TLG 0284 029 :: Aelius ARISTIDES :: Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 552–570.

Citation: Jebb page — (line)

363

Τὸ μὲν κατηγορεῖν, ὦ Ἀθηναῖοι, Νικίου καὶ λέγειν ὡς οὔτ’ ἐξ ἀρχῆς ἐκπλεῖν ἐνθένδε ἐβούλετο νῦν τε δυοῖν θάτερον, ἢ πλείω καὶ μείζω τὰ δυσχερῆ ποιεῖ τῷ λόγῳ, ἢ εἰ τὰ μάλιστα ταῦθ’ οὕτως ἔχει, πάντως αὐτός ἐστ’
5αἴτιος, ἄλλῳ παρίημι. καὶ γὰρ οὔτε φύσει πρὸς ἀνδρὸς σώφρονος προχείρως ἐθέλειν αἰτιᾶσθαι καὶ ὁντιναοῦν τῶν πολιτῶν, Νικίᾳ τε εἰς εὔνοιαν πλείων μερὶς παρὰ πάντων ἡμῶν ἐκ τῶν ὑπαρχόντων, ἂν τὰ δίκαια ποιῶμεν, ὀφεί‐ λεται. καὶ ὅπως γε εἰδῆτε, ὦ Ἀθηναῖοι, ὅσον φιλονεικίας
10ἢ τοῦ βασκαίνειν τὸν ἄνδρα ἀφέστηκα, τὴν ἀρχὴν ἀπὸ τούτου ποιήσομαι. δυοῖν γὰρ ὄντοιν ὑπὲρ ὧν βουλεύεσθε, ἑνὸς μὲν καὶ πρώτου πότερα χρὴ μεταπέμπεσθαι τὴν στρατιὰν, ἢ πέμπειν βοήθειαν, ἑτέρου δὲ τοῦ παραλύειν ἢ μὴ Νικίαν τῆς ἀρχῆς, ἐὰν τὸ πέμπειν κρατῇ, φημὶ
15χρῆναι Νικίαν ἄρχειν πρὸς οἷς ἂν προέλησθε νυνὶ καὶ
μηδὲν πράττειν ἐκείνου χωρίς. ὡς δὲ οὔτ’ ἐγχωρεῖ τοὺς ἐκεῖθεν καλεῖν, πέμπειν τε ἀνάγκη τοὺς βοηθήσοντας, ταῦτα ἀκούσατε. ἔστι δὴ πρῶτον, ὦ Ἀθηναῖοι, τῆς συμ‐ βουλῆς ἐπανεῖναι τὴν παροῦσαν ἀθυμίαν, λογιζομένους552
20ὡς οὐδενὶ τῶν παρ’ ἡμῶν οὕτω τἀκεῖ διάκειται. οὔτε γὰρ ταῖς παρασκευαῖς ἡττήμεθα τῶν πολεμίων οὔτε τὰς φύσεις δή που χείρους ἂν εἶναι φήσαιμεν, ἀλλ’ ἕνεκα μὲν τού‐ των κἂν πάλαι πέρας εἶχε τὰ πράγματα, καὶ οὐ χεῖρον ἤ τις ἂν ηὔξατο ἦν. τὸ δὲ μήτε ταχεῖαν τὴν ἐπιχείρησιν
25γενέσθαι μήτ’ ἐπ’ αὐτὰς εὐθὺς πλεῦσαι τοὺς στρατηγοὺς

364

τὰς Συρακούσας, συμβῆναί τε νεώτερα ἐν τῷ στρατοπέδῳ, Ἀλκιβιάδου μὲν ἀπελθόντος, Λαμάχου δὲ τελευτήσαντος, Γυλίππου δὲ ἐπελθόντος, ταῦτ’ ἐστὶν ἃ τὴν τοῦ χρόνου τριβὴν ἐμπεποίηκεν. οὐ γὰρ πλέον γε οὐδὲν, σὺν θεοῖς
5εἰρῆσθαι, φοβοῦμαι. ποῦ γὰρ ἂν ἢ τὸ παρατείχισμα τοῦτο τὸ νῦν ἐνοχλοῦν ἐξῳκοδόμητο, μὴ τῆς ἐκ Λακε‐ δαίμονος βοηθείας ἐπελθούσης; ἢ τὴν βοήθειαν μὴ ὅτι ταύτην, ἀλλά τινα σχολὴν τοῦ μεταπέμψασθαι Συρακό‐ σιοι πότ’ ἂν ἔσχον, εἴ τις ἢ τότε ἐξ ἀρχῆς ἐπέκειτο, ἢ
10παραγιγνομένην γε οἱ ταχθέντες ἐκώλυον, εἰ προῄσθοντο καὶ μὴ παρεῖσάν τι τοῖς ἡμετέροις, ἐξ ἴσου τῶν ἐν Σικε‐
λίᾳ; νῦν δὲ τὰ μὲν βραδυτὴς ἑνὸς ἀνδρὸς καὶ δυοῖν, τὰ δὲ καιροῦ τύχη βουλεύεσθαι περὶ τῶν ἑτοίμων ἡμᾶς πε‐ ποίηκεν· ἐπεὶ τοῖς γε ὅλοις ὁπόσῳ τινὶ κρείττους γεγενή‐553
15μεθα καὶ Νικίας αὐτὸς μαρτυρεῖ. Τίνος οὖν ἕνεκα ταῦτα λέγω νῦν; οὐ κατηγορίας ἕνεκα Νικίου, οὐδ’ ὅτι ἧττον ἔχει τὰ πράγματα ὡς ἔχει, εἴθ’ οὕτως εἴθ’ ἑτέρως ἐνταῦθα ἐλήλυθεν, ἀλλ’ ὅτι παμπόλλῳ πρός γε τὸ μέλλον διαφέρει. εἰ μὲν γὰρ ὅλως
20ἡμῶν ὑπερεῖχον οἱ πολέμιοι, κἂν αὐτὸς ὤκνουν· ἐπεὶ δ’ ἐν ἅπασι καὶ πανταχοῦ κεκρατήκαμεν αὐτῶν καλῶς ποι‐ οῦντες, τά γ’ ἐν μέρει ταῦτ’ ἔνι δή που τοῦ λοιποῦ καὶ φυλάξασθαι καὶ διορθώσασθαι. ἐνθυμηθῶμεν δὲ ὡς πόλλ’ ἄττα τῶν ἐκεῖ πραγμάτων ἐστὶν οὐκ ἐῶνθ’ ἡμᾶς ἀπο‐
25στῆναι. πρῶτον μὲν, ὦ Ἀθηναῖοι, καὶ πᾶσιν ἰδεῖν κοι‐ νότατον τὸ μὴ χρῆναι καταλύειν τὰ δεδογμένα, μηδ’ ὥσπερ παῖδας ῥᾳδίως μὲν ἐπιθυμοῦντας, προχείρως δὲ καταλείποντας. ἴσως μὲν γὰρ καὶ παρὰ τουτοισὶ Μεγα‐ ρεῦσι καὶ Βοιωτοῖς καὶ πᾶσιν ὅσοι μικρὰς ἢ μείζους
30πόλεις οἰκοῦσιν ἰσχυρὸν τὸ δεῖν τοῖς ἐγνωσμένοις ἐμμένειν, καὶ πέρας εἶναι τῶν ἀμφισβητησίμων ἁπάντων τὸ ψηφί‐ σασθαι, οὐ μὴν οὐδέσι μᾶλλον ἢ ὑμῖν τοῦτο προσῆκον φανεῖται. ὅσῳ γάρ ἐστε σοφώτατοι τῶν Ἑλλήνων αὐτοί τε ἐφ’ ὑμῶν αὐτῶν ἄριστοι λογίσασθαι τὰ δέοντα καὶ ἑτέρου
35λέγοντος κρῖναι τοσούτῳ πλέονος κληρονομεῖν ἀνάγκη τῆς αἰσχύνης, εἴ τι φαίνοισθε λύοντες ὧν ἐγνώκατε. δεῖ γὰρ
δυοῖν θάτερον, ἢ τὸ πρῶτον ψηφιζομένους ἔξω τοῦ φρο‐ νεῖν εἶναι δοκεῖν, ἢ τὰ δεύτερα ἁμαρτάνειν. καὶ μὴν οὐδ’554

365

ἐκεῖνό γ’ ἔστ’ εἰπεῖν, ὡς ἄρα ὀλίγοι περὶ τούτων ἐξ ἀρχῆς ἐγένοντο λόγοι παρ’ ἡμῖν, ἢ μιᾶς ἡμέρας μέρει μικρῷ τὸ πᾶν ἐπετρέψαμεν. ἀλλ’ ὡς μὲν καὶ κατ’ ἀρχὰς ἔτι τοῦ πολέμου καὶ Συρακοσίους ἐχθροὺς εἶναι καὶ τῶν
5Ἑλλήνων τῶν ἐκεῖ τοῖς δεομένοις βοηθεῖν ἐψηφίσασθε, καὶ τοὺς ἀποστόλους οὓς ἐπέμψατε πείρας ἕνεκα τοῦ παν‐ τὸς, ἐάσω· ἀλλ’ ἡνίκα τὸν μέγαν τουτονὶ στόλον πέμπειν διενοούμεθα, τίς λόγος οὐκ ἐρρήθη παρ’ ἡμῖν; ἢ τίς οὐκ ἐτρίβη χρόνος; ἢ τίνι τῶν πάντων εἰπεῖν οὐκ ἀπεδώκα‐
10μεν; οἳ καὶ τὸ τελευταῖον περὶ τῆς παρασκευῆς αὐτῆς ἐκκλησίαν ποιοῦντες, παρελθόντος Νικίου καὶ πάλιν ἀντι‐ λέγοντος ἐξ ἀρχῆς σχεδὸν ταῦθ’ ἅπερ καὶ νῦν ἐν τοῖς γράμμασιν, ὡς ἡ Σικελία πολλὴ καὶ οὔτε λαβεῖν ῥᾳδία οὔτε κατασχεῖν, ἐὰν ἄρα κτησώμεθα, * * ἀμφότερ’ εἰπεῖν
15ἔστιν, ὦ Ἀθηναῖοι· οὔτε γὰρ ὀργὴν οὐδ’ ἡντινοῦν ἐποιη‐ σάμεθ’, ὥστ’ εἰπεῖν τὰ δοκοῦντα κωλῦσαι, καὶ διὰ πάν‐ των ἀκούσαντες ἔτ’ ἄμεινον ἔγνωμεν ὡς χρὴ πλεῖν. εἰκότως, ὦ Ἀθηναῖοι. πολὺ γὰρ μᾶλλον προτρεπόντων καὶ κινούν‐ των οἱ τοιοῦτοι λόγοι πάντες ἢ κωλυόντων εἰσὶν ὡς οἷόν τε.
20τό τε γὰρ μέγεθος τῆς νήσου καὶ ὁ περίπλους ἆθλόν ἐστι τοῦ τολμήματος ἄξιον τό τε συμμίκτους εἶναι τοὺς ἔχοντας αὐτὴν καὶ μὴ ταυτὸν φρονεῖν πρὸς ἡμῶν ἐστιν.
ἓν μὲν γὰρ ὄντες γένος πάντες χαλεποὶ καὶ παραπεῖσαι καὶ βιάσασθαι διὰ τέλους ἂν ἦσαν, σύγκλυδες δὲ καὶ555
25πανταχόθεν συμπεφορημένοι συμμάχων οὐχ ἧττον ἡμῖν ἔχουσι τάξιν ἢ πολεμίων. οὐ γὰρ ἂν γένοιντο καθ’ ἓν, ὥστε ὑπάρχειν τοὺς ἑτέρους κατὰ τῶν ἑτέρων ἔχειν. ὥσπερ γὰρ πόλιν οἶμαι στασιάζουσαν ῥᾷόν ἐστι παραστήσασθαι, οὕτω καὶ νῆσον, ἥτις ἐξ ἀρχῆς διῄρηται. ἔτι δ’, ὦ Ἀθη‐
30ναῖοι, πρὶν μὲν παραβαλεῖν ἡμέτερον ναυτικὸν εἰς Σικελίαν, ἦν τις ἀφορμὴ Συρακοσίοις ἀπὸ τῶν συμμάχων, παρούσης δὲ ἀποστροφῆς οἱ πρότερον κατ’ ἀνάγκας ἐκείνων ἀκούον‐ τες σφαλεροὶ μὲν, εἰ παραμένοιεν, κοινωνοὶ τῶν πραγμά‐ των αὐτοῖς, χαλεποὶ δ’, εἰ μετασταῖεν, γίγνονται πολέμιοι·

366

διεκίνησε δ’ αὐτὰ καλῶς ὁ πόλεμος. νῦν μὲν οὖν πρὸς τὴν ἐξαίφνης εὐημερίαν αὐτῶν καὶ τὸ παρ’ ἐλπίδα δοκεῖν ἀνενηνοχέναι συνεσταλμένοι σχηματίζονται. εἰ δ’ αὖθις ἄλλος στόλος φανείη, δι’ ὀλίγου εὑρήσετε, ὦ Ἀθηναῖοι,
5τὴν Σικελίαν τὴν πολλὴν καὶ πολυάνθρωπον ὑμετέραν οὖσαν. Τὸ μὲν τοίνυν ἐξ ἀρχῆς πείθειν ὑμᾶς πλεῖν λόγου ἐδεῖτο ἴσως καὶ πλείονος τῆς ἐξετάσεως· νῦν δ’ εἰς τὰ πράγματ’ αὐτὰ βλέψας ἄν τις εὕροι πανταχῆ καὶ συμ‐
10φέροντα καὶ οὐ μείζονα ἢ καταπρᾶξαι δύνασθαι καὶ οὐκ ἀδύνατα εἰς τὸ πραχθῆναι βεβουλευμένους ὑμᾶς. τῆς τε γὰρ θαλάττης κεκρατήκαμεν τοσοῦτον ὅσον πλεῖστον ἐξῆν, κατὰ γῆν τε μάχην ἥντινα οὐ πολλῷ νενικήκαμεν οὐδεὶς
ἂν εἰπεῖν ἔχοι τοσούτων τῶν πασῶν ἄχρι τούτου γεγενη‐556
15μένων. καίτοι πῶς οὐκ ἄτοπον εἰ διότι μὲν τοσαῦτα νενι‐ κήκαμεν ἑξῆς μὴ θαρρεῖν οἰησόμεθα χρῆναι, ὅτι δ’ ἡ νῦν οὐ κατὰ νοῦν ἐχώρησε μάχη μία, τοῦτ’ εἰς ἄφυκτον θήσομεν; καὶ Συρακόσιοι μὲν ἴσασι θαρρεῖν οὕτω πολλὰ καὶ συνεχῆ δυστυχήσαντες, ἡμεῖς δ’ οἷς τοσαῦτα ἀπ’
20ἐκείνων ἕστηκε τρόπαια, ταυτὸν τοῦτ’ οὐχὶ ποιήσομεν; οὐδ’ ἀπ’ αὐτῶν ὧν προσπταῖσαι δοκοῦμεν εἰσόμεθα ὡς οὐκ ἀγαθὸν τὸ ῥᾳδίως ὑφίεσθαι; φέρε γὰρ πρὸς Διὸς, εἴ τις ἐν Συρακοσίοις λέγων, ὅτε πάντ’ ἐφεξῆς ἀπετύγ‐ χανον, ὡς δεῖ καταλύσασθαι τὸν πόλεμον καὶ παραδοῦναι
25τὴν πόλιν ἡμῖν, εἶτ’ ἔπεισεν, ἔσθ’ ὅπως ἂν ἢ Γύλιππος ἦλθεν αὐτοῖς πρῶτον, ἢ νὴ Δί’ ἐπελθὼν εἶχεν ὃ ποιοίη; καὶ πῶς ἄν; οὐδαμῶς. νῦν δ’ οἶμαι τὰς ἐλπίδας ἐκτεί‐ ναντες καὶ τῶν ἐν ποσὶ δυσκόλων ἀεὶ κρείττους ταῖς δόξαις γενόμενοι τοσοῦτον γοῦν κεκερδάκασιν, ὅσον δοκεῖν ἤδη
30περὶ τῶν ἴσων αὐτοῖς εἶναι τὸν λόγον. οὐ τοίνυν τὸ κε‐ χωρηκέναι τι τῶν πάντων κατὰ νοῦν αὐτοῖς φοβητέον μᾶλλον ἢ τοῦτ’ αὐτὸ ποιησαμένους παράδειγμα τοῖς πράγμασι βοηθητέον ἐρρωμένως, ὡς μήτε χείρους ἐκείνων ἐλπίζειν φανείημεν, καὶ ταῦτα πάντων ἀνθρώπων οὐ
35μόνον καταπρᾶξαι τὰ δοκοῦντα κρατίστους ἡμᾶς ὑπειλη‐ φότων, ἀλλὰ κἀν τοῖς δεινοῖς ἐπὶ πλεῖστον διαφέρειν, μήθ’ ἃ τοῦ παρελθόντος ἡμῖν κέρδη γέγονε χρόνου,
ταῦτ’ εἰκῆ διαφθείραιμεν. καὶ μὴν ὅτε Νικίου γε ἡγου‐557

367

μένου, ἐναντιώτατα τῷ στόλῳ ἔχοντος, καὶ χρόνων τριβέν‐ των, ὅμως τοσαύταις πλεονεξίαις ἐπὶ τῶν πραγμάτων κε‐ χρήμεθα, εὔδηλον ὡς ἐξ ἀρχῆς γε οὐδὲν ἡμάρτομεν οἷς ἐψηφισάμεθα. εἰ δ’ αὖ μηδενὸς ἡμῖν τοσούτου προκεκομ‐
5μένου λόγον εἶχεν ἡ πεῖρα, εὔδηλον ὡς αὐταῖς γε ταῖς Συρακούσαις νῦν προσκαθημένων καὶ τῆς ἔξω χώρας ὑφ’ ἡμῖν οὔσης ῥᾳδίως ἕτερος στόλος παρακύψας ἅπαν τὸ λοιπὸν ἐξεργάσεται. μὴ γὰρ οἴεσθε Συρακοσίους μὲν ἐπελθόντος Γυλίππου δυοῖν τριήροιν ἀναθαρρῆσαι, τοὺς
10δ’ ἡμετέρους στρατιώτας, ὅσην εἰκὸς πεμψάντων ὑμῶν δύναμιν, μὴ πολὺ μείζους τὰς γνώμας ἔσεσθαι, οἷς ἅμα τῇ τῶν οἰκείων ὄψει καὶ τὸ συνειδέναι τὸ πλῆθος ὧν ἐφ’ αὑτῶν κατώρθωσαν μεγάλη πρὸς εὐθυμίαν προϋπάρχει ῥοπή.
15 Καὶ μὴν, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐξ ἀρχῆς ἀποψηφί‐ σασθαι τὸν πλοῦν γνώμῃ κεχρημένων, τὸ δ’ οὐ μόνον ἐψηφισμένους, ἀλλὰ καὶ δύναμιν τοσαύτην ἀποστείλαντας καὶ πᾶσι περιφανεῖς ἐφ’ οἷς διενοήθημεν γεγενημένους. εἶτ’ ἀνακαλεῖν, δυοῖν ἅπασιν ἔσται σημεῖον, ἀβουλίας καὶ
20ἀνανδρείας· ἀβουλίας μὲν, εἰ μηδὲν τούτων ἐξ ἀρχῆς εἴδομεν, ἀνανδρείας δ’, εἰ φεύγειν Συρακοσίους δόξομεν. καίτοι κέρδος μὲν οὐδὲν οὕτω τῶν πάντων δή που τίμιον ὥσθ’ ἕνεκα αὐτοῦ τοσαύτην αἰσχύνην ὑποστῆναι, καὶ
ταῦτ’ Ἀθηναίους ὄντας, οἷς οὐκ εἴ τι πεισόμεθα εἰς558
25πλείω λόγον ἥκει σκοπεῖν, ἀλλὰ τί πράξαντες ἐν καλῷ τοῦ σχήματος εἴημεν ἄν. οὐ μὴν οὐδὲ τοῦτό γ’ ἂν εἴποι τις, ὡς ἔσθ’ ὅ τι κερδανοῦμεν, ταῦτα καὶ τὰ τοιαῦτα ὀνείδη νῦν ὑποστάντες. ἐχθρῶς μὲν γὰρ οὐδὲν ἧττον δή που τούς γε ἐπιβουλευθέντας ἀνάγκη κεκινῆσθαι, ἐάν τε
30ἐξεργασώμεθα τὴν ἐπιχείρησιν ἐάν τε μὴ, τῇ δὲ ἔχθρᾳ τὸ δοκεῖν χείρους εἶναι προστιθέμεθα. οὐκοῦν αἰσχύνη πλέον, οὐ κέρδος τὸ φυγεῖν γίγνεται· οὐκ, ἐάν γε ἐμοὶ πείθησθε. ἀλλ’ ἐπειδὴ ἀναγκαῖον τὸ τῆς ἔχθρας, ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου, κἀκεῖνο εἰσόμεθα ὅτι
35ἐπεξιόντες μὲν οἷς ἐγνώκαμεν πολεμίων ἡμᾶς αὐτοὺς ἀπαλλάττομεν, ἀποδράντες δὲ ἀπὸ τῶν πραγμάτων πολε‐ μίους ἡμῖν αὐτοῖς ὑπολείπομεν. οὕτω τὸ μὲν πρέπον αἱρούμενοι καὶ τὴν ὠφέλειαν ἅμ’ αὐτῷ κτώμεθα, τῷ δ’

368

αἰσχρῷ τὴν βλάβην ἐπισπώμεθα. καὶ μηδεὶς ὑμῶν ἐκεῖνο ἐνθυμηθῇ, ὡς οὐχ ὁμοίων τῶν πραγμάτων ὄντων τότε πρῶτον ἐπέμψαμεν καὶ νῦν ἐπανάξομεν, ἂν ταῦτα νικήσῃ. οὐδὲ γὰρ τότε ταῖς σπονδαῖς ταῖς πρὸς Λακεδαιμονίους
5θαρροῦντες ἐπέμπομεν. μέγα δὲ, ὦ Ἀθηναῖοι, τούτου ση‐ μεῖον· ἔτι γὰρ τοῦ πολέμου συνεστηκότος καὶ πολὺ πρό‐ τερον τῶν σπονδῶν ἐνεχειρήσαμεν τοῖς πράγμασιν. ἀλλὰ τί δὴ ποιῆσαν ἡμᾶς προθύμους εἰς τὴν στρατείαν ἦν; ὅπερ, ὦ Ἀθηναῖοι, καὶ δικαιότατον καὶ πᾶς τις εὔνους
10ὢν ὑμῖν συνεύχετο, τὸ θαρρεῖν τοῖς ὑπάρχουσι καὶ τὸ προσήκειν ἡγεῖσθαι τῇ τῆς θαλάττης ἀρχῇ τὴν προσθή‐ κην ταύτην, ἣ τά τε ἡμέτερα αὐξήσειν ἔμελλεν οὐκ ὀλίγῳ τινὶ καὶ τῇ Πελοποννήσῳ πολλὰς ποιήσειν τὰς ἀπορίας. οὐ δὴ τοῦτο σκεπτέον, εἰ τότε εἰρήνην ἤγομεν, ἀλλ’ εἰ
15τοῖς τοῦ πολέμου πράγμασι συμφέρει τἀκεῖ δι’ ἡμῶν εἶναι, καὶ ὅτι γ’ εἰ τὰ σφόδρα πρῶτα δεῖ ζητεῖν, ἐν
ἀκμῇ τοῦ πολέμου ταῦθ’ ὑμῖν ἔδοξε. Καὶ μὴν οὐδὲ τὴν ἐπιτείχισιν οὐδὲ τὰς αὐτομολίας ἄξιον ἐμποδὼν θέσθαι. εἰ μὲν γὰρ ἐμέλλομεν παραλαβόν‐559
20τες τοὺς ὄντας ἡμῶν ἐν Σικελίᾳ κατὰ γῆν συμβαλεῖν Πε‐ λοποννησίοις, ἦν ἄν τι τοῦτο· εἰ δὲ ἀνάγκη μένειν εἴσω τείχους, κἂν δὶς τοσούτους μεταπεμψώμεθα, οὐχ ὁρῶ τὸ κέρδος ὃ τῇ κλήσει πρόσεστιν, εἰ μὴ καὶ τοῦτο πάντων ἐναντιώτατον τῇ πολιορκίᾳ, ἥν φασί τινες ἡμᾶς πολιορ‐
25κεῖσθαι, πάντας ἐν ταὐτῷ συνειλεγμένους ἀργεῖν. ἡγοῦμαι δ’ ἔγωγε οὐδὲ τοὺς οἰκέτας τοῦ πλήθους ἡμῶν ὑπερορῶν‐ τας νῦν ἀποδιδράσκειν, ἀλλὰ τὰ μὲν τῷ λήσειν ἐξ ἀρχῆς πιστεύοντας, τὰ δ’ εἰ γένοιντο ἅπαξ ἐν τοῖς πολεμίοις, οὐδὲν πείσεσθαι νομίζοντας, ὅλως δὲ τῇ δούλων φύσει
30χρωμένους, ἣ καθάπερ τῷ προσρήματι τοῖς δεσπόταις ἐναντία, οὕτω κἀν τοῖς βουλήμασιν. ἀντὶ γὰρ ὧν εὖ πάσχουσι μισοῦσι καὶ δίκην ἐθέλουσι λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν. αὕτη δέ ἐστι μὴ παντάπασιν ἔχειν εὐ‐ μενῶς τοῖς δεσπόταις. ἐγὼ τοίνυν καὶ πρὸς αὐτὰς τὰς
35αὐτομολίας ἐπιτηδειότερον τὸν ἀπόστολον εὑρίσκω. ὁρῶντες

369

μὲν γὰρ ἡμᾶς αὐτοὺς δραπετεύοντας, ἐπιθήσονται κατα‐ φρονήσαντες, θαρροῦντας δὲ ἂν αἴσθωνται, τάχ’ ἂν, εἰ
τύχοιεν, ἀμείνους τῆς φύσεως γένοιντο. ἔτι δ’ οὓς ἂν κομίζωμεν αὐτῶν ἐν ταῖς ναυσὶν, οὐχ ἕξουσιν ἐκεῖ ποιεῖν560
5ὃ νῦν ἐνταῦθα, ἀλλ’ ὥσπερ νῦν πρὸς τοὺς πολεμίους ἀπέρχονται κρατοῦντας τῆς χώρας, οὕτως ἐκεῖ γε κρα‐ τούντων τῆς χώρας πάλιν ἡμῶν καὶ τῶν πολεμίων ταυτὸν τοῦθ’ ὅπερ ἡμεῖς ἐνταῦθα πεπονθότων, οὐχ ἕξουσιν ὅπως μεταστήσονται, ἀλλ’ ἔκ γε τῶν εἰκότων οἱ παρ’ ἐκείνων
10μᾶλλον ὡς ἡμᾶς ἀφίξονται. χωρὶς δὲ τούτων οὐκ εἴ τι τῶν πάντων ἢ μεῖζον ἢ ἔλαττον ὑπομενοῦμεν, τοῦτο σκεπτέον, ἀλλ’ εἰ ταῦτα πάντα ὑπὲρ μεγάλων καρτερή‐ σαιμεν, καὶ τὸν μισθὸν παρὰ τῶν πραγμάτων κομιού‐ μεθα. πολὺ γάρ τοι βέλτιον οἶμαι τοῖς ὕστερον χρηστοῖς
15λῦσαι τὰ νῦν δυσχερῆ ἢ ταῦτά τε μή πω δύνασθαι κἀκεί‐ νων ἐθελοντὰς ἀποστῆναι. ὅλως δὲ παντὶ τῷ σχήματι τοῦ πολέμου συμβαῖνόν ἐστιν ἡ πρὸς τὴν Σικελίαν ἐξαγωγὴ τῶν πραγμάτων. εἰ μὲν γὰρ τοῦτον τὸν τρόπον ἡμῖν ἐδέ‐ δοκτο πολεμεῖν πρὸς Λακεδαιμονίους, ὃν ἐκεῖνοι προὐκα‐
20λοῦντο, ἄλλος ἂν ἦν λόγος· νῦν δὲ τί ἡμῖν ἔδοξεν ἀπ’ ἀρχῆς; ἐκείνους μὲν ἐμβάλλειν ἐᾶν, αὐτοὺς δὲ ταῖς ναυσὶ χρῆσθαι, καὶ τῆς μὲν γῆς δῃουμένης μὴ προτιμᾶν, πολ‐ λὴν ἔχοντας τὴν ἄλλην, τῇ Πελοποννήσῳ δ’ ἐγκεῖσθαι, ὡς οὐ τὸ τοῖς πρὸ ποδῶν μάχεσθαι τοῦτο σῶσον τὰ
25πράγματα, ἀλλὰ τὸ τὰς ἔξω δυνάμεις κακοῦν αὐτῶν. Μὴ τοίνυν ἧττόν τι τοῖς ὅλοις συμφέρειν νομίσητε τἀν τῇ Σικελίᾳ κατεργασθέντα ἢ τὸ πλεῖν περὶ Πελοπόν‐ νησον, μηδ’ ἄλλως ἂν ἄμεινον τοὺς ἐκ Δεκελείας ἀπαγα‐ γεῖν ἢ τὰς ἔξωθεν ἀφορμὰς αὐτῶν εἰ παρελοίμεθα. εἰ561
30γὰρ μήτε πέμπειν εἰς Σικελίαν ἕξουσι μήθ’ ὑποδέχεσθαι τῶν ἐκεῖθεν μηδὲν, ὑμῖν δ’ αὖ διὰ χειρὸς ἅπαντα ταῦτα καταστήσεται, οὐκ ἔσθ’ ὅπως ἂν ἄμεινον καταλυθεῖεν οὐδ’ ὅπως ἂν μᾶλλον ἀπορήσαιεν ὅ τι χρήσαιντο. καὶ μὴν εἰ τὸν Ἑλλήσποντον περὶ πλείονος τῆς Ἀττικῆς ποιού‐
35μεθα τῆς σιτοπομπίας ἕνεκα, πόσῳ τοῦ γε Ἑλλησπόντου Σικελίαν εἰκός; ὁ μέν γε τῶν ἐκ τοῦ Πόντου πλοίων τὴν

370

παραπομπὴν ἡμῖν ἔχει, ἡ δ’ ἀντ’ ἀμφοῖν τῶν χωρίων τούτων γίγνεται· τῶν γὰρ ἐξ ἁπάσης τῆς Σικελίας τὴν κομιδὴν ἀσφαλῆ μέχρι τοῦ Πειραιῶς ἔχει. πρὸς δὲ τοὺς βαρέως ἔχοντας τοῖς ἐνθάδε πράγμασι καὶ τῷ Δεκέλειαν
5τετειχίσθαι πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι πάντων ἔστ’ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς ὅλης παραχωρῆσαι, ὑπὲρ δὲ τοῦ Δεκελείας τείχους ἀγανακτεῖν, ὥσπερ οὐ τοὺς ἐκ τοῦ τείχους πλείω πράγματα ἔχοντας ἡμῶν. ἔπειτ’ ἐν‐ θυμηθῶμεν, τρέποιτο δ’ εἰς ἑτέρους ἡ βλασφημία, πότε‐
10ρον νῦν χεῖρον ἔχει τὰ πράγματα τῇ πόλει καὶ φόβων ἔστ’ ἀξία πλειόνων, ἢ κατ’ ἐκεῖνον τὸν χρόνον, ἡνίχ’ ἧκον μὲν Πελοποννήσιοι πάντες αὐτοὶ καὶ οἱ σύμμαχοι καὶ τὴν χώραν ἐδῄουν, ἐνέκειτο δὲ ὁ λοιμὸς, εἰρήνην τὰ πρὸς τοὺς πολεμίους εἶναι δοκεῖν ποιῶν, πάντα δ’ ἦν
15μεστὰ καπνοῦ, πυρκαϊᾶς, φθορᾶς τῆς μὲν ἔξω, τῆς δὲ ἔνδον κατὰ τὴν πόλιν. ἐγὼ μὲν γὰρ οὐδ’ ἐν ἅπαντι τῷ πολέμῳ τοσούτους ἡμῶν εὑρίσκω τοὺς τεθνεῶτας, μηδέ γ’ ἄλλοτε συμβαίη, Ζεῦ σῶτερ, ὅσους ἡ νόσος αὕτη διέφθειρεν. εἰ τοίνυν τότ’ ἀπαλγήσαντες κατελυσάμεθα,
20ὥσπερ τινὲς ἡμᾶς ἔπειθον, ἔσθ’ ὅπως ἄν τι τῶν μετὰ
ταῦτα ἔργων πολλῶν καὶ καλῶν ἐπέπρακτο; οὐχ οἷόν τε. ἀλλ’ οἶμαι τὰ μὲν παρόντα λογισμῷ διενεγκόντες, τὸ δὲ μέλλον ταῖς ἀμείνοσι τῶν ἐλπίδων ἐπιτρέψαντες, πολλὰς μὲν ναυμαχίας αὐτοὺς κατεναυμαχήσαμεν, τελευτῶντες δὲ562
25ἐν Πύλῳ ζῶντας λαβόντες ἠγάγομεν δεῦρο αὐτοῖς ὅπλοις. τοιαῦτα ὁ πόλεμος τοῖς ἐθέλουσι πονεῖν καὶ ταλαιπωρεῖν ἐθέλει χαρίζεσθαι. καὶ ταῦτ’ οὐ μόνον ἡμεῖς οἱ νῦν οὕ‐ τως ἔγνωμεν, ἀλλὰ καὶ τὸ τῶν πατέρων ὑπάρχει παρά‐ δειγμα παμμέγεθες, οἱ καὶ τέκνα καὶ γυναῖκας καὶ τὴν
30πόλιν αὐτὴν καὶ τὴν χώραν προεῖντο, οὐδὲν τοῦ παρ’ ἀξίαν εἶξαι νομίσαντες φοβερώτερον. εἰ δέ γε ἢ τὸν Ἄθω ἀκούοντες μεταποιούμενον ἢ τὸν Ἑλλήσποντον εὐθὺς ἐξε‐ πλάγησαν ὥσπερ ἐν τραγῳδίᾳ, ἢ καὶ μετὰ ταῦθ’ ὡς ἐνί‐ κησαν τὰς ἐπ’ Ἀρτεμισίῳ νίκας, ἀναγκαζόμενοι φεύγειν
35εἰς τὸ εἴσω τῆς Ἑλλάδος διὰ πλῆθος τῶν ἐπιουσῶν νεῶν, ἐνεθυμήθησαν ὡς ἀπέραντα πονοῦσι καὶ περισχήσει σφᾶς ὁ πόλεμος, καὶ πολλῷ γε μᾶλλον ὡς εἶδον ἤδη πᾶσαν

371

τὴν Ἀττικὴν πολεμίων καὶ πυρὸς μεστὴν, εἰ μὴ ταῦτα πάντα καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ γνώμῃ γενναίως καὶ περαιτέρω τῆς ἀνθρωπείας, εἰ οἷόν τε εἰπεῖν, φύσεως διή‐ νεγκαν, ποῦ μὲν ἂν τρόπαια τοσαῦτα, ποῦ δ’ ἡγεμονία
5τῶν Ἑλλήνων, ποῦ δ’ αὐτὸ τὸ τοὺς Ἕλληνας εἶναι; τί τούτων ὑπῆρξεν ἂν ὧν, ὡς ἐπὶ πραχθεῖσιν εἰπεῖν, ζῆν οὐ καλὸν χωρίς; δεῖ τοίνυν τοῖς ὑπάρχουσι παραδείγμασι χρωμένους μὴ χείρους εἶναι πρὸς τὰ μέλλοντα, εἰδότας ὡς ἡ ῥᾳστώνη καὶ τὸ καθ’ ἡδονὴν ἀπὸ τῶν πόνων περι‐
10γίγνεται καὶ τὰ μέγιστα τῶν ἔργων τοὺς ἀρίστους μένει. λέγουσι δέ τινες καὶ περὶ τῶν Ἐγεσταίων ὡς ἐψεύσαντο ἃ εἶπον περὶ τῶν χρημάτων. ἐγὼ δ’ εἰ μὲν Ἐγεσταίων
χάριν τὸν στόλον τοῦτον ἐποιησάμεθα, ὁμολογῶ δεῖν ἀπο‐ δέχεσθαι τοὺς κατ’ ἐκείνων λόγους· εἰ δὲ τὸ μὲν σχῆμα563
15τῆς στρατείας Ἐγεσταῖοι καὶ Λεοντῖνοι παρεῖχον, οἱ δὲ κρατῆρες ἄλλο τι βουλομένων ἦσαν καὶ ἡ μέχρι Αἰγίνης ἅμιλλα, τί ταῦτα ληροῦμεν; οὐ γὰρ εἰ φαῦλοι περὶ ἡμᾶς Ἐγεσταῖοι γεγόνασι, διὰ τοῦτο καὶ ἡμᾶς ἀκολουθῆσαι προσή‐ κει, οὐδ’ ὅτι ἐκεῖνοι κατ’ ἀνάγκας ἐψεύσαντο, διὰ τοῦτο
20καὶ ἡμᾶς ἐξεπίτηδες ἐναντία ἡμῖν αὐτοῖς ψηφίζεσθαι· οὐδ’ ἐπειδὴ ἐπὶ τῶν ἐν Ἐγέστῃ διημάρτομεν, καὶ τῶν ἄλλων εὐποριῶν τῶν πολλῶν καὶ οὐδὲν ὁμοίων τοῖς παρ’ ἐκείνων ἐλπισθεῖσιν ἑκόντας ἀποστερηθῆναι. τοσοῦτον δ’ εἰπεῖν ἔτι βούλομαι· εἰ τοῖς παρ’ Ἐγεσταίων, ὦ Ἀθη‐
25ναῖοι, χρήμασι καὶ ταῖς ἐλπίσιν ἃς ἐκεῖνοι παρίστασαν, εἰ τούτοις πιστεύσαντες ἀφορμὴν ἱκανὴν ἔσεσθαι τῷ πο‐ λέμῳ στρατεύειν ἐπήρθημεν, ἀφιστώμεθα τῆς Σικελίας, καλῶμεν τοὺς ἐκεῖθεν, ἔστω πᾶς ἀχρεῖος λόγος, ὅστις μὴ ταῦτα συμφήσει. εἰ δ’ ἐκεῖνοι μὲν ἅτε ὄντες βάρβαροι
30προσυπισχνοῦντο ὑπὲρ τοῦ τινὲς εἶναι δοκεῖν, ἡμῖν δ’ ἑτέ‐ ρωθεν τὸ ἰσχυρὸν ἦν [ἐστὶν ὁ λόγος λοιπόν]. Ἀναμνησθῶμεν δ’ ἡμετέρου τινὸς αὐτῶν ἔργου, φέροντος εἰς τὰ παρόντα. ἦν γάρ ποτε χρόνος, ὦ Ἀθη‐ ναῖοι, ὅθ’ οἱ μὲν τὴν βασιλέως κακῶς ἡμῶν ἐποίουν
35τριήρεσι τριακοσίαις καὶ ἔτι πλείοσιν, οἱ δὲ Αἰγίνῃ
προσεκάθηντο, Κορίνθιοι δ’ ἐπαρθέντες ἧκον εἰς Μέγα‐564

372

ρα, ὡς ἢ κινήσοντες τοὺς ἐπ’ Αἰγίνης, ἢ Μεγαρέας αἱ‐ ρήσοντες ἐρήμους βοηθῶν. ἡμεῖς δὲ τρίτην στρατείαν ἐξεύ‐ ρομεν, ἧς ἦρχε Μυρωνίδης· οὗτοι δ’ ἦσαν οἱ πρεσβύτατοι καὶ νεώτατοι τῶν ἐν τῇ πόλει, καὶ συμβαλόντες Κοριν‐
5θίοις ἐκρατοῦμεν πρὸ Μεγάρων· καὶ πάλιν ὡς ἠναίνοντο, ἑτέραν τὴν περὶ τοῦ τροπαίου· εἰς ἃ βλέψαντας καὶ δε‐ δόσθαι τῇ πόλει παρὰ τῆς ἀγαθῆς τύχης νομίσαντας τὸ τολμᾶν, οὐ τοὺς ἐκ Σικελίας ἐνταῦθα χρὴ μεταπέμπεσθαι φοβηθέντας· οὐ γὰρ οἱ πρὸς τῷ πρυτανείῳ κάλλιστα τὰς
10Ἀθήνας φυλάξουσιν· ἀλλ’ εἰ προσδεῖ τοῖς ἐκεῖ βοηθείας, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, πέμπειν ἥτις μετρία, καὶ τάς τε ναῦς τὰς διαβρόχους ἰᾶσθαι ταῖς διαδοχαῖς, αἳ παρ‐ έξουσι σχολὴν ἀναψύχειν, καὶ τὸν Γύλιππον μὴ φοβεῖ‐ σθαι, στρατιὰν ἐκ τῆς Σικελίας συλλέγοντα, ἀλλ’ οἵτινες
15ἀντιπρεσβεύσαντες διακωλύσουσιν, ἢ καὶ ἑτέραν ἡμῖν πο‐ ριοῦσι, τὴν μὲν ἐξ αὐτῆς Σικελίας, τὴν δ’ ὅθεν ἂν συμβῇ, ταῦτα σκοπεῖσθαι, καὶ τοῖς λόγοις ἐκείνοις ἐρρῶ‐ σθαι λέγειν, ὡς οὐδ’ εἰ λάβοιμεν τὴν Σικελίαν, ῥᾳδίως ἂν φυλάξαιμεν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, βουλοίμην ἂν
20οὕτως ἔχειν ἤδη Σικελίαν, ὡς κεκτῆσθαί γε βεβαίως ἐπιτηδειοτάτην ἁπασῶν ὑπολαμβάνω. βλέψωμεν δὲ εἰς τὸ τοῦ βασιλέως παράδειγμα, ὃς ἔχει Κύπρον, τοσοῦτον
ἀπέχων οὐ Κύπρου μόνον, ἀλλὰ καὶ θαλάττης ὅλως, καὶ ταῦτα διὰ τοῦ Φοινίκων ναυτικοῦ· καὶ προσέτι γε αὐτοὺς565
25τοὺς Φοίνικας τοὺς ἔχοντας τὰς ναῦς, αὐτὸς οὐκ ἔχων οἰκείαν οὐδεμίαν, ὡς ἔπος εἰπεῖν. καὶ ἐῶ λέγειν Κίλικας καὶ τὸ κύκλῳ τοῦτο πᾶν. τί δὴ τὸ αἴτιον, ὦ Ἀθηναῖοι, ὅτι κἂν μὴ τοῖς ὁμοίοις ἰσχυρὸς ᾖ τις, τῇ δὲ ὅλῃ δυνάμει κρατῇ, πάντα δουλοῦται καὶ κατέχει ῥᾳδίως ἀφορμῇ τῷ
30φόβῳ χρώμενος; ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐκ ἔσθ’ ἥτις ἂν πώποτε ἀρχὴ μεγάλη συνέστη, εἴ τινες ἐξεφόβουν τοὺς ἐπιχειροῦντας, ὡς οὐδ’ εἰ προχωροίη, κα‐ τασχήσουσι. νῦν δ’ ἐνταῦθα δὴ καὶ κάλλιστα ἴδοι τις ἂν

373

ὡς θεῖον τὸ χρῆμα τῆς ἀρχῆς· αὐτὴ γὰρ ἑαυτὴν σώζει. ὥσπερ γὰρ ἐν τοῖς ἰδίοις οἴκοις ἑνὶ μὲν καὶ δυοῖν οἰκέταιν χαλεπὸν χρήσασθαι, οἱ δὲ πολλοὶ κατὰ ἀλλήλων ὑπάρ‐ χουσιν, οὕτω κἀν ταῖς δυναστείαις τὸ πλῆθος τῶν δεδου‐
5λωμένων βεβαιοῖ τὴν ἰσχὺν τοῖς προειληφόσι· πάντες γὰρ ἐν κύκλῳ δεδίασιν ἀλλήλους. οὕτω δὴ καὶ ἡ Σικελία τοῖς ἐνταῦθ’ ἡμῖν οὖσι προσγενομένη αὐτή τε διὰ τούτων σωθήσεται καὶ τἀνταῦθα ἀκριβώσει καὶ σύνδεσμος, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τῆς ἀρχῆς καθεστήξει. χειρωθέντες
10γὰρ ἄνθρωποι πολλοὶ καὶ παντοδαποὶ γένος, οὐχ ἕξουσιν
ἀποστροφὴν, ἀλλὰ πᾶν τὸ μὴ περαιτέρω τοῦ παρόντος κακὸν ὥσπερ ἕρμαιον ἡγήσονται τοῖς ὅλοις ἀπειπόντες. ἀλλ’ ἐνταῦθα γὰρ ἤδη τῶν φόβων εἴημεν· ἐγὼ δὲ ἑτέρους ἐγγυτέρω τούτων ὁρῶ, τὸ ναυτικὸν εἰ κινήσαιμεν, ὦ566
15Ἀθηναῖοι, νῦν ἐκ Σικελίας. καὶ οὐκ ἐκ τῶν Βάκιδος χρησμῶν οὐδ’ Ἀμφιλύτου μαθεῖν δεῖ με, ἀλλ’ αὐτὸς εὖ εἰδὼς ὑμῖν προλέγω Συρακοσίους καὶ Σελινουντίους καὶ πάντας τοὺς ἐκεῖθεν πολεμίους δεῦρ’ ἥξοντας, ἂν αὐτοὺς καλέσωμεν. τούτους γὰρ οὐχ ἧττον καλοῦμεν ἢ τοὺς ἡμε‐
20τέρους αὐτῶν, ἂν ἅ τινες κελεύουσι ψηφιζώμεθα. οὐ γὰρ ἐξαρκέσει Συρακοσίοις, εἴ γε μηδὲν πεπόνθασιν, ἀλλὰ τοῦτο μὲν τῇ τύχῃ καὶ Λακεδαιμονίοις λογιοῦνται τοῖς ἀφῃρημένοις, ἡμᾶς δὲ ἐχθροὺς μὲν ὁμοίως ὥσπερ ἂν εἰ παρεστησάμεθα αὐτοὺς, δυνατὸν δ’ εἶναι νῦν μόνως
25ἀμύνασθαι, κρινοῦσι. Καίτοι θαυμαστὸν εἴ τις, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐν τῷ Συρακοσίων λιμένι τριήρεις ἡμετέρας εἶναι φοβερὸν κρίνει τῇ πόλει, τὸ δὲ τὰς τῶν Συρακοσίων καὶ τῶν συμμάχων εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, τοῦθ’ ὥσπερ
30σωτήριον τοῖς πράγμασι προσδοκᾷ. εἰ μὲν γὰρ ἔστι τις ἡμῖν ἐγγυητὴς, ὡς ἐκεῖνοι τὴν ἡσυχίαν ἄξουσι, καὶ οὐκ ἐθελήσουσι τὴν αὐτὴν ἀποδοῦναι χάριν Λακεδαιμονίοις ἧσπερ οὗτοι νῦν ὑπῆρξαν εἰς αὐτοὺς, ἐφ’ ἡμῖν εἶναι νο‐ μίζωμεν ὁπότερ’ ἂν βουλώμεθα τούτων. εἰ δ’ οὐχ οὕτω
35φευξόμεθα αὐτοὺς, ὡς μὴ ὅποι ποτ’ ἂν ἡμῖν ἐπίωσιν, ἐνταῦθα ἀναγκαίως ἔχειν ἀμύνασθαι, τί τὴν Ἀττικὴν ταραχῆς ἐμπίπλαμεν ἀμελήσαντες τῆς Σικελίας; καὶ τί μεθίσταμεν ἐνταῦθα τὸν πόλεμον, ἐξὸν κατέχειν ἐκείνους, ὅπως μήθ’ ἑκόντες μήτ’ ἄκοντες προΐωσι τῆς αὑτῶν; ἢ567
40τὸ μὲν ἡμᾶς βουλεύεσθαι περὶ ἐκείνων δυσχερὲς, τὸ δ’

374

ἐκείνοις ἐγγενέσθαι περὶ ἡμῶν οὐκέτ’ ἔσχατον ἁπάντων; καὶ μὴν οὐ μόνον τοὺς ἐκεῖθεν δέος ἐστὶν ἐπισπάσασθαι, ἀλλὰ καὶ τοὺς ἐνταῦθα μηκέθ’ ὅσον πρότερον δοκεῖν ἀξίους εἶναι. ἀγανακτῶ δ’ ἔγωγε, εἰ Πελοποννήσιοι μὲν
5οὐκ ἀποκνήσουσι ναῦς ἑτέρας πληροῦν ὑπὲρ τῶν ἐν Σικε‐ λίᾳ, ἡμεῖς δ’ ὑπὲρ ἡμῶν αὐτῶν οὐ τολμήσομεν. καὶ τῶν μὲν στρατηγῶν φυγὴν κατέγνωμεν Πυθοδώρου καὶ Σο‐ φοκλέους, καὶ τὸν τρίτον αὐτῶν χρήματα ἐπραξάμεθα, ὅτι ἀνέστρεψαν ἐκ Σικελίας καὶ μετέσχον τῶν ἐκεῖ σπον‐
10δῶν, αὐτοὶ δὲ τοσαύτην στρατιὰν ἄπρακτον ἀνάξομεν, ἣν οὐ κατὰ σπονδὰς δεήσει κομισθῆναι, ἀλλ’, αἰσχύνομαι μὲν εἰπεῖν, φεύγουσα δὲ ὀφθήσεται. καίτοι ὅταν, ὦ Ἀθηναῖοι, τοὺς τειχήρεις φεύγωμεν, καὶ ὅταν ἐκ νήσου δραπετεύωμεν, κέρδος τὴν σωτηρίαν ἡγούμενοι, ποῦ λοιπὸν
15ἰσχυριούμεθα; ἢ τίς λοιπὸν ἔσται πόλεμος; οὐκ ἀναμνη‐ σθησόμεθα, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὰς ναῦς ἀπεστέλλομεν παιᾶνας ᾄδοντες καὶ κρατῆρας ἱστάν‐ τες καὶ πομπὴν καὶ χάριν ἔργων τετελεσμένων ἀπομιμού‐ μενοι; οὐκ αἰσχυνούμεθα τουτονὶ τὸν ἥλιον, εἰ δυοῖν
20οὕτως ἀνομοίων ἡμῖν ἔσται μάρτυς, τότε μὲν τοσαύτης λαμπρότητος καὶ ὑπερηφανίας, νῦν δὲ ταπεινότητος; ποῖα λάφυρα κομίζοντας, ὦ Ἀθηναῖοι, δεξόμεθ’ αὐτοὺς, ἢ ποῖα χαριστήρια τῶν ἔργων τοῖς θεοῖς, ἢ ποίους ἐπινί‐ κους ἅμ’ αὐτοῖς ἐνταῦθα ᾀσόμεθα; ἢ ποίαν ἅμιλλαν
25ἁμιλλήσονται πρὸς ἀλλήλους ἀναπλέοντες, ὁμοίαν τῇ πρώην; οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ σιωπῇ καὶ τῶν κελευσμά‐ των κομισθήσονται, μόνον οὐκ αἰσχυνόμενοι τὴν θάλατ‐ ταν. εἶτα τοὺς μὲν ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸ ὥρας ἀπαγορεύοντας καὶ παρ’ ἀξίαν μικροῦ μισοῦμεν, ἄλλως568
30τε κἂν πρὸς αὐτῷ τῷ στεφάνῳ ποιήσωνται τὴν ἀπόρρη‐ σιν· αὐτοὶ δ’ ἀγῶνα τοσοῦτον ἀράμενοι καὶ μικροῦ πάντα κατειργασμένοι συγκεκλεικότες Συρακοσίους, ἔχοντες τὴν Σικελίαν, μόνον οὐκ ἐν ταῖς χερσὶ τὸν στέφανον, εἶτα ἀπορρίψομεν; μὴ δῆτα, ὦ Ἀθηναῖοι. εὖ γὰρ ἴστε, ὀφθῆ‐
35ναι μόνον ἀρκέσει τοῖς δευτέροις καὶ πάντ’ οἴχεται τὰ Συρακοσίων πράγματα· καὶ τοσοῦτον ἀπολαύσονται τοῦ

375

Γυλίππου, ὅσον μακροτέραν αὐτοῖς γε γεγενῆσθαι τὴν πολιορκίαν. πάντων δ’ ἀτοπώτατον, εἰ Νικίας μὲν, οὗ τί χρὴ πρὸς τὰ τοιαῦτ’ ἀργότερον ἐξευρεῖν, ὅμως ἐφ’ ὑμῖν τὴν αἵρεσιν πεποίηκε, δυοῖν θάτερον λείπεσθαι φάσκων,
5ἢ πέμπειν ἑτέρους, ἢ καλεῖν σφᾶς, καὶ οὐκ ἀφῄρηται τὴν καθάπαξ ἐλπίδα, καὶ ταῦτα αὐτὸς ὢν ὁ φοβῶν, προσθήσω δὲ καὶ ὁ φοβούμενος εὐθὺς ἐξ ἀρχῆς, ὑμεῖς δ’ οἱ παρ’ ἐκείνου ταῦτ’ ἀκούοντες καὶ οἱ τότ’ ἐκεῖνον ἄκοντα κινήσαντες προκαταγνώσεσθε μηδὲν ἔτ’ εἶναι τῶν
10ἐκεῖ κατασχεῖν· μηδαμῶς. ἀλλὰ τῶν τότε εἰρημένων ἀναμνησθέντες καὶ τοὺς ἄγαν ἀσφαλεῖς τοσοῦτον ἐρωτή‐ σαντες, πότερ’ ἐξ ἀρχῆς ταύτην εἶχον τὴν γνώμην, ἢ μεθ’ ὑμῶν ἦσαν, εἰ μὲν τὰ αὐτὰ φρονεῖν ὑμῖν φήσουσι, κατη‐
γόρους αὑτῶν εἶναι νομίζετε τῇ μεταβολῇ, εἰ δ’ ἑτέρως569
15ἐγίγνωσκον, ἐξ ἀμφοτέρων ἁμαρτάνειν ἡγεῖσθε, τοῦτο μὲν εἰ πρὶν ψηφίσασθαι * * συμβουλεύειν δέον ἐξελεῖν, τοῦτο δ’ εἰ περὶ ὧν ἥττηνται βιάζονται. ἵνα δὲ εἰδῆτε ὅσον ἀσφα‐ λείας τῇ γνώμῃ περίεστι, κεφάλαιον ἀκούσατε. ἀπανιστά‐ μενοι μὲν ἐκεῖθεν πάσας καταλύσετε τὰς ἐλπίδας καὶ οὐδὲ
20ὄναρ ὑμῖν τῶν ἐκεῖ πραγμάτων ἐπιλείπεται· πέμποντες δὲ τὴν βοήθειαν οὐχ ἁμαρτήσεσθε δυοῖν θατέρου· ἢ γὰρ ἕξετε, ὡς ἐγὼ νομίζω, Σικελίαν, ἢ εἰ τοῦτ’ ἀδύνατον, τό γ’ ἐξεῖναι δεῦρ’ ἀναπλεῖν σώζεται. καίτοι ὅτε τοῦ χείρονος νικῶντος μένει τοῦθ’ ὅ τινες νῦν ὡς βέλτιστον εἰσηγοῦν‐
25ται, πόσον τὸ μεταξὺ χρὴ δοκεῖν εἶναι τῆς γνώμης ἑκα‐ τέρας; πέμπειν δὲ στρατηγοὺς, οἵτινες τοῦ Νικίου γήρως καὶ τῆς ἐμπειρίας ἀπολαύσαντες τὴν νωθείαν ὑπερβήσον‐ ται· καὶ μὴν ὅ γε ἀρέσκει μοι τῆς ἐπιστολῆς, τὸ δεῖν οὕτως ποιεῖν, ὅπως μὴ δεύτεροι τῶν πολεμίων ἔλθοιμεν·
30ὡς εἰ φθάσαιμεν αὐτοὺς πρὸς τοῖς πράγμασι γενόμενοι, δυοῖν θάτερον, ἢ οὐ κινήσονται τὸ παράπαν, ἢ πλέον
οὐδὲν ἕξουσιν.570