν ὅλως ἐκείνοις ἐνῇ, τί ἐρεῖτε, ὦ ἄνδρες Ἀθηνᾶιοι; καὶ τίνα γνώμην οἴσετε; ἀναιρεῖν οἷς ὑμᾶς οὐκ ἔδοξεν; ἀλλ’ ἐᾶν σώους; εἶθ’ ὑπὲρ ὧν ἂν | |
15 | ψήφου δεηθῶσι, τὴν σώζουσαν θήσεσθε δικαίως, τούτους ὅτ’ ἐν τοῖς ὅπλοις ἐστὶ τὸ διατηρῆσαι, συνεξελεῖν μᾶλλον αἱρήσεσθε; οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων, | |
ὑπὲρ ὧν τὸ παλαιὸν ἐξήλθετε εἰς Βοιωτίαν ταυτηνὶ καὶ οὐκ ἐπετρέψατε Θηβαίοις τούτοις οὐδὲν ἀγνωμονῆσαι πε‐ | 640 | |
20 | ραιτέρω τοῦ καιροῦ, καίπερ ἠδικημένους τὴν ἀρχὴν εἰδό‐ τες. ἃ καὶ Λακεδαιμόνιοι σαφῶς ἐπιστάμενοι παρακαλοῦν‐ τες ἥκουσι νῦν ὑμᾶς ἐπὶ τοὺς αὐτοὺς τούτους, οὐχ ὑπὲρ ἑπτὰ νεκρῶν αὑτῶν, ἀλλὰ πάντων τῶν λοιπῶν τῆς σωτη‐ ρίας, ὥσπερ ἐξ ἐκείνου λοιπὸν ὀφειλομένων ἀμφοῖν τού‐ | |
25 | τοιν, Θηβαίους μὲν ὑβρίζειν, ὑμᾶς δὲ κωλύειν. κεφάλαιον δ’ εἰπὼν καὶ δὴ πέπαυμαι. ἔχετε, ὦ Ἀθηναῖοι, Λακε‐ δαιμονίους, ὃ πάλαι προὐθυμεῖσθε, ὑπὸ χεῖρα παρόντας καὶ περίεστι τῇ πόλει δίκην εἰληφυίᾳ δόξαν φιλανθρω‐ πίας προσλαβεῖν, ἐὰν ἐθέλητε· οὗ τί γένοιτ’ ἂν ἥδιον; | |
30 | ἢ καὶ τοῦ τιμωρήσασθαι καὶ τοῦ σῶσαι τοὺς προσκρού‐ σαντας κυρίους ὑπὸ τῆς τύχης γεγονέναι; πρὸς ταῦτα βουλεύσασθε ἃ χρή. ὡς εἰ μὲν ἐγκαταλειφθέντες ὑφ’ ὑμῶν οὐκ ἀνθέξουσι, πράγματος οὐ μετρίου δόξετε αἴτιοι γεγε‐ νῆσθαι· εἰ δὲ καὶ καθ’ αὑτοὺς ἀνοίσουσιν, ἄμεινον ἐφ’ | |
35 | ὑμᾶς ἐλθεῖν τοὔνομα, ὁμοῦ καὶ χάριν ἐκ Λακεδαιμονίων | |
καὶ μνήμην πρὸς ἁπάντων ἔχον διηνεκῆ. | 641 |