TLG 0284 031 :: Aelius ARISTIDES :: Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 591–600.

Citation: Jebb page — (line)

10Πρῶτον μὲν, ὦ Ἀθηναῖοι, χάρις πολλὴ τοῖς θεοῖς, οἳ τοὺς μὲν πρότερον θρασυνομένους καὶ μηδ’ ὄνομα εἰρήνης ἐθέλοντας ἀνασχέσθαι, πολλάκις ἡμῶν προκαλουμένων αὐτοὺς, ὑπὲρ εἰρήνης δεῦρ’ ἥκειν παρεσκεύασαν ἐν τούτῳ τῷ σχήματι, τῇ πόλει δ’ ἀπέδωκαν ἐξ ἀρχῆς βουλεύσα‐
15σθαι περὶ τῶν Ἑλληνικῶν ὅπως ἂν πείσησθε. ἄξιον δὲ χρήσασθαι τῷ καιρῷ καὶ τὴν μὲν τούτων ἀγνωμοσύνην καὶ φιλονεικίαν φυλάξασθαι, τοῖς δ’ ὑμετέροις αὐτῶν ἤθεσι καὶ τρόποις ἐμμεῖναι. ἔστι μὲν οὖν παλαιός τις λόγος ὡς ἄρα οὐ ῥᾴδιον εὖ πράττοντας εὖ φρονεῖν, ἀλλ’
20οἱ πολλοὶ χείρους ὑπὸ τῆς τύχης γίγνονται· ἐγὼ δ’ ὅσοι μὲν, ὦ Ἀθηναῖοι, παρ’ ἀξίαν ἢ παρ’ ἐλπίδας εὐτυχοῦσιν, τούτους μὲν εἰκός τι πάσχειν ὑπολαμβάνω μὴ δυναμένους χρῆσθαι μείζοσιν ἢ καθ’ αὑτοὺς πράγμασιν, ὅσοις δὲ πλεῖστα μὲν τῶν Ἑλλήνων ὑπάρχει κατωρθωκέναι, οὐκ
25ἐλάττω δὲ τούτων εὐβουλίας σύμβολα πᾶσι παρεσχῆσθαι, λόγος οὐ λείπεται ταυτὸν τοῖς πολλοῖς καὶ τοῖς ἀνοήτοις
παθεῖν. ἔστι δ’ οὐ περὶ τοῦ μέλλοντος μόνον ἡμῖν ἡ591

392

βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν. ἂν μὲν γὰρ ἃ δεῖ προελώμεθα καὶ ταῦτα βεβαίως ἔχῃ, καὶ τοῦ λοιποῦ μετ’ ἀσφαλείας καὶ μετ’ εὐδοξίας τὴν πόλιν οἰκή‐ σομεν· ἐὰν δὲ πέρα τοῦ μετρίου φιλονεικήσωμεν, εὔδηλον
5δή που τοῦθ’ ὅτι καὶ περὶ τῶν ὑπαρχόντων κινδυνεύειν δεήσει. ὥσθ’ ὅσῳ μᾶλλον χαίρομεν αὐτοῖς, τοσούτῳ μει‐ ζόνως ἄξιον προϊδεῖν ὅπως ἀσφαλῶς ἕξει. οὐκ ἀγνοῶ μὲν οὖν ὅτι πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται καὶ νομίζουσιν οὐ
10μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι, τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶς ἔχουσιν. οὐ μὴν ἀλλ’ εἰ μὲν ὁμοίως ἦν τῶν τε λόγων καὶ τῶν πραγμάτων γενέσθαι κύριον, ὥστε μὴ μόνον εἰπεῖν τὰ ἥδιστα, ἀλλὰ καὶ καταπρᾶξαι, δικαίως ἄν τις τοῖς οὐκ ἐθέλουσιν οὕτω
15ποιεῖν ἤχθετο καὶ δυσκόλους ὑπελάμβανεν· εἰ δὲ χωρὶς μέν ἐστι συνεύξασθαι τὰ μέγιστα, χωρὶς δὲ συμβουλεῦσαι περὶ τῶν ἐνεστηκότων, ἓν τοῦτ’ ἀξιῶ ταῖς γνώμαις ὑπο‐ θέντας ὑμᾶς ἀκροᾶσθαι, εἰ μὴ διαμαρτάνω τῶν λογισμῶν, οὓς ἔχω περὶ τούτων.
20 Ἐγὼ τοίνυν ἡγοῦμαι τὴν πόλιν τὴν ἡμετέραν τῶν μὲν Ἑλληνίδων εὐτυχεστάτην εἶναι καὶ νὴ Δία γ’, εἰ βού‐ λεσθε, προσθήσω καὶ τῶν ἁπασῶν, οὐ μήν πω τῆς φύσεως τῆς ἀνθρωπίνης κρείττονα. ἔστι δ’ αὕτη τίς; οὐκ ἐξ ἴσου τὰ πράγματα οἱ θεοὶ σφίσι τ’ αὐτοῖς καὶ τοῖς
25ἀνθρώποις ἔνειμαν, ἀλλ’ αὐτοὶ μὲν, ἅτ’ ὄντες ἀθάνατοι καὶ κύριοι τῶν ἁπάντων, ἀθανάτους καὶ τὰς εὐτυχίας ἔχουσι καὶ οὐ δέος μή τις αὐτοὺς ἀφέληται κρείττων γενόμενος· οἷς τοσοῦτον περίεστιν, ὥστ’ οὐ μόνον αὐτοὶ τἀγαθὰ πάντα κέκτηνται, ἀλλὰ καὶ τοῖς ἄλλοις αὐτοὶ
30νέμουσι. νέμουσι δ’ οὐχ ὅνπερ αὐτοὶ κέκτηνται τρόπον, ἀλλ’ ὅσοις τὰ κράτιστα τῶν ἀνθρώπων ἔδοσαν, τὰ πλείω κατορθοῦν, οὐ πάντ’, ἔδοσαν. καὶ τούτου μέγιστον παρά‐ δειγμα οἱ νῦν ὑμᾶς ἐπὶ τὴν εἰρήνην οὗτοι προκαλούμενοι.
ἐξὸν γὰρ αὐτοῖς, εἰ μετριάζειν ἠξίουν, αὐτούς τ’ ἐξ ἀρχῆς592
35ἔχειν καὶ ἑτέροις ταῦτα βραβεύειν, ἐπαρθέντες τοῖς ὑπάρ‐ χουσιν, εἰ νῦν δυνήσονται παρ’ ὑμῶν τῶν αὐτῶν τούτων τυχεῖν, εὕρημα ποιοῦνται. μὴ τοίνυν ὅ γε τούτοις ἐγκα‐

393

λοῦμεν, τοῦτ’ αὐτοὶ πάθωμεν, μηδὲ τῆς τούτων ἀβουλίας μᾶλλον κληρονομήσωμεν ἢ τοῖς ἡμετέροις αὐτῶν λογισμοῖς χρησώμεθα, οὓς περὶ τούτων ἐξ ἀρχῆς εἴχομεν. ἴστε γὰρ δή που καὶ τότε πρὸς τὰς πολλὰς πρεσβείας αὐτῶν καὶ
5τὰ προστάγματα ἐκεῖνα μίαν ταύτην οὖσαν ἀπόκρισιν, δίκῃ διαλύεσθαι, πόλεμον δὲ κοινὸν τοῖς Ἕλλησι μὴ κινεῖν. τότε μὲν τοίνυν τούτων οὐ δεχομένων, ἀναγκαίως εἰς τὸν πόλεμον κατέστητε, νῦν δὲ πῶς εἰκὸς ἐφ’ ὑμῖν γεγενημένων μὴ χρῆσθαι τούτοις, ἅ γ’ ἐξ ἀρχῆς ἂν, εἰ μηδεὶς ἐκώλυσε
10μηδὲν, ἐπράξατε, ἀλλ’ ἀμφοτέρωθεν τὸ πρᾶγμα ἀναστρα‐ φῆναι, καὶ τοὺς μὲν τότε φυγόντας τὴν εἰρήνην νῦν ἥκειν ἐπὶ ταύτην προκαλουμένους, ἡμᾶς δ’ οἳ τότε τῆς εἰρήνης εἰχόμεθα, αὖθις αὖ τὸν πόλεμον φαίνεσθαι προαιρου‐ μένους; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὡς εἰκότως μετα‐
15βέβληνται, ἡμῖν δ’ ὡς ὀρθῶς τότ’ ἐγιγνώσκομεν αὐτὰ τὰ τούτοις συμβεβηκότα μαρτυρεῖ. ὥστ’ οὐκ ἂν δή που δικαίως μεταβαλλοίμεθα, ἢ κομιδῆ γε ἄτοπον, εἰ Λακε‐ δαιμόνιοι μὲν ἡμῖν σύμψηφοι γεγόνασιν, ἀφέντες τὰ δο‐ κοῦντα ἑαυτοῖς, ἡμεῖς δ’ ἡμῖν αὐτοῖς ὑπεναντία γιγνώ‐
20σκοντες ὀφθησόμεθα. Ἡγοῦμαι δὲ θεῶν τινα ταυτὶ πάντα στρατηγῆσαι εἴτε γὰρ ἐξ ἀρχῆς ἐθελονταὶ τὸν πόλεμον προειλόμεθα. ἀνδρείας μὲν ἄν τι τοῦτ’ ἴσως σύμβολον ἐξηνέγκαμεν, τὴν δ’ ἐπιείκειαν οὐδεὶς ἰδεῖν εἶχεν ἂν, οὔκουν ἐν αὐτοῖς
25γε οἷς ᾑρούμεθα, εἴτε καὶ βουλομένων ἡμῶν τὴν εἰρήνην ἄγειν ἐπείσθησαν οὗτοι, τὸ μὲν προορᾶσθαι τῆς Ἑλλάδος ἡμᾶς καὶ τὸ μὴ προχείρως ἔχειν πρὸς τὰς πλεονεξίας ἐπῄνεσεν ἄν τις δικαίως, τὰ δὲ τῆς ἀνδρείας καὶ τῆς δυνάμεως οὐ πάντες ἔμελλον συνείσεσθαι, οὔκουν ἐν αὐτῷ
30γε τῷ τὴν εἰρήνην ἄγειν αἱρεῖσθαι. νῦν δ’ ἀμφότερα ὡς κάλλιστα ἐνεδειξάμεθα. οἷς μὲν γὰρ τὴν εἰρήνην ἐπρεσ‐ βεύομεν οὓς πολεμεῖν διεκωλύομεν πραότητος καὶ προνοίας τῶν Ἑλλήνων ὅπως μή τι πείσονται πίστιν παρειχόμεθα, οἷς δ’ ἀναγκασθέντες πολεμεῖν κεκρατήκαμεν ἀνδρείας593
35ἅμα καὶ δυνάμεως δόξαν προσειλήφαμεν, ὥστ’ ἐξ ἀμφο‐ τέρων ὑπάρχειν τῇ πόλει θαυμάζεσθαι μετ’ εὐνοίας. ἔπειτά γ’ οἶμαι τρίτος οὑτοσί τις ἥκει πάλιν καιρὸς εὐ‐ βουλίας δεόμενος, ὃν ἐὰν ὡς χρὴ μεταχειρισώμεθα, παν‐

394

ταχῆ κρείττους τῶν ἀνταγωνιστῶν εἶναι δόξομεν. μὴ τοίνυν ἐξὸν ἅπασι κρατεῖν, καὶ ἐν οἷς νενικήκαμεν καὶ ἐν οἷς προειλόμεθα, ταῦτ’ εἰς ἄδηλον τρέψωμεν. ἡσυχασάντων μὲν γὰρ ἡμῶν αἵ τ’ ἐπὶ τῶν ἔργων εὐπραξίαι βεβαιοῦνται
5τό τε σωφρονεῖν πανταχῆ προσγίγνεται, ἂν δ’ ἀφορμὰς τῷ πολέμῳ δῶμεν, ὅσπερ εἴωθε νεωτερίζειν, δέδοιχ’ ὅπως μὴ ζητοῦντες πλείω ποιῆσαι τὰ κατορθώματα τὴν ἐπὶ τοῖς ὑπάρχουσι φιλοτιμίαν ἀποβάλωμεν. οἶμαι δ’ οὐ τοῖς ὥσπερ ἡμεῖς πράττουσι προσήκειν φιλοκινδύνως ἔχειν,
10ἀλλὰ πολλῷ μᾶλλον τοῖς ὥσπερ οὗτοι διακειμένοις. τοῖς μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο προσκαταπράξαιεν, ἔκ γε τῶν ὑπαρχόντων ἔξεστιν εὐδοκιμεῖν καὶ τῆς κρείττονος εἶναι τύχης, οἷς δ’ ἡσυχάσασι μὲν αἰσχύνη καὶ βέβαια τὰ τῆς συμφορᾶς, ἕτερον δ’ ἀναρρίπτουσι κίνδυνον ἐλπὶς ἀπαλ‐
15λαγῆναι τῶν παρόντων, ἐὰν ἄμεινον ἀγωνίσωνται, οὐδὲν ἀπεικὸς ἐγχειρεῖν, λογιζομένους ὡς ἐν μὲν τῷ σφαλῆναι παραπλησίως πράττειν ᾗ καὶ πρὸ τοῦ, κρατήσασι δὲ πάντων ἔστιν ἀπηλλάχθαι τῶν κακῶν. καὶ μὴν ὅτι μὲν τὸ μέλλον ἄδηλον ἅπασιν ἀνθρώποις οὐδεὶς ἀγνοεῖ. ὅπου
20γὰρ οὔτε τυραννὶς ἰσχυρὸν οὔτε πλοῦτος βέβαιον, μυρίαι δὲ αἱ μεταβολαὶ καὶ ἰδίᾳ καὶ δημοσία καὶ νὴ Δία γ’ οὐ πόλεσι μόνον, ἀλλὰ καὶ ὅλοις ἔθνεσι, τί τις ἂν προϊδεῖν ἔχοι; ἔστι δ’ εὖ φρονούντων ἐπ’ ἀμφότερ’ ἐξετάζοντας οὕτω τίθεσθαι πρὸς τὸ συμβαῖνον. ἡμεῖς τοίνυν κρατή‐594
25σαντες μὲν Λακεδαιμονίους καὶ παραστησάμενοι τὴν Πε‐ λοπόννησον τὴν ἀρχὴν αὐξήσομεν, ὡς ἔοικεν, εἰ δ’, ὃ μὴ γένοιτο, σφαλείημεν, τοῖς οὖσι κινδυνεύσομεν. οὐκοῦν ὅτ’ ἔλαττον τοῦ δυσχεροῦς τἀγαθὸν, κρεῖττον διηλλάχθαι. καὶ μὴν τὸ μὲν ἐξὸν ὅλως κρατῆσαι τραπέσθαι πρὸς τὴν
30εἰρήνην ἀντίρροπον τῆς πλεονεξίας ἔχει τὴν δόξαν τὴν ἐπὶ τῷ τὸ κοινῇ βέλτιστον ᾑρῆσθαι καὶ περὶ πλείονος ποιεῖσθαι τὸ τὴν Ἑλλάδα σῶσαι τοῦ διαφθεῖραι τοὺς ἀνταγωνιστὰς, τὸ δ’ ἄδηλον τοῦ μέλλοντος συμβήσεσθαι μὴ φυλάξασθαι πάσης ἔξω παραμυθίας ἐστίν.
35 Οὕτω τὸ μὲν τὴν εἰρήνην ἑλέσθαι πρὸς ἀμφότερα ὀρθῶς ἔχει, τὸ δὲ τῷ πολέμω πεπιστευκέναι πλείω τὴν

395

βλάβην τῆς ὠφελείας ἔχει παρ’ ἄλληλα θεωμένους. θαυ‐ μάζω δ’ εἰ παραστησάμενοι μὲν τοὺς Λακεδαιμονίους ἐπιστήσεσθε φείσασθαι, ἐξὸν δὲ καὶ ὑμῶν αὐτῶν ἅμα καὶ τούτων φείσασθαι νῦν οὐ τολμήσετε. καὶ τί φήσετε, ὦ
5Ἀθηναῖοι; ὅτε μὲν γὰρ Πελοπόννησον περιεπλεῖτε, καὶ ἀποβάσεις ἐποιεῖσθε εἰς τὴν χώραν καὶ Πύλον ταυτηνὶ κατελαμβάνετε καὶ τἄλλα ἐπραγματεύεσθε, εἴ τις ἔροιθ’ ὑμᾶς ἀντὶ τοῦ ταῦτα ποιεῖτε, ἦν εἰπεῖν ὅτι ἠναγκασμένοι καὶ ὅτι βουλομένων ἡμῶν ἡσυχίαν ἄγειν Λακεδαιμονίοις
10οὐ συνέδοξεν, ἀλλ’ εἰς ὅπλα καὶ πόλεμον προὐκαλοῦντο· νῦν δὲ τί φήσομεν, εἴ τις ἔροιθ’ ἡμᾶς, ἢ πλέοντας ἰδὼν ἢ κατὰ γῆν ἐξιόντας ἢ ὅλως ἕν τι τῶν αὐτῶν πράττον‐ τας; πότερον ὡς ἠναγκάσμεθα; ἀλλ’ οἱ τότ’ ἐκεῖνα ἐπαι‐
ρόμενοι νῦν ἥκουσι τὴν εἰρήνην προτείνοντες. ἀλλ’ ὡς595
15ἐλαττώσεσθέ τι ταῦτ’ ἐὰν δέξησθε; ἀλλ’ οὔτε τὴν Αἴγιναν οὐδεὶς ὑμᾶς ἀφιέναι κελεύει νῦν οὔτ’ ἐκ Ποτιδαίας ἀπιέ‐ ναι οὔτε δέχεσθαι Μεγαρέας, ἐάν τε βούλησθ’ ἐάν τε μὴ, οὔτ’ ἔνεστι πολυπραγμοσύνης οὐδὲν τοῖς δρωμένοις, ἀλλὰ κύριον μὲν τὸ πινάκιον, βέβαιος δ’ ἡ τῶν Ἑλλήνων ἀρχὴ,
20πάντα δὲ σῶα τὰ χωρία καὶ λιμένες καὶ ἵπποι καὶ τριή‐ ρεις καὶ τὸ βουλεύεσθαι περὶ αὐτῶν. οἱ δὲ τὰς σεμνὰς ἐκείνας ἐπαγγελίας ἐπαγγελλόμενοι καὶ δελεάζοντες τοὺς Ἕλληνας τῷ τῆς ἐλευθερίας ὀνόματι, οὗτοι νῦν ἐὰν αὐτοῖς αὐτονόμοις ἐξῇ τὴν ἑαυτῶν οἰκεῖν, ἀγαπᾶν ὁμολογοῦσι
25καὶ οἱ περὶ τῆς ἡγεμονίας ἀμφισβητήσαντες ὑμῖν βεβαιω‐ ταὶ μᾶλλον αὐτῆς γεγόνασι. πρὶν μὲν γὰρ ὅπλα κινῆσαι τάχα ἄν τις καὶ προσεδόκησεν αὐτοὺς ἐπιέναι, ἐγχειρή‐ σαντες δὲ ἐναντιοῦσθαι, κᾆτ’ ἀποστάντες, οὔθ’ ὡς ἀδίκως κέκτησθε τὴν ἀρχὴν οὔθ’ ὡς κωλύειν δύνανται λέγειν
30ἕξουσιν, ὥστ’ ἔργῳ τὴν ψῆφον οἴσουσιν ὡς εἰκότως ἔχετε αὐτὴν καὶ παραδώσουσι τοὺς Ἕλληνας ὑμῖν πολὺ μᾶλλον ἢ ὅτε Παυσανίαν μὲν ἀπαλλαξάντων, ὑμᾶς δ’ ἑλομένων, συνεχώρησαν αὐτοί. Καίτοι εἰ ταύτην τὴν γνώμην ἀπ’ ἀρχῆς ἔσχον Λα‐
35κεδαιμόνιοι πρὸς ὑμᾶς, τί τῶν ἁπάντων ἂν ὑμᾶς προή‐

396

γαγεν εἰς τὸν πόλεμον τουτονί; πότερον ὡς τὰς σπονδὰς παρὰ φαῦλον ἐποιήσασθε ἄν; καὶ τίνες ὑμῶν ἀμείνους θεραπεύειν τὰ θεῖα; ἀλλ’ ὡς οὐδὲν ὑμῖν ἀπόχρη δύναιτ’ ἄν τις εἰπεῖν; ἀλλὰ ταῦτα Κορίνθιοι μὲν ἐβλασφήμουν,
5ὑμῖν δ’ οὐδεὶς ἀνθρώπων σύνοιδεν. εἶθ’ ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτ’ ἤρασθε τὸν πόλεμον, εἰ νῦν ταῦτ’ ἔχειν ἔξεστιν, οὐχὶ παύσεσθε, ἀλλ’ ἄκοντες φάσκοντες πολεμῆσαι ἑκόντες οὐ τρέψεσθε πρὸς τὴν
εἰρήνην; τίνος ἕνεκα; ὅτι νὴ Δία εὐτυχήσαμεν οἷα ἂν596
10εὐξάμεθα; οὐκοῦν αὐτὸ δὴ τοῦτο καὶ βέλτιστόν ἐστιν. ἀπόλωλε μὲν γὰρ οὐδὲν ἡμῖν τῶν ὑπαρξάντων, προσγέγονε δ’ ἡ τοῦ νενικηκέναι δόξα, καὶ τὸ μηδ’ αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι. ὥστ’ εἰ τότ’ ἐστέργομεν οἷς εἴχομεν, πῶς οὐ νῦν γε κἀκείνοις καὶ τοῖς προσυπάρξασι
15στέρξαι προσήκει; τοὺς δ’ ὑπερδιατεινομένους τουτουσὶ καὶ μέχρι παντὸς ἐπεξιέναι κελεύοντας ἐρωτᾶτε τίς ὑμῖν ἐγγυητὴς ἔσται τοσούτου πράγματος. οὐ γὰρ περὶ Σφα‐ κτηρίαν γε ἀεὶ πολεμήσομεν οὐδ’ ἐφ’ ἕτοιμα τοῖς στρατη‐ γοῖς ἐξέσται πλεῖν οὐδ’ ἐκ προρρήσεως ἄγειν τοὺς πολε‐
20μίους, ἀλλ’ ἔστιν ἃ καὶ ἀγῶνος φανεῖται δεόμενα. καὶ εἰ μὲν αὐτοὶ ταῦτ’ ἐγγυᾶσθαι φήσουσι, μαινομένων λόγον, οὐχ ὑγιαινόντων ἐροῦσιν. ἔτι δ’ εἰ μὲν τούτοις ἔμελλεν ὁ κίνδυνος ἔσεσθαι μόνοις, ἀλλ’ οὐ σύμπασιν, ἦν ἄν τι τοῦτο· ὅτε δ’ οἱ πεισθέντες πρότεροι δώσομεν τὴν δίκην,
25τί τὸ κέρδος λαμβάνειν ὕστερον καὶ ζημιοῦσθαι μετὰ τούτων, ἐξὸν ὁμοῦ καὶ ἡμᾶς καὶ τούτους ἀσφαλεῖς εἶναι; ἀλλὰ μὴν εἴ γε μηδ’ ἂν οὗτοι φήσαιεν, ἔχοι δ’ ἐγγυήσα‐ σθαί τις, πῶς ὑμῖν καλῶς ἔχει ταῦτα πιστεῦσαι ἃ τούτοις ὑποσχέσθαι τῶν αἰσχρῶν εἶναι δοκεῖ; καὶ ἃ λόγῳ μόνον
30εἰπεῖν κουφότης, ἦ που βλακεία ταῦτ’ ἔργῳ πάντως θεῖναι γενησόμενα. τότε γὰρ χρὴ, κἂν ἄδηλον ᾖ τὸ μέλ‐ λον, αἱρεῖσθαι κινδυνεύειν, ὅταν τὸ τὴν ἡσυχίαν ἄγειν φανερῶς χεῖρον ᾖ. οἷον ὅθ’ ἡμῖν ἐπῄεσαν οἱ βάρβαροι, κινδυνεύειν ἔδει. διὰ τί; ὅτι δουλεύειν ἦν, εἰ μὴ τοῦτ’

397

ἐποιήσαμεν. πάλιν ἡνίχ’ οὗτοι προσέταττον ἃ δεξαμένοις οὐ καλῶς ἔμελλε σχήσειν. ὅτε δὲ ἐν μὲν τῇ ἡσυχίᾳ δόξα μετὰ ἀσφαλείας, ἐν δὲ τῷ πολεμεῖν οὐ μόνον περὶ τῶν
ὄντων, ἀλλὰ καὶ περὶ αὐτῆς τῆς δόξης ὁ κίνδυνος, τί δεῖ597
5τετυφωμένως οὕτω φιλονεικεῖν, ὥσπερ ὑμῖν αὐτοῖς οὐχ ἧττον ἢ τούτοις χαλεπαίνοντας; σκέψασθε γὰρ καὶ τοῦτο, ὅτι τὴν μὲν εἰρήνην ὡς ἀκίνδυνον ἐπιεικῶς πάντες ἀσπά‐ ζονται, τοὺς πολέμους δ’ ὑπὲρ εὐδοξίας οἵ γε ἐπιεικεῖς ὑφίστασθαι δοκοῦσιν. ὥσθ’ ὑπὲρ μὲν τούτων γένοιτ’ ἂν
10ἴσως ἔρις καὶ βουλεύσαιντ’ ἂν ἕκαστοι πρὸς τὸν αὑτῶν τρόπον, οἱ μὲν τὴν ἀσφάλειαν, οἱ δὲ τὸ κρεῖττον προαι‐ ρούμενοι· νυνὶ δὲ οὐκ ἔνεστι χωρίσαι, ἀλλ’ ὥσπερ θεῶν τινὸς ὑμῖν δεικνύντος ὅτι χρὴ τὴν εἰρήνην δέχεσθαι, καὶ μετὰ μὲν ταύτης ἅμα τ’ ἀσφαλῶς οἰκεῖν καὶ φιλοτιμεῖσθαι,
15τὸν πόλεμον δ’ αἱρουμένοις οὐχ ἧττον ἀδοξεῖν ἢ κινδυ‐ νεύειν ὑπάρχει. τί δή ποτε; ὅτι τὰς μὲν διαλλαγὰς οὐ φόβῳ περὶ ἡμῶν αὐτῶν ποιεῖσθαι δόξομεν, ἀλλὰ φιλαν‐ θρωπίᾳ· τοῦτο δ’ οὐ μικρὸν εἰς ἀρετῆς λόγον· τοῦ πο‐ λέμου δ’ ἐχόμενοι τριῶν τῶν χειρίστων δόξαν οἰσόμεθα,
20ἀπληστίας, ὠμότητος, ἀβουλίας. καὶ γὰρ πλειόνων ἢ δεῖ γλί‐ χεσθαι καὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς ἐπιχαίρειν καὶ μὴ ἐπίστασθαι βουλεύσασθαι περὶ πραγμάτων ἐστὶν ἐν αὐτῷ. καίτοι τούτων οὐκ ἄν ποτ’ ἐναντιώτερα τῇ φύσει τῆς πόλεως ὀνείδη γένοιτο. εἰ δὲ καὶ πταῖσαι προσέσται, τί τίς ἂν λέγοι;
25 Μὴ τοίνυν ἐκείνην τὴν ἡμέραν ἀναμείνητε, ἐν ᾗ κατ’ ἀνάγκας δόξετε τῆς εἰρήνης ἐπιθυμεῖν, ἀλλὰ βουλήθητε ἐν ὅσῳ κύριοι καθέστατε καὶ πολεμεῖν καὶ τὴν ἡσυχίαν ἄγειν χαρίσασθαι τοῖς Ἕλλησιν, εἰ καὶ μὴ τούτοις, πα‐ ραδείγμασιν οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πρό‐
30τερον χρώμενοι. κρατήσαντες γὰρ τῶν βαρβάρων καὶ ζη‐ τοῦντες ὡς ἐπὶ πλεῖστον ἐξελθεῖν, πλεύσαντες εἰς Αἴγυπτον
πεντήκοντα καὶ διακοσίας τριήρεις δυοῖν στόλοιν ἀπεβάλο‐ μεν. καὶ μὴν ὅτι πολλῷ ῥᾷον τῶν βαρβάρων ἢ Λακεδαι‐ μονίων κρατεῖν τίς οὐκ οἶδεν; ἃ χρὴ λογίζεσθαι καὶ598

398

μηδὲν νῦν παθεῖν παραπλήσιον, ἀλλ’ ἀτοπώτατον νομίσαι τῶν ἁπάντων εἶναι εἰ Νίσαιαν μὲν καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔχοντές ποτε, τούτων ἐθελονταὶ παρεχωρήσαμεν, πλείονος ἀξίαν τὴν εἰρήνην τῶν ἀπὸ τοῦ πολέμου πλεονεξιῶν ἡγού‐
5μενοι, νυνὶ δ’ ἐξὸν μετὰ τοῦ μηδὲν προέσθαι τῶν ὑπαρ‐ χόντων δόξαν φρονήσεως ἅμα καὶ δυνάμεως προσλαβεῖν οὐκ ἐθελήσομεν. ἀλλ’ ἐκλείπειν μέν ποτε τὴν πόλιν καὶ προΐεσθαι καὶ ἱερὰ καὶ τάφους καὶ ἅμα τοῖς σώμασι καὶ τοῖς οὖσι κινδυνεύειν ᾠόμεθα δεῖν, τῆς κοινῆς σωτηρίας
10τῶν Ἑλλήνων ἕνεκα, ἐξὸν δ’ ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας σῶσαι τὰ πράγματ’ αὐτοῖς, οὐ τολμήσομεν, ἀλλὰ τῶν μὲν ἀθλητῶν εὖ βουλεύεσθαι νομίζομεν οἵτινες ἂν νικῶντες καταλύωσι καὶ μὴ πρὸς ἀνάγκην, αὐτοὶ δ’ οὐχ οὕτω πράξομεν, οὐδ’ εἰσόμεθα ὅτι πρὸς μὲν τοὺς
15βαρβάρους καὶ μέχρι τῶν ἐσχάτων ἴσως προσήκει προϊέ‐ ναι, τοὺς δὲ τῶν Ἑλλήνων πρὸς ἀλλήλους ἀγῶνας τοῖς στεφανίταις ἀγῶσι νομίζειν προσεοικέναι καὶ τὴν νίκην ἀποχρῶν ἡγεῖσθαι τέλος, πέρα δὲ μηδὲν ζητεῖν. εἰ δ’ αὖ κἀκεῖνον ἀληθῆ χρὴ νομίζειν τὸν λόγον ὡς ὁ πρὸς ἀλλή‐
20λους πόλεμος τοῖς Ἕλλησι στάσει προσέοικεν, ἄριστον δή που σκοπεῖν ὅπως τις ὡς τάχιστ’ αὐτὸν καταλύσεται καὶ μὴ ζητεῖν εἰς ἀπέραντον ἐκτείνειν οὗ μηδ’ ἄρξασθαι προσῆκε. καὶ μὴν εἰ πρότερον δυσκόλως τινὲς τῶν Ἑλλήνων ἔσχον πρὸς ὑμᾶς ἐξ ἀδίκων ὑπονοιῶν, νῦν γε ἅπαντες
25σωτῆρας ἑαυτῶν κρινοῦσιν, ἐὰν αὐτοὺς πραγμάτων καὶ κακῶν ἀπαλλάξητε. οὐ γὰρ τοῖς κατ’ ἀνάγκην δεηθεῖσι τὴν χάριν προσθήσουσιν, ἀλλὰ τοῖς καὶ ταῦτα κἀκεῖ‐
να βουλεύσασθαι κυρίοις οὖσι τὰ κοινῇ συμφέροντα προκρίνασιν. ἡγοῦμαι δ’ εἰ μέν τι πιστόν ἐστι Λακεδαι‐599
30μονίοις, πανταχῆ καλῶς ἡμῖν ἔσεσθαι διεγνωσμένα, εἰ δ’ αὖ νεωτερίζειν ἐγχειροῖεν, οὐκ εἶναι κρείττω κατ’ αὐτῶν λαβήν. εἰ γὰρ ὅταν μὲν δέῃ σώζειν, ὑπέρχονται, θαρ‐ ρήσαντες δὲ ἐπίασιν, οὐκ ἔστιν ὅπως οὐχ ἡμῖν στρατη‐ γήσουσιν. ἐκείνους μὲν γὰρ ὁμοῦ φαύλους τε ἡγήσονται
35καὶ μισήσουσιν ἅπαντες, ἡμῖν δὲ μετ’ εὐφημίας ὅ τι ἂν

399

οἷοί τ’ ὦσιν ὑπηρετεῖν προθυμήσονται. θαυμάζω δ’ εἴ τις δέδοικε μὲν μὴ λύσωσι τὰς σπονδὰς, πολεμεῖν δ’ ἐξεπί‐ τηδες αἱρεῖται καὶ μὴ λογίζεται τοὐναντίον ἢ βούλεται ποιῶν. ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν, οὐκ ἐξ
5ἀρχῆς γενέσθαι κωλύειν προσῆκεν. οἶμαι δ’ εἰ πανούργους καὶ σφόδρα ἀσφαλεῖς τις ἡγεῖται Λακεδαιμονίους, ὑπό γ’ αὐτῶν τῶν συμφορῶν πεπαιδευμένους ἔσεσθαι μαλακωτέ‐ ρους· ὁρῶντες γὰρ ὡς οὐδὲ τὰ πρόσθεν αὐτοῖς εἰς καλὸν ἧκεν, εἰ μὴ ἑκόντες, ἀλλ’ ἄκοντες σωφρονήσουσι. δεξαίμην
10δ’ ἂν ἔγωγε καὶ δεύτερον αὐτῶν παρακινησάντων πολεμεῖν μᾶλλον ἢ νυνί. τότε μὲν γὰρ τὴν παρὰ τῶν θεῶν αὖ βοήθειαν προσυπάρξειν ἡγοῦμαι τῇ πόλει, νῦν δ’ οὐδὲν εἶναι τοσοῦτον ἀνθ’ ὅτου προσῆκε περαιτέρω τοῦ συνοί‐ σοντος φιλονεικεῖν. ἐγὼ μὲν οὖν εἶπον ἃ βέλτιστα ἡγούμην.
15εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ μετὰ
τῶν ὑμῖν αὖ δοξάντων γενέσθαι τὴν τύχην.600