TLG 0284 030 :: Aelius ARISTIDES :: Εἰς τὸ ἐναντίον Aelius ARISTIDES Rhet. Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008) Εἰς τὸ ἐναντίον Citation: Jebb page — (line) | ||
376 | Συνεύξασθαι μὲν, ὦ Ἀθηναῖοι, τῇ πόλει καὶ ταῦτα καὶ πόλλ’ ἕτερα ἐμοί τε ἥδιστον πάντων καὶ ὑμῖν οἶδ’ ὅτι πᾶσι πρόχειρον. ἐγὼ δὲ καὶ ὅτε πρῶτον περὶ τῶν Σικελι‐ κῶν τούτων ἐσκοπεῖσθε, βουλῆς ἀγαθῆς ᾤμην δεῖν καὶ | |
5 | νῦν ἔτι πλέονος· μιᾷ γὰρ ἡμέρᾳ τῇ αὐτῇ περί τε ἀρχῆς προσθήκης βουλευόμεθα καὶ περὶ σωτηρίας ἡμῶν αὐτῶν. καὶ τοὺς μὲν λόγους οὓς ἥδιστ’ ἂν ἀκούσαιτ’ οὐκ ἀγνοῶ, τὰ δὲ πράγματα ἐν τούτῳ καθέστηκεν ὥστε μηδὲ βουλο‐ μένῳ τὴν χρείαν εἶναι παρελθεῖν. πολὺ γὰρ βέλτιον αὐ‐ | |
---|---|---|
10 | τὸν ὑμῖν, ἂν ἄρα συμβῇ, προσκροῦσαι πείθοντα καὶ δι‐ δάσκοντα ἢ περιιδεῖν ἡμᾶς περιπεσόντας ἡμῖν αὐτοῖς. παρασκευῆς μὲν οὖν οὕτως ἔχω καὶ γνώμης, ἀξιῶ δὲ γε‐ νέσθαι μοι μετὰ παρρησίας εἰπεῖν. εἰ μὲν γὰρ εὐθὺς ἀκούσαντας ἔδει παρὰ γνώμην τι πράττειν, καλῶς εἶχεν | |
15 | ἴσως φυλάττεσθαι· ἐπεὶ δὲ ἐφ’ ὑμῖν ἐστι σκεψαμένους ἑλέσθαι τῶν λεχθέντων ὁπότερ’ ἂν βούλησθε, οὐκ ὀρθῶς ἔχει φεύγειν τὴν αἵρεσιν, ἀλλὰ θέντας ἄμφω παρ’ ἄλληλα γενέσθαι τοῦ κρείττονος. χωρὶς δὲ τούτων εἰ μὲν ἦν ταῖς | |
τῶν λόγων ἡδοναῖς προσάγειν τὰ πράγματα, δυστυχία μὴ | 571 | |
20 | τοῦτον τὸν τρόπον αἱρεῖσθαι δημηγορεῖν· ἐπεὶ δ’ οὐχ ὅπως ἂν σχήματος οἱ λόγοι σχῶσι, τοιαῦτα ἀποβαίνει τὰ πράγματα, ἀλλ’ ὅπως ἂν ἐκεῖνα τύχῃ τέλους, οὕτως οἱ ῥηθέντες ἐν ἀρχῇ περὶ αὐτῶν ἔδοξαν ἔχειν λόγοι, δεῖ δέχεσθαι τοὺς ἐπ’ εὐνοίᾳ καὶ μὴ μικροῦ μέρους ἡμέρας | |
25 | τὸ μέλλον ἅπαν προΐεσθαι. ὅπου γὰρ οὐδὲ ἐν αὐτοῖς τοῖς πράγμασιν εὖ φρονούντων ἐστὶ τὰ μείζω τῶν ἐλαττόνων ἀποδίδοσθαι, ἦ που λόγου γε χάρις πρόσκαιρος οὐκ ἀν‐ τάξιον τῆς εἰς ὕστερον ἀσφαλείας τῶν ὅλων. πρῶτον μὲν οὖν πρὸς τὰ τελευταῖα τῶν εἰρημένων ἀποκρινοῦμαι· ἔπειτα | |
30 | καὶ τὴν τῶν ἄλλων ἐξέτασιν, ὡς ἂν οἷός τε ὦ, ποιήσα‐ σθαι πειράσομαι. φημὶ γὰρ ἀμφοτέρους ὀρθῶς γιγνώσκειν, ὦ Ἀθηναῖοι, ὅσοι τε ἐξ ἀρχῆς ταύτην ἔχοντες τὴν γνώ‐ | |
377 | μην ὡς οὐ χρὴ πλεῖν εἰς Σικελίαν τῶν αὐτῶν ἔχονται λόγων, ὅσοι τε σύμψηφοι τοῖς πολλοῖς ὄντες τότε νῦν τὴν ἑτέραν φέρουσιν. οἱ μὲν γὰρ ἐξ ἀρχῆς τὰ δέοντα ἐλογί‐ ζοντο, οἱ δὲ ἔργῳ δεικνύουσι προνοητικῶς ἔχοντες. ὅτε | |
5 | μὲν γὰρ ἐξῆν ἐφιέναι ταῖς ἐλπίσι, μεθ’ ὑμῶν ἦσαν, ὅτε δ’ ἡ πεῖρα τἀληθὲς εὑρίσκει, πρὸς τὸ φαινόμενον τίθεν‐ ται ἦν δ’ οἶμαι φιλονεικούντων μὲν οἷς ἐξ ἀρχῆς προεί‐ λοντο ἐθέλειν ἐμμένειν, νοῦν δὲ ἐχόντων καὶ βουλομένων σώζεσθαι τὴν πόλιν μετὰ τῶν πραγμάτων γίγνεσθαι. οὐ | |
10 | γὰρ τὰ ψηφίσματα τὰς ἐν τοῖς ὅπλοις πράξεις κατορθοῖ, ἀλλ’ ὅπως ἂν ἔχῃ τὰ τῶν πολέμων πράγματα, τοιαῦτα δεῖ περὶ αὐτῶν γίγνεσθαι τὰ ψηφίσματα. Οὗτοι μὲν οὖν οὐδὲν ἄλλο λέγουσιν ἢ ὡς ἐπειδήπερ τὸ κατ’ ἀρχὰς προήχθημεν, διὰ τοῦτο καὶ νῦν ἐπεξαμαρ‐ | |
15 | τητέον, τὸ κακὸν τοῦ κακοῦ φάρμακον ποιουμένους. ἐγὼ | |
δὲ ἐξ ὧν μεθ’ ὑμῶν ἀκούων εὑρίσκω, τοὐναντίον ἡγοῦ‐ μαι βέλτιον ἂν ἡμῖν ἔχειν, ἐξ ἀρχῆς εἰ ταῦτ’ ἀπεψή‐ φισθε. καὶ μὴν ἄριστον μὲν ἅπασιν ἀνθρώποις λογισμῷ τὸ μέλλον καταλαμβάνειν· δυοῖν γάρ ἐστι τοῖν καλλίστοιν | 572 | |
20 | σύμβολον, εὐτυχίας τε καὶ τοῦ καλῶς βουλεύεσθαι· εἰ δὲ τοῖς τοῦ βελτίστου διαμαρτοῦσι μὴ ἐξέσται τὰ δεύτερα ἐκ τῶν παρόντων μεταθέσθαι, ὃ πλεῖστόν ἐστι τῶν ἀν‐ θρωπείων, τοῦτο ἀναιρήσεται, τὸ παιδεύεσθαι παρὰ τῶν πραγμάτων, ὥστ’ ἀπέραντον ἀνάγκη τὴν κακοπραγίαν | |
25 | εἶναι. καὶ μὴν εἴ τις ἔροιθ’ ὑμᾶς τίνι τῷ μεγίστῳ νόμον ἢ ψήφισμα εἶναι διαφέρει, τοῦτ’ ἂν εὕροιτε, ὅτι οἱ μὲν νόμοι τὸ δίκαιον εἰσάπαξ εὑρόντες κοινὸν ἔταξαν κατὰ παντὸς τοῦ χρόνου, τὰ δὲ ψηφίσματα ταῖς χρείαις ἀκο‐ λουθεῖ· καὶ τὸν αὐτὸν τρόπον ὅνπερ αἱ πράξεις ἄλλοτ’ | |
30 | ἄλλως ἐπὶ τῶν καιρῶν ἀπαντῶσιν, οὕτω τὰ ψηφίσματα καὶ τὰς γνώμας οἱ καιροὶ καὶ ποιοῦσι καὶ λύουσιν· εἰκό‐ τως. ἐν ἐκείνῳ μὲν γὰρ τῷ τρόπῳ τοῖς πολίταις διαλεγό‐ μεθα, ὥστ’ ἀρκεῖ φθέγγεσθαι ταυτὸν διὰ τέλους, ταῦτα δὲ πρὸς τοὺς ἔξω καὶ πρὸς τὰς τοῦ πολέμου τύχας ἀνεύ‐ | |
35 | ρηται. οὐδὲν οὖν αὐτῶν ἐστι βέβαιον οὐδ’ ἀκίνητον, οὐδ’ οἷον μὴ λῦσαί γε δεῖν ποτε. ἀλλὰ μὴν ὅπου καὶ τοὺς | |
378 | νόμους αὐτοὺς ἐξεῖναι λύειν, ἐάν τι βλάπτωσιν, ἐν αὐτοῖς εἴρηται τοῖς νόμοις, ἦ που ψήφισμά γε, καὶ τοῦτο ὑπὲρ πλοῦ καὶ στρατείας, ἀνεπίφθονον διορθώσασθαι. ἐγὼ δ’ οὐδὲ λύσειν ὑμᾶς φημι τῶν δεδογμένων οὐδέν. εἰ μὲν γὰρ | |
5 | ἔχει τις δεῖξαι καὶ τοῦτο ἡμᾶς προσεψηφισμένους, μηδέ‐ ποτ’ ἐξεῖναι δεῦρ’ ἐπαναπλεῦσαι αὖθις, ἄλλος ἂν εἴη λόγος· νῦν δὲ κἀκεῖνο πεπλήρωται καὶ τὰ δεύτερα μὴ κεκωλύσθω. Φέρε γὰρ πρὸς θεῶν, εἴ τις εὐθὺς ἀπ’ ἀρχῆς ἠδυ‐ | 573 |
10 | νήθη πᾶν ὑμῖν ἀκριβῶς τὸ μέλλον παραστῆσαι—ἦν δ’ ἂν οὗτος, ὡς ἔοικε, θεῶν τις· οὐ γὰρ ἀνθρώπων γε οὐ‐ δεὶς οἷος ἀντισχεῖν τοῖς τόθ’ ὑμᾶς ἀνάπτουσιν—ὡς τὰ πράγματα εἰς τοῦτο περιστήσεται ὥσθ’ ἡμῖν περὶ τῶν ἀπελθόντων πρότερον γενέσθαι τὸν λόγον ἢ περὶ τῆς Σι‐ | |
15 | κελίας, ἔσθ’ οὕτω τις ἄφρων ἢ δυστυχὴς ὅτῳ ταῦτα ἤδη ἀφικέσθαι παρέστη, ὥστε τὴν πόλιν τοσαύτῃ δαπάνῃ καὶ τοσούτοις κινδύνοις περιβαλεῖν; οὐκ ἂν ἔγωγε πειθοίμην. οὐκοῦν ἅ γε προγνόντες οὐκ ἂν ἐπέμψατε, ταῦτ’ ἐπιγνόν‐ τες μεταπέμποισθ’ ἂν ἐν καιρῷ τοὺς ἄνδρας, ἄλλως τε | |
20 | καὶ οὐκ ἐν ὁμοίοις, ὦ Ἀθηναῖοι, τοῖς ὅλοις πράγμασι καὶ καιροῖς τὴν τότε γνώμην ἔσχομεν καὶ τὴν νῦν μεταθησό‐ μεθα, ἂν ἐμοὶ πείθησθε. τότε μὲν γὰρ καὶ σπονδῶν οὐ‐ σῶν πρὸς Λακεδαιμονίους καὶ τὸν οἴκοι πόλεμον νενικη‐ κότες λαμπρῶς ἐν ἐρημίᾳ πολεμίων ὄντες εἰκότως ἐτρυφῶ‐ | |
25 | μεν, νῦν δὲ ὁρᾶτε μὲν δή που τοὺς πολεμίους ἀπὸ τοῦ τείχους, ἀντὶ δὲ ὀχληροῦ κἀκείνου καὶ βαρέος, τοῦ καθ’ ἕκαστον ἔτος ἐμβάλλειν εἰς τὴν χώραν, ἵδρυνται συνεχῶς ἐπὶ ταῖς πύλαις καὶ περιέστηκεν, εἰ δεῖ μὴ ληρεῖν, ἀκρι‐ βὴς πολιορκία· χρήματα δ’ ἡμῖν τὰ μὲν εἰς τὸν ἀπόστο‐ | |
30 | λον τὸν καλὸν ἐξανήλωται, τὰ δ’ ἐν τοῖς ἄνω καιροῖς κα‐ τεχρησάμεθα· οἰκέται δ’ αὐτομολοῦσιν ὁσημέραι, τοσού‐ τοις δὲ τοῖς πᾶσιν ἐλάττους γεγόναμεν, ὅσοις ἱκανῶς ἡ μεγίστη μεθ’ ἡμᾶς πόλις κατεσκεύαστο. σκοπῶμεν οὖν εἰ δόξομεν ἢ ἡμᾶς αὐτοὺς γιγνώσκειν, ἢ τὴν πόλιν καλῶς | |
35 | θεραπεύειν, εἰ πολιορκούμενοι μὲν αὐτοὶ τοῦθ’ ἑτέρους ποιεῖν ἐπιχειρήσομεν διαπόντιοι καὶ πρὶν ἐξελθεῖν ἔχειν | 574 |
379 | ἔξω τείχους πλευσούμεθα ἐπ’ ἄλλους, τὴν Ἀττικὴν ἀπο‐ κρύψαντες, τῶν δὲ οἰκείων ἄρχειν οὐχ οἷοί τε ὄντες τῶν ἐν Σικελίᾳ βουλησόμεθα Ἑλλήνων καὶ βαρβάρων ἅμα. ἀλλ’ οὐ τοῖς εἰς ἀνάγκας ἀφιγμένοις, ἀλλ’ οἷς περίεστι | |
5 | τὰ τοιαῦτα ἴσως ἀποδέδοται. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δ’ ἐκεῖ ποῖ’ ἄττα; οὐδὲν ἀμείνω τούτων, εἰ μὴ πολλῷ φοβερώτερα, ὅσῳ γῆ τε ξένη καὶ πλείων ἡ τῶν ἀναγκαίων χρεία καὶ τοὺς κιν‐ δύνους ὀξυτέρους ἔχουσα. νῆες μὲν διάβροχοι, ναῦται δὲ | |
10 | ἀτακτοῦσι, χρήματα δ’ ἔρρει, τῶν δὲ ἐμπόρων οἱ πλείους μεθεστᾶσιν, οἰκέται δ’ αὐτομολοῦσιν, ἐφορμοῦσι δ’ οἱ πολέμιοι, μάχῃ δ’ ἡττήμεθα, τῶν δὲ ἐπιτηδείων ἡ κομιδὴ παρ’ αὐτὰς τὰς χεῖρας τῶν πολεμίων, ἀφέστηκε δ’ ἡ Σικελία, Γύλιππος δ’ οἴχεται δυνάμεις ἄξων ἑτέρας, πεπράγαμεν δ’ εὐχῆς τε ἔξω | |
15 | καὶ πέρα προσδοκίας, ὑπὸ μὲν γὰρ τῶν καταφρονούμεθα, πρὸς δὲ τοὺς διαβεβλήμεθα, οἱ δ’ ἀσθενέστατοι μόνοι λειπόμενοι φίλοι τοῦ μηδενὸς ἄξιοι τῇ χρείᾳ. τὰ δ’ Ἐγεσταίων χρή‐ ματα φροῦδα ὁμοῦ τῷ καπνῷ. Συρακοσίους δὲ οὐδὲν ἐπι‐ χωρεῖν φασιν, εἰ μὴ δίκην προσλήψονται τῆς ἐπιβουλῆς | |
20 | ἀξίαν. εἶθ’ ἡμεῖς, ὦ Ἀθηναῖοι, ταῦτ’ ἀναμενοῦμεν καὶ | |
τῶν πραγμάτων οὐκ ἀκολουθησάντων οἷς ἐψηφισάμεθα αὐτοὶ τοῖς ἐψηφισμένοις ἀκολουθεῖν ἀξιώσομεν, ὥσπερ τοῦτ’ ἀρκέσον, ἂν μὴ παυσώμεθα μωραίνοντες, ἢ Συρα‐ κοσίους κατὰ τὰς ἡμετέρας ἐπιθυμίας τὸν ἀγῶνα τὸν | 575 | |
25 | πρὸς ἡμᾶς διοίσοντας; καὶ τριῶν μὲν ἐκπεμφθέντων στρα‐ τηγῶν ὁ μὲν τέθνηκεν, ὁ δ’ εἰς τοὺς πολεμίους οἴχεται, εἷς δὲ ὁ λειπόμενος ὃν ἄκοντα ἐνθένδε ἐξηλάσαμεν, τούτῳ δ’ αὖ νῦν ἑτέρους προσκαταστήσομεν; καὶ οὐδὲ τοῦτ’ αὐτὸ ποιησόμεθα ὡσπερεὶ σύμβολον τοῦ παντὸς, ὅτι οὐχ ἡμέ‐ | |
30 | τερα τἀκεῖ οὐδ’ ἴσα τῇ δυνάμει σπουδάζομεν, εἴ γε ὁ μὲν τὰς περὶ αὐτῶν ὑποθεὶς ἐλπίδας ἐν τοῖς πολεμίοις ἐστὶ νῦν, τῷ δ’ ἀπαγορεύοντι μάλιστα τούτῳ πάντων χρῆσθαι πρὸς αὐτὰ ἠναγκάσμεθα, ἀλλ’ ὥσπερ κακῶν ἐπι‐ θήκην ζητοῦντες ἑτέρους στρατηγοὺς καὶ στρατιὰν ἄλλην | |
35 | ἐπιπέμψομεν καὶ φιλονεικήσομεν; τίνι θαρρήσαντες, ὦ | |
380 | Ἀθηναῖοι; πότερον τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι; ἀλλ’ οὕτω γ’ εἴη τοῖς πολεμίοις. ἀλλὰ τῷ πλήθει τῶν ὁπλιτῶν καὶ ἱππέων; ἀλλὰ φοβοῦμαι μὲν εἰπεῖν, ἐξάγομαι δὲ, ἐξελύσαμεν, ὦ Ἀθηναῖοι, τὸν κατάλογον καὶ τὰς συν‐ | |
5 | τάξεις πέρα τοῦ καιροῦ διεσείσαμεν. ἃ γὰρ εἰς τὴν σωτη‐ ρίαν ὑπάρχειν ἀποκείμενα χρῆν τῇ πόλει, ταῦτ’ ἀπολέξαν‐ τες ὑπὲρ τῆς τῶν Ἐγεσταίων καὶ Λεοντίνων σκιᾶς εἰς τὰ πρὸς ἑσπέραν τῆς οἰκουμένης ἀπεστείλαμεν, καὶ τῆς παροι‐ μίας οὐ πόρρω θέομεν τὰ νῦν· ἐπιθυμίᾳ γὰρ τῶν πλειό‐ | |
10 | νων καὶ ἀπόντων—ἀλλ’ ἐάσω τὸ βλάσφημον—ἀλλ’ ὅπως γε μὴ στερηθῶμεν τῶν ὄντων, τοῦτο οὐκ ἂν ἁμαρ‐ τεῖν οἴομαι προσθείς. οὐ μιμησόμεθα, ὦ Ἀθηναῖοι, τοὺς ἰατροὺς, οἳ τὰ ἐν τοῖς σώμασι ῥεύματα οὐκ ἐῶσι περαι‐ | |
τέρω χωρεῖν, ἀλλὰ τὸ φλεγμαῖνον ἴσχουσι, πρὶν εἰς ἅπαντα | 576 | |
15 | τὸν ὄγκον χυθῆναι· οὐ σωφρονιοῦμεν τὰς ἄγαν ὁρμὰς, ἀλλ’ ὁρωμένου τοῦ προτέρου κακοῦ τὰ δεύτερα προσθή‐ σομεν καὶ βαρυνοῦμεν τὰ πράγματα ἑτέροις ἵπποις καὶ ἑτέροις ἀνδράσι καὶ χρήμασι, καὶ συμποριοῦμεν τροφὴν τῷ πολέμῳ κακὴν, ὥσπερ εἴ τινες πυρκαϊᾶς ἡμμένης ἀμελή‐ | |
20 | σαντες σβεννύναι ξύλα καὶ φορυτὸν καὶ ὕλην συμφέροιεν, ὡς τούτῳ τὸ πῦρ ἐπισχήσοντες; Μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, μηδὲν ἀβέλτερον πάθητε μηδὲ ἐξαπατήσητε ὑμᾶς αὐτοὺς, ὥσπερ οἱ τοὺς ὀφθαλμοὺς συγκλείοντες, ὅπως μὴ ὁρῶσιν ἃ μὴ θέλουσιν. ἀλλ’ ἰδόν‐ | |
25 | τες οἷ πρόεισι τὰ πράγματα, ἕως ἔτι καιρὸς καὶ κύριοι τῆς βουλῆς καθέστατε, ἐπίσχετε καὶ μὴ βούλεσθε δυοῖν ὁδοῖν τὴν μὲν καθ’ ὑμῶν ἰδεῖν, τὴν δὲ ὑπὲρ ὑμῶν ἀγνοεῖν. οὐδὲ γὰρ νῦν ἐνδείᾳ σωμάτων καὶ τῆς ἄλλης παρασκευῆς οὕτω διατέθειται τὰ πράγματα, ἵν’ ὡς ἀγεννέστερον αὐ‐ | |
30 | τοῖς ἐγχειρήσαντας ἡμᾶς αὐτοὺς καταμεμφώμεθα, ἀλλ’ ἕνεκα μὲν στόλου λαμπρότητος καὶ περιουσίας ἅπαντα πέπρακται, τῇ τύχῃ δὲ ἐπταίκαμεν καὶ τῷ προεῖσθαι τὸ μέγιστον τῶν πλεονεκτημάτων, τοῦτο δ’ ἦν ὁ καιρὸς, καὶ τῷ μὴ ἐπιστῆναι ταῖς Συρακούσαις ἐν ἀκμῇ τοῦ φόβου, | |
35 | πρὸς ταῦτα καὶ Νικίου καὶ ὅτου τις βούλεται κατηγορεί‐ τω· οἱ δ’ οὖν καιροὶ προεῖνται, καὶ οὐχ οἷόν τε ἀναλα‐ | |
381 | βεῖν αὐτοὺς, οὐδ’ ἂν δὶς τοσούτους ἀποστείλωμεν. ὀφθέν‐ τες μὲν γὰρ ἐξαίφνης ἐκπλήττουσι καὶ ὀλίγοι πολλοὺς καὶ φαυλότεροι κρείττονας, ὅταν δ’ ἐφ’ ἡσυχίας διάθωνται τὸν πόλεμον οἱ τὰ δεινὰ προσδοκήσαντες πολλῷ ῥᾴους | |
5 | εἰσὶν ἀμύνασθαι τῶν ἐπελθόντων, τὴν μὲν ὀργὴν ἐξ ὧν ἐφοβήθησαν ἔχοντες, τὴν δ’ ἰσχὺν τῇ σχολῇ προσειληφό‐ τες. δοκεῖ δ’ ἔμοιγε Νικίας εἰς ταυτὸν ἀφῖχθαι κατὰ τὴν ἐπιστολὴν εἰς ὅπερ τότε δημηγορῶν. δημηγορῶν τε γὰρ, | |
ὦ Ἀθηναῖοι, βουλόμενος τῆς στρατείας ὑμᾶς ἀποστρέψαι | 577 | |
10 | πλῆθος ᾔτησε τοσοῦτον ὅσον ἥκιστ’ ἂν ὑμᾶς ᾠήθη δοῦ‐ ναι, ἵν’ ἐκ τούτου πρὸς τὴν ἀναγκαίαν ἡσυχίαν τράπησθε —ὃ καὶ σφόδρα δῆλόν ἐστιν ὡς οὐκ ἐνδείᾳ δυνάμεως εἰς ταῦτα ἐλήλυθε· πάντα γὰρ ὧν ἐμνήσθη λαβὼν ἐξέ‐ πλευσεν—ἐπιστέλλων τε ὑπὲρ τῶν ἐκεῖ νῦν πραγμάτων | |
15 | ἓν μὲν εὐθὺς καὶ σαφὲς αἰσχύνεσθαί μοι δοκεῖ δηλοῦν ὅτι ὑμῖν κλητέον ἐστὶν αὐτούς· προστίθησι δ’ ὥσπερ πα‐ ραμυθούμενος αἵρεσιν εἶναι ἢ τοὺς ἐκεῖθεν καλεῖν, ἢ πέμπειν τοσαύτην βοήθειαν, ὅση τοῖς ἐκεῖ φόβοις ἀρκέσει. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ὅπερ πρότερον συμβῇ | |
20 | καὶ ὑμεῖς μὲν πρὸς τὴν βοήθειαν καὶ τὸ πέμπειν ὁπόσους ἂν μάλιστα ἐθελήσειεν ὁρμήσητε, οἱ δὲ ταῖς αὐταῖς ἀπο‐ ρίαις ἐμπέσωσι νὴ Δί’, οὐ γὰρ ἂν τοῦτο γένοιτο; μηδὲ γὰρ γένοιτο, ὦ Ζεῦ καὶ πάντες θεοὶ, οὐδὲ ἐγὼ βούλομαι μὴ ὅτι συμβῆναι, ἀλλ’ οὐδ’ αὐτὸ τοῦτο δεῖσαι μὴ γένη‐ | |
25 | ται. ἀλλ’ οἶμαι πάντες ἐπιστάμεθα ὅτι νῦν οὐ μόνον εὐξόμενοι συνήλθομεν ὥσπερ εἰς ἱερὸν, ἀλλὰ σκεψόμενοι περὶ τῶν ὅλων. δεῖ δὲ εὐχομένους μὲν τὰ μέγιστα καὶ τὰ ἥδιστα αἰτεῖν τοὺς θεοὺς, βουλευομένους δὲ τὰ ἀσφαλέ‐ στατα ἐκ τῶν παρόντων αἱρεῖσθαι τούς γε μήθ’ αὑτοῖς | |
30 | μήτε τοῖς θεοῖς μέλλοντας ὕστερον ἐγκαλεῖν. Φρασάτω τις οὖν ἐμοὶ τίνα χρὴ λαβεῖν ἡμᾶς ἐγγυη‐ τὴν ἀξιόχρεων τῷ θαρρῆσαι θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδενὶ, ὡς ἡ αὐτὴ ἀπιοῦσα δύναμις τἀκεῖ κατασχήσει καὶ | |
382 | φόβον οὐδένα ἕτερον προσαγγελεῖ Νικίας ἡμῖν αὖθις; ὅτι νὴ Δί’ αὐτὸς εἴρηκεν, ἢ καλεῖν αὐτοὺς, ἢ πέμπειν τοὺς βοηθήσοντας; ὁ δέ γε αὐτὸς οὗτος ἐκπλέων ἐνθένδε ᾔτησε τὰ καὶ τὰ, ὡς ἀρκέσοντα, καὶ ὅμως κατὰ τὴν αὐ‐ | |
5 | τοῦ νῦν ἐκείνου μαρτυρίαν οὐδὲν τούτων ἀποχρῆσαν φαί‐ νεται. τί οὖν ἐὰν καὶ τὰ δεύτερα σφαλῆτε, ἢ καὶ μέσος | |
ᾖ τοῦ τε τἀληθῆ λέγειν καὶ τοῦ θεραπεύειν τὴν ἡμετέραν ἐπιθυμίαν; οὐχ αἱρησόμεθα, ὦ Ἀθηναῖοι, τὸ πρόδηλον καὶ ὁρώμενον πρὸ τοῦ ἀδήλου καὶ ἀπίστου καὶ τάχ’ ἂν | 578 | |
10 | ἡμᾶς αὖθις ταράξοντος; ἀλλ’ ὅμοιον πεισόμεθα ὥσπερ ἂν εἴ τινες σωμάτων ἐν νηὶ κινδυνευόντων ἀγωνιῶντες καὶ φοβούμενοι περὶ αὐτῶν, εἶθ’ ἑτέραν ναῦν προσπληροῦν ἀξιοῖεν τῆς αὐτῆς ταραχῆς ἕνεκα. ἀλλά τοι κἀν τοῖς τοιού‐ τοις οἱ βοηθοῦντες τοὺς χειμαζομένους ἐκκομίζουσιν ἐκ | |
15 | τῆς θαλάττης, οὐκ αὐτοὶ μετ’ ἐκείνων πλέουσι. καὶ μὴν εἰ μὲν, ὦ Ἀθηναῖοι, τοσαύτην δύναμιν πέμψομεν ὅση τὴν ὠφέλειαν ἐπίδηλον ἐκείνοις ἕξει, εἰς λεπτὸν παντελῶς τὸ τῶν ἐνταῦθα καθίσταται, ὥσθ’ ἅμα τε ἐκείνοις τοῖς ἐκεῖ πέμψομεν τοὺς βοηθήσοντας καὶ τοῖς ἐνταῦθα δεήσει ζη‐ | |
20 | τεῖν. εἰ δὲ διαιρήσομεν ἀμφοτέρων ἐχόμενοι, τοῦ μηδ’ ἐκείνους προέσθαι δοκεῖν καὶ τἀνταῦθα δύνασθαι δια‐ σώζειν, δέδοικα μὴ τοὐναντίον οὗ βουλόμεθα ποιήσωμεν, διαρκῆ μὲν οὐδετέρῳ τῷ μέρει τὴν ὠφέλειαν, ἑκατέρῳ δὲ ἐνδεεστέραν διὰ θάτερον, εἶτα μέσοι δυοῖν καθιζώμεθα. | |
25 | ὡς ἐγὼ δέδοικα μὲν περὶ τῷ Πειραιεῖ, συνειδὼς καὶ πρό‐ τερον πειραθέντας Πελοποννησίους εἰσπλεῦσαι κατ’ ἀρχὰς ἔτι τοῦ πολέμου, πρίν τι καὶ μικρὸν ἡμῖν τοῦ ναυτικοῦ προσπταῖσαι· δέδοικα δὲ καὶ περὶ τῶν ἀπιόντων μὴ τῆς εὐφημίας χεῖρον πράξωσι καὶ βοηθῶν ἔχοντες τοῖς ἐκεῖ | |
30 | σχῆμα τῶν ἀμφοτέρους μελλόντων συνεκσώζειν προσδεη‐ θῶσιν. εἰ γὰρ μίαν, ὦ Ἀθηναῖοι, μίαν ναυμαχίαν μόνον ἡττηθείημεν, οἱ θεοὶ δὲ πάντες τρέποιεν εἰς Συρακοσίων παῖδας καὶ τοὺς ἐκείνοις τὰ αὐτὰ φρονοῦντας, οὐκ ἔστιν ἔθ’ ἡμῖν μὴ ὅτι ἑλεῖν τἀκεῖ πράγματα, ἀλλ’ οὐδ’ ὅπως | |
35 | αὐτοὶ διαφευξόμεθα εὑρεῖν. κεκλείσεται γὰρ ὁ λιμὴν εὐ‐ θὺς καὶ μόνον οὐκ ἐν τοῖς κόλποις τῶν πολεμίων ἐνεξό‐ | |
μεθα. καὶ τί κελεύσουσι τότε ποιεῖν οἱ νῦν εὐχερεῖς οὗτοι; | 579 | |
383 | ἢ πέμπειν πάλιν ἀντ’ ἐπισιτισμοῦ Συρακοσίοις ὧν κύριοι καταστήσονται; νὴ Δί’ ἀλλὰ φοβήσονται τὴν δευτέραν ἔφοδον ταυτηνί. μᾶλλον θαρρήσουσι συνειδότες ὡς καὶ τῆς προτέρας ἐκράτησαν. καὶ γὰρ ἂν παρ’ αὐτῶν ἡμῶν | |
5 | οὕτω γ’ ἔχειν ἤδη μαρτυρίαν ἡγοῖντο, ὡς ἀπέγνωμεν μηκέτ’ ἐν εὐπόρῳ τὰ πράγματα εἶναι. οὐ γὰρ ὡς θαρ‐ ροῦντες, ἀλλ’ ὡς φοβούμενοι δή που πέμψαι τοὺς νυνὶ δόξομεν. Εἶεν. ἰδίᾳ μὲν δὴ καθ’ αὑτὸ ἑκάτερον τοσοῦτον ἔχει | |
10 | φόβον, τό τε τῆς ἐνταῦθα ἀφελεῖν δυνάμεως καὶ τὸ στρα‐ τεύειν ἐκεῖσε ὁποσοιστισινοῦν. ἀλλήλοις δὲ πῶς ὑπεναντία ταῦτα; ἐκ μὲν τοῦ τἀνταῦθα πονήρως ἔχειν, θάρσος τοῖς ἐκεῖ γίγνεται πολεμίοις, ὡς εἰ μικρὸν ἀντίσχοιεν, οὐ περαιτέρω κινδυνεύσοντας, ἐκ δ’ αὖ τοῦ παρὰ γνώμην | |
15 | ἐκεῖ πρᾶξαί τι τοῖς ἐνταῦθα πᾶσι συγκινδυνεύειν ἐστί. μὴ γὰρ ὅτι κρατηθέντος ἡμῶν τοῦ στόλου, ἢ τοῖς ὅλοις ἐκείνων ὑπερεχόντων, ἀλλ’ εἰ ψευδὴς μόνον φήμη καὶ δόξα ἀφίκοιτο, ὅτι ἐπταίκαμεν, πάντα ἀνακεχαίτισται καὶ μεθέστηκε, καὶ τῶν νῦν κατ’ ἀνάγκας ὑμῶν ἀκροωμένων | |
20 | οὐδείς ἐστιν ὅστις οὐ διὰ Λακεδαιμονίων εὐθὺς τὰ ἑαυ‐ τοῦ ποιήσεται. εἰ δὲ στερησόμεθα, ὦ Ἀθηναῖοι, τῶν συμ‐ μάχων καὶ τῶν προσόδων, τί τὸ λοιπὸν ὑμῖν; ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, ὁρᾶται δὲ ὑπὸ πάντων. ἔπειτα ἀνα‐ μιμνήσκουσιν ἡμᾶς ὡς εὐθὺς ἀπ’ ἀρχῆς ἔδοξε μὴ μά‐ | |
25 | χεσθαι Πελοποννησίοις περὶ τῆς χώρας, ἀλλ’ ἀποστόλοις καὶ περίπλοις πολεμεῖν. ὅτι δ’ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς | |
ὁ ταῦτα πείθων κἀκεῖνο συνέπειθεν, ἀρχὴν μὴ ἐπικτᾶσθαι παρὰ τὸν πόλεμον, τοῦτο οὐ βούλονται μεμνῆσθαι, πάν‐ των μάλιστα εἰκὸς ὄν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, τὴν πόλιν | 580 | |
30 | τὴν ἡμετέραν ἁπασῶν πόλεων τοσοῦτον προέχειν ὑπο‐ λαμβάνω ὥστε μὴ μόνον καθ’ ἑκάστην οἵαν τε εἶναι νι‐ κᾶν, ἀλλὰ καὶ κατὰ ἔθνη τινὰς αὐτῶν, οὐ μέντοι κρείττω γε τῆς ἀνθρωπείας φύσεως γενέσθαι ποτ’ ἂν, οὐδ’ εἰκὸς εἶναι ταῦτ’ ἀξιοῦν. οἷον Πελοποννησίων κρατεῖν ἂν ὑμᾶς | |
35 | φημι μόνους μόνων καὶ συμπάντων, καὶ πάλιν αὖ Σι‐ κελίαν οὐ χαλεπῶς ἂν λαβεῖν, εἰ πρὸς αὐτοὺς ὑμῖν εἴη | |
384 | Σικελιώτας ὁ πόλεμος. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Ἰταλίᾳ πραγμάτων, ὡς οὐκ ἂν ὑμᾶς ἐκφύγοι σχο‐ λῆς ἀπὸ τῶν ἄλλων παραπεσούσης. εἰ μέντοι δεήσει κατὰ ταυτὸν καὶ Πελοποννησίοις καὶ τοῖς ἐν Σικελίᾳ καὶ Ἕλ‐ | |
5 | λησι καὶ βαρβάροις πολεμεῖν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἀπὸ τῆς ἀντιπέρας ἠπείρου μετ’ ἐκείνων ἐσομένοις, οὐκέτι τοῦτ’ ἔχω θαρρεῖν, ἀλλὰ δέδοικα τὰς ἐλπίδας ἡμῶν μακρὰς οὔσας. ἡ γὰρ παρενθήκη τοῦ πολέμου κινδυνεύει μείζων τοῦ κεφαλαίου ἡμῖν καθίστασθαι, οἵτινες ἀξιοῦ‐ | |
10 | μεν Σικελίαν καὶ Ἰταλίαν καὶ Καρχηδόνα καὶ μικροῦ δεῖν πάντας ἀνθρώπους ὑποχειρίους ποιήσασθαι, ἵν’ αὐ‐ τοὺς δεῦρο κομίσαντες τὴν Πελοπόννησον παριστῶμεν. ἐμοὶ δὲ, ὦ Ἀθηναῖοι, καὶ μηδεὶς ὑπολάβῃ δυσκόλως, τοὐναντίον δοκεῖ πρότερον ἐγχωρεῖν τε καὶ χρῆναι τὴν | |
15 | Πελοπόννησον ὑφ’ ἡμῖν αὐτοῖς ποιήσασθαι, ἵνα διὰ τού‐ των τῶν ἔξω τοσούτων κρατήσωμεν, καὶ δεῖν διὰ τούτων ἐκεῖνα προσκτήσασθαι μᾶλλον ἢ τοῖς ἐκεῖ τούτων ἕνεκα ἐγχειρεῖν ἐν ἀκαιρίᾳ. | |
Ὅτι δ’ οὐκ ἐκείνῳ τῷ λόγῳ χρὴ πιστεύειν, ὡς ἡ πολλὴ | 581 | |
20 | τῆς Συρακοσίων δυνάμεως πρὸς ἡμῶν ἐστιν, ἀκούσατε. οὐδεὶς, ὦ Ἀθηναῖοι, τῶν ἐν Σικελίᾳ οὔτε Ἑλλήνων λέγω οὔτε βαρβάρων ἐξ ἴσου Συρακοσίους τε μισεῖ καὶ ἡμῖν εὐνοϊκῶς ἔχει, ἀλλ’ ὥς μοι δοκοῦσι διακεῖσθαι φράσω. ἐκεῖνοι, μέχρι μὲν μηδεὶς ἀφῖκτο παρ’ ἡμῶν εἰς Σικελίαν, | |
25 | ἐδυσχέραινον Συρακοσίους, ὥσπερ ἡμᾶς πολλοὶ τῶν ἡμε‐ τέρων συμμάχων. οὐδεὶς γὰρ ἑκὼν οἶμαι δουλεύειν βού‐ λεται. δυνάμεως δὲ τοσαύτης φανείσης, καὶ πάλιν ἄλλης πεμπομένης ὑφ’ ἡμῶν καὶ τῆς διανοίας οὔσης περιφανοῦς, οὐκέτ’ ἐκείνους μισοῦσι μᾶλλον ἢ ἡμᾶς δεδίασιν, ὥσθ’ | |
30 | ἡμεῖς διαλλακταὶ γιγνόμεθα αὐτοῖς. πολὺ γὰρ αὖ μᾶλλον αἱρήσονται τοὺς οἰκείους καὶ ὁμοίους, ἐὰν ἄρα καὶ παρι‐ δεῖν δέῃ μικρὸν ἐλαττουμένους αὐτῶν, ἢ τοὺς ἀλλοτρίους καὶ ἐπήλυδας. ταῦτ’ ἐστὶν ἃ δέδοικα καὶ πρὸς τούτοις, ὦ Ἀθηναῖοι, τὴν Λακεδαιμονίων ψευδολογίαν, ὑφ’ ἧς δια‐ | |
35 | βεβλήμεθα, ὡς τῷ βιαίως ἄρχειν ἅπαντας ὑπερβεβληκότες. πάντων δ’ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς αὐτῆς παραχω‐ ρῆσαι τοῦ μὴ μάχεσθαι μηδὲ κινδυνεύειν ἕνεκα, ὑπὲρ δὲ | |
385 | τῶν ἐν Συρακούσαις αἱρεῖσθαι ὁτιοῦν καὶ παθεῖν; ἢ οὐκ ἀκούετε τῆς ἐπιστολῆς, ὡς εἰ μή τις αἱρήσει τὸ παρατεί‐ χισμα χειρὶ συχνῇ βιασάμενος, πέρας τἀν τῇ γῇ πράγματα ἔχει; οὐκοῦν ἄτοπον τοὺς αὐτοὺς κινδύνους ὑπὲρ μὲν | |
5 | τῆς οἰκείας καὶ τῶν ὄντων φεύγειν, ὑπὲρ δὲ τῆς ἀλλο‐ τρίας καὶ τῶν μηδὲν προσηκόντων ὑφίστασθαι. καὶ μὴν ἐνταῦθα μὲν πρὸς Πελοποννησίους καὶ Βοιωτοὺς ἐγίγνετ’ ἂν ἡ μάχη, ἐκεῖ δὲ πρός τε τοὺς αὐτοὺς τούτους παρόν‐ τας καὶ πρὸς ἄλλους ἔτι πλείονας, τοὺς μὲν ἐξ αὐτῆς τῆς | |
10 | νήσου, τοὺς δ’ ὅθεν ἂν τύχῃ. καὶ μὴν οὐδ’ ὑπὲρ φυλακῆς γε τῆς χώρας εἰ λάβοιμεν οὐδὲν ἂν εἴποιμι· παντελῶς γὰρ | |
ἂν ἀγνοοίην τὰ παρόντα. καίτοι πρός γε τὸ τῆς Κύπρου παράδειγμα τοσοῦτον εἰπεῖν εἶχον, ὅτι βασιλεὺς μὲν ἄρχει Κύπρου διὰ πάσης συνεχοῦς ἀπὸ τῆς ἑαυτοῦ, ἡμῖν δὲ | 582 | |
15 | εὐθὺς πρὶν Μαλέαν περιπλεῦσαι πᾶν τὸ ἐν δεξιᾷ πολέμιον. Ἀλλ’ ἐῶ ταῦτα. διδότω τις ἡμῖν θεῶν Σικελίαν καὶ τὸ λοιπὸν, εἰ βούλεσθε, ὁ πάντα ἐγὼ δεδιὼς ἐγγυῶμαι. ἀλλὰ τί δεῖ τοὺς πόρρωθεν φόβους καὶ κινδύνους δε‐ διέναι, ἀφέντα τοὺς ἐν ὀφθαλμοῖς; πρὸς ταῦτα λεγόντων | |
20 | ὡς ἡ Σικελία πολλὴ καὶ ἀγαθὴ καὶ πρὸς τὸν πόλεμον λυσιτελεστάτη· ἀλλ’ ὅπως μὴ μεταβάλῃ ποθ’ ἡμῖν τὰς ἐπωνυμίας, μηδὲ τὸ τοῦ Πέρσου πάθωμεν, ὃς ἀκούων Μαρδονίου περὶ τῆς Εὐρώπης ὅτι πολλὴ καὶ ἀγαθὴ καὶ οὐδὲν φαυλοτέρα τῆς Ἀσίας κεκτῆσθαι, ἀγαπητὸν κέρδος | |
25 | εὗρε τὴν σωτηρίαν. ὅτου γὰρ ἂν πράγματος μὴ τὸ δυνα‐ τὸν ἡγῆται, τό γε λοιπὸν ὕθλοι καὶ σκιαί. νὴ Δί’ αἰσχρὸν γὰρ φυγεῖν ἐκ Σικελίας. πότερον εἰ κρατῆσαι παρὸν φεύ‐ γοιμεν, ἢ καὶ ὁπωσοῦν; εἰ μὲν γὰρ ἐὰν κρατῆσαι παρὸν, δειξάτω τις ὡς ἔξεστιν· εἰ δὲ καὶ ὁπωσοῦν, οὐδὲν ἄλλο ἢ | |
30 | τὸ σωθῆναι δεινὸν ἡγοῦνται. ἔτι τοίνυν ἡδέως ἂν ἐροίμην αὐτοὺς πότερον αὐτὸν τὸν κατάπλουν τῶν τριήρων καὶ στρατιωτῶν αἰσχρὸν νομίζουσιν. ἀλλὰ μὴν τοῦτό γε εὐξά‐ μεθα ἐξ ἀρχῆς δή που, δέξασθαι σῶς αὐτούς. ἢ τοῦτο | |
386 | μὲν οὐκ αἰσχύνονται, ἐκεῖνο δὲ, εἰ μὴ τυχόντες τῶν πραγμάτων ἐπανίασιν; εἰ γὰρ ἐνταῦθα τὸ αἰσχρόν ἐστι, τί μᾶλλον ἐάν γε μένωσι λύεται, ἕως ἂν τὸ τυχεῖν ἓν τῶν | |
ἀδυνάτων; ἐμοὶ μὲν γὰρ τοὐναντίον, ὦ Ἀθηναῖοι, φαίνε‐ | 583 | |
5 | ται, ἔτι μεῖζον ταύτῃ γε τὸ αἰσχρὸν καθίστασθαι. εἰ γὰρ ἐμμείναντες ὥς τι δράσοντες, εἶτα πείσονται πλείονα ἢ νυνὶ πεπόνθασι, πῶς οὐχ ὅπερ εἶπον συμβήσεται; ἀλλὰ μὴν ὅτε τοῦθ’ ἓν φαμὲν ἂν αἰσχύνεσθαι τὸ μηδὲν κατα‐ πρᾶξαι, οὐχ ἡ νῦν κλῆσις ἔχει τὸ αἰσχρόν· οὐδὲν γὰρ | |
10 | μᾶλλον αὐτὴ τά γε ἐκεῖ διέφθαρκεν, ἀλλ’ ἡ τότε ἔκπεμψις τῶν ἀδυνάτων ἡμᾶς ἐπιθυμοῦντας ἤλεγξεν. ὥστε τοῖς ἐκεῖνα πείσασιν ἐγκλητέον, οὐ τοῖς ταῦτα συμβουλεύουσι. διὰ γὰρ ἐκείνους φεύγειν ἠναγκάσμεθα, ὡς αὐτοὶ λέγουσι, ἐξὸν κατὰ χώρας ἐξ ἀρχῆς μένειν. ἐγὼ δ’ οὐδὲ φυγὴν | |
15 | εἴποιμ’ ἂν, ὦ Ἀθηναῖοι, τόν γε τοιοῦτον εἶναι· οὐδαμῶς. εἰ μὲν γὰρ ἐπιόντας αὐτοὺς μὴ ἐτολμῶμεν ὑφίστασθαι, εἰκότως ἄν τις ἔφη δειλίαν εἶναι· εἰ δὲ ἐπήλθομεν ἐκ περιουσίας, εἰ μὲν προὐχώρει, μὴ προαπελθεῖν, ἀντιπεσόν‐ τος δὲ ἀναχωρεῖν τῆς αὐτῆς ἐστι σωφροσύνης. οἱ γὰρ | |
20 | ὑπὲρ τοῦ πλείονος πόλεμοι τοῦτον ἔχουσι τὸν νοῦν, ἂν μὲν ἐξῇ λαβεῖν, τολμᾶν, εἰ δὲ μὴ, τό γε δεύτερον, μὴ χείρω τἀρχαῖα ποιῆσαι· ὥσπερ οἶμαι καὶ τοὺς ἀγαθοὺς χρηματιστὰς ὁρῶμεν οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους, ἀλλ’ | |
25 | ἐπιχειροῦντας μὲν ἐάν τι περιῇ, μὴ φιλονεικοῦντας δὲ ἐάν τι κωλύῃ. ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐδὲ νῦν ἀπὸ τοῦ παρατειχίσματος χρῆν ἀναχωρῆσαι Νικίαν, οὐδ’ ὅσους ἀγῶνας ἠγωνίσαντο οἱ στρατιῶται, οὐκέτι χρῆν ἀναχωρεῖν, ὡς ἔοικεν, ἐπειδή γε ἅπαξ συνέστησαν. μωρία | |
30 | ταῦτα καὶ γέλως. Ὅτι δ’ οὐδὲν ἔξω τῶν εἰωθότων οὐδ’ ἀπὸ τῆς ἀν‐ | |
θρωπείας φύσεως ποιήσομεν, ἂν μὴ τοῖς ἀνηνύτοις προσ‐ καθεζώμεθα, ὀλίγων ἅμα καὶ ἐναργῶν ἀναμνήσθητε. οἶδα μὲν γὰρ εἰς Θετταλίαν ποθ’ ἡμᾶς στρατεύσαντας ὑπὲρ | 584 | |
387 | τῶν Ὀρέστου πραγμάτων, ὡς οὐ προὐχώρει, πάλιν μετ’ ἐκείνου δεῦρ’ ἀναστρέψαντας· οἶδα δὲ εἰς Οἰνιάδας Ἀκαρ‐ νάνων διαβάντας, ὡς οὐκ ἦν ἑλεῖν, ἀναχωρήσαντας, Περικλέους, οὐ Νικίου στρατηγοῦντος· οἶδα δὲ τὴν Βοιω‐ | |
5 | τίαν οὐ μικροῦ σχόντας, ὥσπερ οὗτοι νῦν φασι τὰς Συ‐ ρακούσας, ἀλλ’ ἑλόντας πᾶσαν καὶ πάλιν ἐκλιπόντας, ὡς ἐπλήγημεν, τὴν τῶν ληφθέντων ἐν τῇ μάχῃ σωτηρίαν πλείονος ἀξίαν κρίναντας. καὶ μὴν καὶ Ἀχαΐαν γε καὶ ἕτερα μέμνησθε ἀποδόντες Πελοποννησίοις ὑπὲρ εἰρήνης. | |
10 | καίτοι ὅτε τῶν ἐκ τοῦ πολέμου πλεονεξιῶν ἑκόντες ἀπηλ‐ λάττεσθ’, ἵν’ εἰρήνη γένοιτο, ἦ που ἐν αὐτοῖς γε τοῖς τοῦ πολέμου πράγμασι καὶ ταῖς ἀνάγκαις εἰκὸς μὴ διπλοῦς τοὺς κινδύνους ἐθέλειν προστίθεσθαι. οὗτοι δὲ καὶ διπλῶν πέρα καὶ οὐκ ἐλάττους ἢ τὸ θαρρεῖν ἀφαιρεῖσθαι. σκέ‐ | |
15 | ψασθε δὴ καὶ τόδε, ὅτι Λακεδαιμόνιοι καθ’ ἕκαστον ἔτος ἐμβάλλοντες εἰς τὴν Ἀττικὴν οὐκ ᾐσχύνοντο ἀναχω‐ ροῦντες, τοσαῦτα ὅσα ἠδύναντο βλάψαντες· καὶ νὴ Δία γε ἐνέβαλλον μὲν ἕως αὐτοῖς περιῆν· ἐπεὶ δὲ ἔδεισαν ὑπὲρ τῆς χώρας, ἐπαύσαντο. νυνὶ δὲ πάλιν φρουροῦσιν ἐν Δε‐ | |
20 | κελείᾳ, ἐπειδὴ περίεστι τῶν πραγμάτων αὐτοῖς. τοσοῦτόν ἐστιν ὁ καιρὸς καὶ τὸ ἐξεῖναι. οὐδεὶς γὰρ ἀνθρώπων ἐκ προρρήσεως ἅπαντα κατεργάζεται οὐδ’ οἱ πόλεμοι δου‐ λεύουσι ταῖς ἐπιθυμίαις, ἀλλ’ ἡ τύχη τὰ πλείω διαιρεῖ, ἧς ὅσον δίδωσι μεταλαμβάνοντας εἰδέναι τι χρὴ καὶ πα‐ | |
25 | ριδεῖν. χωρὶς δὲ τούτων ἐναντίος οὗτός ἐστιν ὁ λόγος αὐ‐ τῶν τῷ σοφωτέρῳ, ὃς εἰ μηδὲν πράττοιεν οἱ νῦν ἀπελ‐ θόντες, ὡς ἐξέσται καὶ ἀμφοῖν ἀναπλεῖν ἐπαγγέλλεται. εἰ μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν κἂν ὁτιοῦν ἐν τοῖς πράγμα‐ σιν, ἔτ’ αἴσχιον ἔσται τότε, ὅταν ἀμφοτέρους καταλαμβάνῃ | 585 |
30 | τοὺς στόλους. εἰ δ’ ἰσχυρὸν ἡ ἀνάγκη, τί δεῖ τὰ πράγμα‐ τα ἀφέντας φοβεῖν ὑμᾶς τοῖς ὀνόμασι; τοσούτῳ γὰρ βελ‐ τίων ἡ νῦν ἀναχώρησις, ὅσῳ μάχας τε νενικηκότες, ὦ Ἀθηναῖοι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰς Συρακούσας αὐτὰς παρὰ μικρὸν ἐλθόντες ἔχειν, εἶτα ἀν‐ | |
35 | τιπεσούσης τῆς τύχης ἀναστρέψομεν, ἀμφοῖν σημεῖα πᾶσιν ἀνθρώποις καταλιπόντες, τῆς τε ἐπὶ τῶν ἀγώνων εὐψυχίας | |
388 | καὶ τῆς πρὸς τοὺς καιροὺς εὐαρμοστίας, καὶ οὔτε Συρα‐ κοσίων οὔτε Σελινουντίων οὔτ’ ἄλλος οὐδεὶς τῶν ἐκεῖ κομπάσεται καθ’ ἡμῶν οὐδ’ ὡς ἐξήλασεν ἕξει λέγειν. πάν‐ τες γὰρ ἄνθρωποι συνήσονται, ὅσον μὲν εἰς ἡμᾶς κἀκεί‐ | |
5 | νους ἧκεν, οὐδὲ μικρὸν αὐτοὺς ἀντᾶραι δυνηθέντας, Λα‐ κεδαιμονίων δὲ καὶ Κορινθίων ἐπελθόντων καὶ τῶν ἀρ‐ χαίων πολεμίων οὕτως ἡμᾶς δόντας λογισμὸν ἡμῖν αὐτοῖς πρὸς τὰ παρόντα. ὥστ’ οὐ μόνον ἀσφάλεια, ἀλλὰ καὶ δόξα ἀγαθὴ τῇ γνώμῃ προσγίγνεται. οὗτοι μὲν οὖν φο‐ | |
10 | βοῦνται μὴ φεύγειν δοκῶμεν, ἐγὼ δὲ ἀπεύχομαι μὲν τοῦ λόγου τὴν ἀλήθειαν, τὸν ἐναντίον δὲ φοβοῦμαι φόβον μὴ πλεονάζοντες, εἶτ’ οὐ δυνηθῶμεν φεύγειν, ἀλλὰ πάθω‐ μεν ταυτὸν τοῖς περὶ τοὺς κύβους φιλονεικοῦσιν, οἷς ἐξὸν παριδεῖν ὅσον ἐξημιώθησαν, εἶτα ἀθώοις εἶναι τοῦ πλείο‐ | |
15 | νος, ἡ μετὰ τῆς ὀργῆς ἔρις τὴν εἰς τοὔσχατον ἤνεγκε βλάβην. Δοκεῖ δ’ ἔμοιγε τοὐναντίον εἶναι οὐκ ἐν μὲν τῷ | |
πέμπειν τὴν βοήθειαν ἢ λαβεῖν Σικελίαν ἢ κομίσασθαι τοὺς ἄνδρας πάλιν, ἐν δὲ τῷ καλεῖν ἤδη διεφθάρθαι | 586 | |
20 | τἀκεῖ πράγματα, ὥσπερ ἀρτίως ἠκούετε. ἀλλ’ ἡμεῖς ἕως ἐστὶ καιρὸς εἰ μὲν μεταπεμψόμεθα καὶ γενησόμεθα πάν‐ τες ἐν ταὐτῷ, φημὶ θεῶν ἵλεων ὄντων ἐλπίδας καταλεί‐ πεσθαι περὶ τῶν ἐκεῖ πραγμάτων, ὥσπερ καὶ πρότερον συνέβη πέμψασι κατὰ καιροὺς, ἔπειθ’ ὕστερον μειζόνως | |
25 | ἐπιθέσθαι δυνηθῆναι. ἂν δ’ ὠθιζώμεθα πρὸς τὸ ἀδύνα‐ τον, φημί τιν’ ἡμῶν κέρδος τὴν ζημίαν ἡγήσεσθαι, εἰ μόνον τῶν πραγμάτων συμβαίη διαμαρτεῖν καὶ πλέον μηδὲν προσυπάρξει παθεῖν. ἔπειτα καὶ τίς τῶν στρατηγῶν, ὦ Ἀθηναῖοι, θαρρήσει καθ’ αὑτὸν δεῦρο ἀνάγειν ἀθρόαν | |
30 | τὴν δύναμιν, ὅταν ὑμῖν προσαγγελθὲν ἀπεψηφισμένοι φαί‐ νησθε, μηδὲ τοὺς ἐλάττους ἐπανήκειν πρὶν πρᾶξαι περὶ ὧν ἐπέμφθησαν· καὶ ὅπου νῦν ὤκνησε Νικίας τὰ παρ’ ὑμῶν, τί ποθ’ ἡγήσεται πείσεσθαι δευτέρας ἐλπίδος ὑμῶν ἁμαρτόντων; οὕτως ἢ νικήσοντας πέμπετε, ἢ θάτερον οὐ | |
35 | βούλομαι προσθεῖναι. ἐν οἷς δὲ ἐγὼ λέγω πάντα ἐφ’ ὑμῖν | |
389 | μετὰ τοῦ καιροῦ γίγνεται, καὶ τὸ λαβεῖν Σικελίαν, ἐὰν ἐξῇ, καὶ τὸ αὐτούς γε εἶναι σῶς, ἐὰν ἄρα ἐκεῖνο μόνον μὴ συμβῇ. καὶ γὰρ εἰ μὲν ῥᾴδιον τἀνταῦθα καταστή‐ | |
σασθαι, χρησαμένους ἁπάσῃ τῇ δυνάμει, ῥᾴδιον πλεῖν ἐξ | 587 | |
5 | ὑπαρχῆς ἐπ’ ἐκεῖνα· εἰ δέ ἐστι μείζων ἡ πραγματεία, τί τοῖς ἐνταῦθα οὐκ ἔχοντες ἱκανῶς ἀνταρκεῖν ὑπερορίους ταραχὰς ἡμῖν αὐτοῖς ἐξευρίσκομεν; ὑπερβολὴν δὲ ποιήσο‐ μαι· εἰ γὰρ ἴσα καὶ κοινὰ θείημεν εἶναι τἀν τῇ Σικελίᾳ πράγματα, ὃ πολλῷ πλεονεκτεῖν ἡμᾶς ἔγωγ’ ἂν φαίην | |
10 | εἶναι, εἴπερ οὕτως εἶχεν, ἐκεῖνό γε δή που πάντες ἐπιστά‐ μεθα, ὅτι οὐ τοσοῦτον κέρδος λαβεῖν Σικελίαν εἰ προχω‐ ροῖ, ὁπόσον τι κακὸν τοσαύτῃ δυνάμει σφαλῆναι. ὅτε τοίνυν μείζων ὁ φόβος τῆς ἐλπίδος, πῶς οὐκ ἄξιον φυ‐ λάξασθαι; | |
15 | Θαυμάζω δὲ τῶν φοβουμένων μὲν Συρακοσίους μὴ δεῦρ’ ἐπιπλεύσωσιν, αὐτοὺς δ’ ἐπ’ ἐκείνους πλεῖν κελευόν‐ των, ὥσπερ ἄδειαν οὖσαν. ἐγὼ δ’ ἡγοῦμαι μὲν Συρακο‐ σίους οὐχ οὕτω παραφρονεῖν ὥστ’ ἀγαπητῶς καὶ παρὰ δόξαν ἀπαλλαγέντας πραγμάτων αὑτοῖς κινεῖν ἕτερα, ἄλλως | |
20 | τε καὶ παρ’ ἡμῶν αὐτῶν ἐγνωκότας ὡς οὐ λυσιτελὲς το‐ σαύτην ἀπὸ τῆς οἰκείας ῥᾳδίως κινεῖσθαι, εὐξαίμην δ’ ἂν ἅπασι τοῖς θεοῖς ἐνταυθοῖ λαβεῖν αὐτούς. ἅμα μὲν γὰρ οὐ πρὸς ἴσας ναῦς προσοισόμεθ’ αὐτῶν, ὅσας περ ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἐκεῖ παρέξονται, ἅμα δ’ οἶμαι | |
25 | τὸν νόμον εἴσονται τῶν ὑπερορίων καὶ μεγάλων στρατειῶν· ᾧ περιέπεσε μὲν ὁ Περσῶν βασιλεὺς ὁ δεῦρο στρατεύσας, περιέπεσον δὲ Καρχηδόνιοι διαβάντες εἰς Σικελίαν μυριάσι πολλαῖς καὶ πεζῆς καὶ ναυτικῆς δυνάμεως. οὐ γὰρ ὁμοίως τά τε οἰκεῖα φυλάττειν δυνατὸν καὶ τοὺς μακρὰν ἀφε‐ | |
30 | στῶτας χειροῦσθαι, ἀλλ’ ἀκολουθεῖ τις νέμεσις τῷ τολ‐ μήματι. ἃ καὶ Λακεδαιμόνιοι γιγνώσκοντες οὐδὲν οὕτως ὡς τὰς διὰ πολλοῦ στρατείας φυλάττονται. καὶ γάρ τοι | |
τῶν Ἑλλήνων οὐκ ἐλάχιστον δύνανται τὰς κατὰ μικρὸν πλεονεξίας συλλέγοντες. εἰ δὲ δεῖ πάντων ἀποστάντα ἓν | 588 | |
390 | εἰπεῖν, οὐκ εἴ τί ποθ’ ἡμᾶς ἀναγκαῖον περιστήσεται, τούτου χάριν καὶ τὰ μὴ προσήκοντα ἑκόντας αὑτοῖς προσ‐ τίθεσθαι χρὴ, ἀλλὰ χωρὶς τιθέναι τό τ’ ἀμύνασθαι τοὺς ἐπιόντας καὶ τὸ μὴ ἐθέλειν ἑαυτῶν φείσασθαι. ἐγὼ δὲ | |
5 | φοβοῦμαι μὲν ἃ μικρῷ πρόσθεν εἴρηκα, φοβοῦμαι δὲ καὶ τοὺς οἰωνοὺς, βλέπων μὲν εἰς τὰ μυστήρια ὡς οὐ καλῶς ἐξεφοίτησε πρὶν ἐκπλεῖν ἡμᾶς, βλέπων δ’ εἰς τοὺς ἑρμᾶς ὡς διετέθησαν, ἐνθυμούμενος δὲ ὡς ὁ ταῦτα συμβουλεύσας ἐπάρατος γεγένηται καὶ μόνῳ τούτῳ δημοσίᾳ τὰ γένη τὰ | |
10 | ἱερὰ κατηράσατο. ἀναμιμνήσκομαι δὲ καὶ τῆς εἰς Αἴγυπτον στρατείας, ἣν καλῶς οὗτος ἀρτίως περιέστελλεν, ἣ δια‐ κοσίας ἡμῶν τριήρεις παρείλετο, καὶ ταῦτ’ ἐχόντων μοῖραν ἤδη Αἰγύπτου οὐκ ἐλάττω τῆς πάσης Σικελίας· καὶ οὐδ’ ἐνταῦθα ἔστημεν, ἀλλὰ χρόνου διελθόντος ᾤχοντο ἕτεραι | |
15 | πεντήκοντα βοηθοὶ ταῖς ἐκεῖ, καὶ οὔτ’ ἐκείνας οὐδὲν ὤνησαν καὶ αὐτοὶ προσαπώλοντο ἐπιθήκην. τοῦτο μέντοι, τοῦτο ἐγὼ φρίττω τὸ παράδειγμα, ὦ Ἀθηναῖοι, καὶ οὔτε νὺξ οὔτε ἡμέρα παραιρεῖται τὴν μνήμην αὐτοῦ· καὶ δέομαι πάντων ὑμῶν τὴν Σικελίαν ὡς τὴν Αἴγυπτον φυλάξασθαι | |
20 | καὶ μὴ πολλὰ τοιαῦτα ποιεῖν παραδείγματα, λογιζομένους εἰ τότε τις ταῦτ’ εἰπὼν ἔπεισε, μάλιστα μὲν ἐξ ἀρχῆς μὴ πλεῖν εἰς Αἴγυπτον, εἰ δὲ μὴ, τάς γε δευτέρας τριήρεις μὴ πέμπειν, ὡς οὐδ’ ὁτιοῦν ἂν πρᾶγμα τῇ πόλει συνέβη, ἢ τά γε δεύτερα οὐκ ἂν προσαπώλετο. ἀλλὰ μὴν εἰ πάν‐ | |
25 | τες ἐπίστασθε ὅτι κἀκεῖνα ἡμαρτήθη γνώμῃ συμβούλων καὶ τῷ τοὺς κωλύοντας ἔλαττον σχεῖν, ὁρᾶτε μή ποτε καὶ νῦν τῆς ἡμετέρας ἥττης αὐτοὶ τὴν δίκην δῶτε. ἐνθυ‐ μεῖσθε δ’ ὡς οὐδ’ ἀπὸ τῶν ἐν Κύπρῳ ποτὲ νικῶν πολλῶν καὶ μεγάλων περιεγένετο ἡμῖν αὐτήν γε κτήσασθαι τὴν | |
30 | Κύπρον, ἀλλ’ ἀφέντες αὐτὴν ἀνεχωρήσαμεν. ὡς δὲ καὶ | |
τὸ χωρίον λοιμῶδες οὗ τὸ στρατόπεδον πάντες ἴσως πυν‐ θάνεσθε. ἃ χρὴ λογιζομένους οὐκ εἰ μετὰ παιάνων ἐκ‐ | 589 | |
391 | πλεύσαντας ἀπράκτους ὑποδεξόμεθα ἀφόρητον νομίζειν, ἀλλ’ ἐκεῖνο πάντων ἂν γενέσθαι σχετλιώτατον, εἰ οὓς τότε ὡς ἀρχὴν ἐπικτησομένους καὶ μετὰ τοιούτου σχήματος ἐξεπέμπομεν, τούτους ὑπ’ ἄλλων ποτὲ φωνῶν ζητήσομεν, | |
5 | καὶ ἡ τότε ἅμιλλα μέχρι Αἰγίνης οὐκ ἐάσει νῦν αὐτοὺς εἰς τοὺς οἰκείους λιμένας ἀποσωθῆναι. ἐμοὶ μὲν εἴρηται· εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ γνώ‐ μης ἁμαρτεῖν αὐτὸς καὶ δειλίαν ὕστερον μόνος ἐξ ἁπάν‐ | |
των ὀφλεῖν. | 590 |