TLG 0284 027 :: Aelius ARISTIDES :: Ἱεροὶ λόγοι εʹ

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Ἱεροὶ λόγοι εʹ

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 534–550.

Citation: Jebb page — (line)

347

Θέρους ὥρᾳ πονήρως εἶχεν ὁ στόμαχος καὶ δίψος ἦν νύκτα καὶ ἡμέραν καὶ ἱδρὼς ἀμύθητος καὶ λύσις τοῦ σώματος, καὶ μόλις ἂν δύο καὶ τρεῖς εἷλκον ἀπὸ τῆς κλί‐ νης ἀναστῆναι δεόμενον· καὶ ὁ θεὸς σημαίνει ἔξοδον ἐν
5Σμύρνῃ ὄντι τὸν χρόνον τοῦτον, καὶ ἔδει ἐξιέναι αὐτίκα. καὶ ἐξῄειν μὲν τὴν ἐπὶ Περγάμου· ἐν ὅσῳ δὲ ὀχήματα ἐπορίζετο καὶ δὴ μεσημβρία τε προσῄει καὶ καῦμα ᾔρετο λαμπρόν. ἔδοξεν οὖν ἡμῖν ἐν τῷ προαστείῳ διατρίψαντας αὐτὴν τὴν ἀκμὴν οὕτως περαίνειν. ἡ δ’ ὁρμὴ ἦν ὡς εἰς
10Μύριναν καὶ τὰ σκευοφόρα ἐπὶ τούτῳ προῄει. οἷα δὲ πνίγους ὄντος καὶ ἅμα ὑφ’ ἡδονῆς τοῦ χωρίου καὶ προσέτι ἀσχολιῶν τινῶν προείμεθα τῆς ὥρας συχνὸν, ὥστε γιγνό‐ μεθα ἐπὶ τῷ καταγωγίῳ τῷ πρὸ τοῦ Ἑρμοῦ περὶ αὐτὴν δύσιν ἡλίου. καὶ ἠπόρησα μὲν ὅ τι ποιῶ. ὡς δὲ οὔτε τὴν
15δυσχέρειαν τῶν οἰκημάτων ἔφερον εἰσελθὼν, θεραπεία τε οὐ παρῆν διὰ τὸ προεκπέμψαι, ἐδόκει χρῆναι τὸ πρόσω διώκειν, καὶ διαβάντι τὸν ποταμὸν νύξ τε ἦν ἤδη καθαρὰ καὶ προσέβαλεν αὔρα τις ἐλαφρὰ καὶ ψυχεινὴ, καὶ τό τε
σῶμά πως ἀνελάμβανε καὶ τῇ γνώμῃ τόνος τις μετ’ εὐθυ‐534
20μίας ἐνεδύετο, ὡς τῷ τε ἀέρι ὁμιλεῖν καθ’ ἡσυχίαν καὶ ἅμα πρὸς τὴν παρελθοῦσαν ἡμέραν τὰ παρόντα κρίνοντι ὁπόσον τι μεταβεβλήκει. ἤδη δὲ βαθείας ἑσπέρας ἦλθον εἰς Λάρισσαν, καί μοι ἀσμένῳ γίγνεται ὡς τά τε ὀχήματα οὐ κατείληπτο καὶ τὰ τῆς καταγωγῆς οὐδὲν ἀμείνω τῶν
25πρόσθεν ἦν, ἀλλ’ ἀνάγκη παρῆν ἔχεσθαι τῆς ὁδοῦ καὶ διακαρτερεῖν. καὶ μέσαι τε ἤδη νύκτες ἢ καὶ ἔτι πορρω‐ τέρω, καὶ γιγνόμεθα ἐν Κύμῃ, καὶ πάντα ἀπεκέκλειτο

348

καὶ μάλ’ ἀγαπητῶς ἐμοί. παρακαλέσας δὲ τοὺς ἑπομένους, οἳ παρέπεμπόν με ἀπὸ τοῦ χωρίου προσταλαιπωρῆσαι καὶ τὸ λοιπὸν, ὡς οὐκ εἰσόμενον αὐτοῖς, πάντως δὲ ὀλίγον τ’ εἶναι καὶ προφέρειν οὐκ ὀλίγον μοι δοκεῖν τῆς προαι‐
5ρέσεως διαμαρτεῖν, ἐχώρουν ἔξω πυλῶν, καὶ ψῦχός τε ἤδη ἦν ὑγρότερον, ὥστε καὶ θέρμης δεῖσθαι. καὶ περὶ ἀλεκτρυόνων μάλιστά πως ᾠδὰς ἀνύσας εἰς Μύριναν, ὁρῶ τοὺς ἐμοὺς πρόσθεν τῶν καταγωγίων τινὸς συνεσκευασμέ‐ νους ὡς εἶχον διὰ τὸ μηδ’ αὐτοὺς, ὡς ἔφασαν, καταλα‐
10βεῖν ἀνεῳγμένον μηδέν. ἦν δέ τις ἐν προθύρῳ τοῦ παν‐ δοκείου σκίμπους· τοῦτον περιφέροντες ἄνω καὶ κάτω διατριβὴν εἴχομεν. ὅπου γὰρ τεθείη πανταχοῦ λυπηρὸς ἦν. θύραν δὲ κόπτουσιν ἢ ξένων ἢ ὡντινωνοῦν πλέον οὐδὲν ἦν· οὐ γὰρ ὑπήκουεν οὐδείς. ὀψὲ δέ ποτε εὕρομεν
15εἰσελθεῖν εἰς οἰκίαν τῶν ἐπιτηδείων τινὸς, κακοδαιμονίᾳ
δὲ θυρωρῶν τό τε πῦρ ἀπεσβήκει καὶ ἄλλο γε οὐδὲν ἦν οὐ μικρὸν οὐ μέγα. εἰσῄειμεν δὲ ὑπὸ σκότου καὶ ὑπὸ χει‐ ραγωγῷ οὔτε ὁρῶντες οὔτε ὁρώμενοι. ἐν ὅσῳ δὲ πῦρ τε ἐπορίζετο καὶ πορισθέντος ἔμελλον χρίσεσθαί τε καὶ πίε‐535
20σθαι, καὶ δὴ ἑωσφόρος τε ὑπερεῖχε καὶ φῶς ἡμέρας ὑπέ‐ φαινεν, ἐδόκει χρῆναι μὴ μαλθακίζεσθαι μηδὲ καθεύδειν ἡμέρας οὔσης, ἀλλ’ ἔργον ἔργῳ συνάπτειν καὶ βαδίζειν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν, εἰς Γρυνεῖον, εἰωθός μοι καὶ ἰόντι καὶ ἐπανιόντι θύειν τῷ θεῷ.
25 Γενόμενος δὲ ἐν Γρυνείῳ θύσας τῷ Ἀπόλλωνι καὶ τὰ εἰωθότα διατρίψας εἰς Ἐλαίαν ἐλθὼν ἀνεπαυόμην. καὶ ὡς ἐγενόμην ἐν Περγάμῳ τῇ ἐπιούσῃ, ἐγὼ μὲν οἷα εἰκὸς οὕτως εἶχον ὡς ἐνδιατρίψων, ἐνύπνιον δ’ ἐλθὸν, εἴτε δὴ εἰς ἑσπέραν εὐθὺς εἴτε καὶ μιᾷ ὕστερον ἡμέρᾳ ἢ καὶ δευ‐
30τέρᾳ, ἐπείγεσθαί τε ἐκέλευε καὶ μὴ ἄλλως ποιεῖν· οἵδε γὰρ καὶ δὴ διώκουσι. καὶ ἅμα τούτοις αἵ τε θυρίδες πνεύματος ἐμπεσόντος ἀνεῴγνυντο εὖ καὶ καλῶς ἐσφηκω‐ μέναι ἔνδοθεν καὶ ἔξωθεν, καὶ πρόσθεν οὔπω συμβὰν,

349

αἵ τε θύραι παρέσχον ψόφον. ὡς δὲ ἀφυπνίσθην, οὐδὲν ἔτι διέτριψα, ἀλλ’ εἰπὼν τοῖς οἰκέταις μεταδιώκειν ἐπιβὰς τοῦ ὀχήματος ἤλαυνον ὡς ἤνυτον. καὶ ὁ βορέας ἐπέκειτο πάντα κινῶν. ἦν δὲ τὸν χρόνον τοῦτον ἐργώδη τὰ περὶ
5τὴν φάρυγγα, ὑπό τε φλυκταίνης συνεχοῦς πιεζόμενα καὶ ὑπὸ παντὸς ἀεὶ τοῦ συντυχόντος ἀναξαινόμενα. τότε δὲ τῆς τε ἄμμου πολλῆς ἅμα τῷ ἀνέμῳ φερομένης ἐπὶ τοῦ προσώπου καὶ τοῦ κονιορτοῦ σύρδην ἁπανταχόθεν ἐμ‐ πίπτοντος οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρ‐
10ρεῖν· ἅμα μὲν οἷον ἀπονοίᾳ τινὶ καὶ παρατάξει, οὐ γὰρ ἦν ἀναφυγὴ, ἅμα δ’ ὡς ἀντεῖχον παρὰ πᾶν τὸ εἰκός. οἱ δὲ ἰατροὶ τὰ πρὸ τοῦδε ἀνακογχυλιάζειν τε ἐκέλευον καὶ
σκέπην ἀκριβεστάτην καὶ τὰ τοιαῦτα εἰσηγοῦντο. δευτέρᾳ δὲ ἢ τρίτῃ ἡμέρᾳ παρελθὼν τὴν πατρῴαν οἰκίαν γίγνο‐536
15μαι ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου· καὶ θύω πρὶν καταλῦσαι τὴν ὁδὸν, ὥσπερ μοι καὶ τὸ ἐξ ἀρχῆς εὐθὺς ἐν Σμύρνῃ προείρητο, ἐλαύνειν ὀρθὴν εἰς Διὸς χωρίον. καὶ μετὰ τοῦτο ἤδη ῥᾴω τὰ τῆς διαίτης ἐπιφανῶς ἦν. περιιόντι δὲ τῷ ἔτει καὶ μηνὶ μάλιστα θᾶττον ἦγον Κυ‐
20ζικηνοὶ τὴν ἱερομηνίαν τὴν ἐπὶ τῷ νεῷ, ἐμοὶ δὲ ὕπνοι τε ἦσαν ἐργώδεις καὶ πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δ’ οὔ. τότε δ’ οὖν ἡνίχ’ ἧκε τὸ ὄναρ, ἡμέρα τε ἦν ἐκ πολλοῦ καὶ ὕπνου τοσούτου σχεδὸν ἔλαχον ὅσον δόξαι ἃ
25ἔδοξα. ταῦτα δ’ ἦν, Πορφυρίων ὁ ἰατρὸς ἐδόκει μοι τοὺς Κυζικηνοὺς ἐπιὼν παραπλήσια τοῖς τῆς Ἀθηνᾶς πρὸς τοὺς Φαίακας λέγειν, μέγαν τε ἄγων ἐμὲ καὶ προμνώμε‐ νος συνουσίας περὶ λόγους. οἱ δὲ πείθεσθαι καὶ ἅμα θέατρόν τε εἶναι καὶ αὐτὸς ἐν τῷ θεάτρῳ, καὶ ἄλλ’ ἄττα
30εἰς τοῦτο φέροντα ἦν. ἀνίσταμαι καὶ συσκευάζεσθαι τοῖς οἰκέταις εἰπὼν, ὡς αὐτίκα ἐξιόντας, ἐξήλαυνον, μεσημ‐ βρίας οὐ πολλῷ τινι θᾶττον. οἷα δ’ ἐπαναμένων τοὺς οἰκέτας προῄειν σχολαίτερον, κἀν τούτῳ ἐτρίβη τι τῆς ὥρας. καὶ γίγνομαι περὶ δείλην ὀψίαν ἐπὶ τοῖς ὕδασι τοῖς
35θερμοῖς, καὶ πάντα ἦν θορύβου μεστὰ καὶ πλήθους ἀν‐

350

θρώπων, ὥστ’ οὐχ οἷόν τ’ ἦν στέγην εὑρεῖν, ἀλλ’ ἔδει παρελαύνειν, καὶ εἵποντο μὲν ὀλίγοι ἤδη. προελθὼν δὲ τετταράκοντα στάδια εἴς τινα κώμην, ὡς οὐδέν με προσίετο τῶν αὐτόθι, ἔγνων τῇ νυκτὶ χρῆσθαι. αὐτῷ μὲν οὖν μοι
5ἐδέδοκτο ἐλαύνειν εἰς αὐτὴν Κύζικον, οἱ δ’ ἀκόλουθοι ἀπειρήκεσαν, σχεδὸν δύ’ ὄντες οἱ λοιποί· ὥστ’ ἠναγκά‐ σθην καταλῦσαι περὶ τὴν λίμνην εἴκοσι καὶ ἑκατὸν στά‐
δια ἀπὸ τῆς πόλεως, ἀνύσας δὲ εἰς εἴκοσι καὶ τριακόσια. παρελθὼν δὲ εἰς δωμάτιον καὶ σκίμποδος εὐπορήσας καὶ537
10στρώματος καθαροῦ καὶ μάλ’ ἀγαπητῶς, οὐ γὰρ ἔμοιγε οὐδὲν παρῆν, ὡς εἶχον διψῶν τε καὶ κονιορτοῦ πλέως, ἐν τῇ ἐσθῆτι ἐν ᾗπερ καθήμην ἐπὶ τοῦ ὀχήματος, διενυκτέ‐ ρευσα καθήμενος τὰ πλείω ἐπὶ τοῦ σκίμποδος. ἀστέρων δὲ πρὸς ἡμέραν φερομένων ἀναστὰς ἤνυσα ἀναμείνας οὐ‐
15δένα. καί μοι παραμύθιον ἦν τῆς πορείας τὸ τῷ λόγῳ προσέχειν, ὃν ἔδει τοῖς Κυζικηνοῖς ἐπιδεῖξαι κατὰ τὴν τοῦ ἐνυπνίου φήμην· ὥστε καὶ ἐποιήθη οὕτω παρὰ τὴν ὁδὸν τὰ εὑρισκόμενα ἀεὶ ἀναλαμβάνοντι. τὴν μὲν οὖν σπουδὴν τὴν συμβᾶσαν περὶ τὸν λόγον οὐ μόνον ἡνίκα ἐδείκνυτο
20ἐν τῷ βουλευτηρίῳ, ἀλλὰ καὶ ὕστερον ἐν τῇ πανηγύρει, εἰδεῖεν ἂν οἱ παραγενόμενοι καὶ οἱ τούτων ἀκούσαντες, ἐμοὶ δ’ οὐχ ἥδιστον ἐν τοῖς τοιούτοις διατρίβειν. ἀλλ’ ἐπειδὴ προσέταξεν ἀναστρέφειν, ἐπαινέσας τὸ ἐν Λανείῳ ὕδωρ, σχεδὸν ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδόντες, ἐπανῄει‐
25μεν, τῇ τε ὥρᾳ τῆς ἐξόδου μάλιστά πως παραπλησίως, διὰ τὸ καὶ τότε αὐθημερὸν ἐξιέναι ἐπὶ τῷ προστάγματι, καὶ δὴ καὶ τῇ συνεχείᾳ τῆς πορείας, οὐδαμοῦ γὰρ διαναπαύ‐ σας ἧκον ἄσιτος μικρῷ πρὸ μέσων νυκτῶν εἰς αὔλιόν τι γεωργικὸν τῶν ἐμαυτοῦ, τετρακοσίους σταδίους τοὺς ἅπαν‐
30τας, τῇ δ’ ὑστεραίᾳ ἐκεῖθεν εἰς Λανεῖον. Καὶ τὰ μὲν τῆς προτέρας εἰς Κύζικον ἐξόδου καὶ διατριβῆς οὕτως ἔσχεν. ἐπελθόντος δὲ τοῦ χειμῶνος ἦγε πάλιν τὴν ἐπὶ Σμύρνης, καὶ γίγνεται τῶν ἡμερῶν ἡ
πρώτη σφόδρα ἤπιος. ὡς δὲ κατέβην εἰς τὸ πεδίον τῆς538
35ἐπιούσης νυκτὸς, ἄλλα τε ὀνείρατα ἐγίγνετο ἐπισχόντα καὶ δὴ καὶ Νεφέλας Ἀριστοφάνους ἐδόκουν μεταχειρίζεσθαι·

351

καὶ ἅμα ἕῳ νέφη τε ἦν καὶ ὑετὸς οὐ πολὺ ὕστερον. ὥσθ’ οἱ μὲν συνέχαιρον ὡς οὐ προεξῆλθον, οἱ δ’ ἐθαύμαζον τῆς προρρήσεως τὴν ἀκρίβειαν. μένοντι δέ μοι αὐτόθι ἡμέρας τινὰς ἀγγέλλεται ἡ τῆς τροφοῦ θυγάτηρ ἀσθενοῦσα
5καὶ ἔχουσα σφαλερῶς. κἀκείνῃ μὲν ἰατρὸν ἔπεμπον, αὐτὸς δὲ, ἐπειδὴ τάχιστα παρέσχεν, εἰχόμην τῆς ὁδοῦ. καί μου προϊόντος ἤδη ὑπεκινεῖτο ὁ ἀὴρ, ὡς πρὸς ὕδωρ τε καὶ χειμῶνα. καὶ δέος ἦν μὴ καταληφθῶμεν, ἄλλως τε καὶ δυσπόρων ὄντων. ὅμως δὲ τοσοῦτον ἀντέσχεν ὅσον δύο
10σταδίους ἐλλείπεσθαι πρὸς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. τηνι‐ καῦτα δὲ ὁμίχλη τε κατέβη βαθεῖα καὶ ψακάς τις διέθει· καὶ παρελθόντων εἴσω λαμπρῶς ἤδη τὸ ὕδωρ παρῆν, ὥστε ἑορτὴν ἤγομεν. ἐπισχόντων δέ με κἀνταῦθα ὀνειρά‐ των ἐπέμεινα. πρὸς δὲ τοῖς ἐπισχοῦσι καὶ τοιόνδε ἐγεγόνει.
15ἐδόκουν ἱερεῖόν τι τεθυκὼς ἐπισκοπεῖσθαι τόν τε δὴ θεὸν, οἶμαι, καλούμενον καὶ λυτῆρα, καί τινος τῶν μάντεων ἐπελθόντος πυνθάνεσθαι τί βούλοιτο ὁ λυτὴρ, πότερον καθάπαξ λύοι τι ἢ μικρότερον ἀντὶ μείζονος ποιοίη καὶ ἀναβολῆς εἴη σημεῖον. ὁ δ’ ἐῴκει οὐ πάνυ τι ἰσχυρότατα
20ἡγουμένῳ εἰς τὸ καθάπαξ, ἀλλὰ καὶ ἀέρας καὶ ἀστέρας καὶ τὰ τοιαῦτα ᾐτιᾶτο. κἀν τούτῳ ἠγγέλθη περὶ τῆς κό‐ ρης ὅτι εἴη τεθνεῶσα. εὐθὺς μὲν οὖν ἀκούσασιν ἐδόκει θεῖον εἶναι τὸ μὴ τυχεῖν παρόντα ἐμὲ τῇ συμφορᾷ, ἀλλὰ προεξελθεῖν· ἔτι δὲ σαφέστερον ἐκ τῶν ὕστερον χρησμῶν
25ἐγένετο ὡς οὐκ ἄνευ δαιμονίου τινὸς πᾶν τοῦτο συνέβη. ἐπειδὴ γὰρ κατέβην ἀπὸ τοῦ ὄρους δευτέρᾳ νυκτὶ ὕστερον, ὤφθη τοιάδε, ἔμεινα δὲ καὶ πλείους κατέχοντος τοῦ θεοῦ. Τελεσφόρος ἦν ὀρεωκόμος· οὗτος ἐδόκει μοι ὁρμηθεὶς αὐ‐ τόθεν βαδίζειν ὀπίσω, τὰ χρησθέντα ἐπὶ τῇ Φιλουμένῃ
30σημαίνων, τοῦτο γὰρ ὄνομα τῇ κόρῃ, κεχρῆσθαι δ’ αὐτὰ Ἀλκίμῳ πατρὶ τῆς κόρης, καὶ δὴ καὶ γράμματα ἔχειν,
εἴτε δὴ σεσημασμένα εἴτε καὶ μή· ἃ τὸν Ἄλκιμον νύκτωρ ἀκούσαντα παρ’ αὐτῆς ἀπομνημονεύσαντα γράψασθαι, θαυμαστὰ πλήθει καὶ δυνάμει, φέροντα εἰς ἐμὲ, ὥστε539

352

θαυμάζειν ὅπως καὶ ἀπεμνημόνευσε. κεφάλαιον δ’ ἦν, ὡς ἐν αὐτῷ τῷ σώματι τῆς Φιλουμένης καὶ τοῖς ἐντὸς, ὥσπερ ἐν σπλάγχνοις ἱερείων, ἐγγεγραμμένου παντὸς τοῦ περὶ αὐτὴν πράγματος. ἐδόκουν δὲ καὶ κοιναί τινες εἶναι πλείους,
5καὶ ἅμα πως ἑώρων αὐτὰς, αἱ μὲν ἄνω ὑγιεῖς καὶ εὖ διακείμεναι, ἐν δὲ τῇ τελευταίᾳ τὸ πεπονθὸς ἦν. καὶ ἐδείκνυντο ὑπὸ τοῦ ἐφεστῶτος ὅστις καὶ ἦν. καὶ ἠρόμην γὰρ δὴ αὐτὸν, πόθεν οὖν οἱ ὄκνοι καὶ ἡ δυσεργία; ὁ δὲ ἐδείκνυεν ἐκεῖνον τὸν τόπον. οἱ δ’ οὖν χρησμοὶ τοιοῦτοί
10τινες ἦσαν. ἐνεγέγραπτο μὲν τὸ ὄνομα τὸ ἐμὸν οὑτωσὶ, Αἴλιος Ἀριστείδης· καὶ σχεδὸν ἐκ διαλειμμάτων ἄλλα καὶ ἄλλα ἐπίσημα τοῦ ὀνόματος· προσενεγέγραπτο δὲ Σωσι‐ μένης καὶ ἕτερα τοιαῦτα σωτηρίαν ἐπαγγελλόμενα, καὶ ὅτι ἡ Φιλουμένη ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώ‐
15ματος ἀντέδωκε, τὰ αὑτῆς ἀντὶ τῶν ἐμῶν. καὶ τἄλλα εἰς ταυτὸν φέροντα ἐνῆν, ἅπαντα ἐν βιβλίοις τισὶν ἐγγεγραμ‐ μένα, ἃ πάντα γράψαντος τοῦ Ἀλκίμου ἐδόκει ἀποκομί‐ ζειν ὁ Τελεσφόρος οἴκαδε. ἐνῆσαν δὲ καὶ Πορφυρίωνος τοῦ ἰατροῦ παραινέσεις ὡς πρὸς τὴν μητέρα αὑτῆς, μάλιστα
20μὲν καὶ λούσασθαι, εἰ δὲ μὴ, ἀλλὰ τραφῆναι. ταύτης τῆς κόρης Ἑρμείας ἐκεῖνος ἀδελφὸς ἦν, ὃς ἐν τῇ μεγάλῃ νόσῳ, ὅτε καὶ ἡ θεὸς ἐφάνη μοι, ἀπέθανε καὶ αὐτὸς σχεδὸν ὡς εἰπεῖν ἀντ’ ἐμοῦ. τῇ γὰρ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἐπυ‐ θόμην, ἐκεῖνός τε ἐτελεύτα κἀγὼ τοῦ πυρὸς ἀπηλλαττόμην
25καὶ πάνυ χρονισθέντος. ἄμφω δὲ ἤστην παῖδες ἐμῆς συν‐ τρόφου Καλλιτύχης. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. πέντε δὲ ἡμέρας ὑπὸ τῷ ὄρει μείνας καὶ διαιτηθεὶς ὡς παρήγγειλεν, ἕκτῃ κινή‐ σαντος ἐξῄειν ἐπὶ Περγάμου· καὶ ἦσαν μὲν ἐπίβδαι, ἣν
30Ῥωμαῖοι πρώτην ἄγουσι τοῦ ἔτους. χειμὼν δὲ οὕτω δή τι
σφοδρὸς ὥστε μηδ’ οἴκοι μένοντι ῥᾳδίως ἔχειν ὑπενεγκεῖν. καὶ συνέβη τοῦτο δὴ θειότατον τῆς ὁδοῦ, τὸ γὰρ τοῦ Ὁμήρου σαφὲς ἦν ὅτι τις θεῶν ἡγεῖτο καὶ ὅστις γε ὁ θεὸς, ἐξόπισθεν μὲν γὰρ βορέου πνεῦμα ἐπέκειτο οἷον540
35ψυχρότατον, νεφέλας ἐλαῦνον μελαίνας καὶ πυκνὰς, ἐκ δεξιᾶς δὲ ἅπαντα κατενίφετο, ὗε δὲ ἐν ἀριστερᾷ, καὶ

353

ταῦτ’ ἦν παρὰ πᾶσαν τὴν ἡμέραν τε καὶ τὴν ὁδόν. μία τε οἷον ζώνη διὰ παντὸς τοῦ ἀέρος ἦγεν εἰς τὸ ἱερὸν κατ’ αὐτῆς τῆς ὁδοῦ τεταμένη, σκέπην ἅμα καὶ φῶς ἔχουσα. καὶ πάμπολυ δὴ τῶν ἄλλων ἀποσπάσας ἦγον εἰς
5τὸ ἱερὸν, μεθ’ ἑνὸς ἀκολούθου σταδίους οὐκ ἔλαττον ἢ τριακοσίους διαδραμών. καὶ ἦν μὲν τῆς ὥρας τὸ μετὰ λύχνους τοὺς ἱερούς· ἐν ὅσῳ δὲ τούς τε ὑπολειφθέντας ἐπανέμενον καὶ καταγωγὴ ἐπορίζετο, διέτριψα τούς τε νεὼς περιιὼν ὡς εἶχον ἐκ τῆς ὁδοῦ καὶ βαδίζων ἄνω καὶ κάτω
10περὶ τὸ ἱερόν. ἤδη δὲ βαθείας ἑσπέρας εὐπορήσας ὑπηρε‐ τῶν, αὐτόθι λουσάμενος ὑπὸ λαμπτῆρος ἀπὸ μικρᾶς πάνυ τροφῆς ἀνεπαυόμην. καὶ μὴν τά γε ἄλλα σαφῶς ἐγίγνετο σὺν θεῷ σπουδῇ τῶν ἀνθρώπων, καὶ σύνοδοι κατὰ τοὺς λόγους καὶ δέος μὴ θᾶττον ἀπαλλαγείημεν. ταυτὰ δὲ
15ταῦτα καὶ ὕστερον ὡς ἐν τῇ Σμύρνῃ ἐγενόμεθα. μᾶλλον δὲ καὶ πρὶν εἰσελθεῖν εἰς τὴν πόλιν ἦσαν οἱ κατὰ τὴν φήμην ἀπαντῶντες, καὶ τῶν τε νέων οἱ γνωριμώτατοι σφᾶς αὐτοὺς ἐδίδοσαν καὶ τύπος τις ἤδη τεταγμένος διατριβῆς ἦν, καὶ διὰ πάντων ἡ κλῆσις ἠκριβοῦτο. Αἰγυπτίου δέ
20τινος ἀνθρωπίσκου περὶ τὸν χρόνον τοῦτον εἰσκωμάσαντος εἰς τὴν πόλιν καὶ τῶν τε βουλευτῶν ἔστιν οὓς διαφθεί‐ ραντος καί τισι τῶν πολλῶν καὶ ἰδιωτῶν δόξαν παραστή‐ σαντος ὅτι καὶ πολιτεύσοιτο καὶ φιλοτιμίας θαυμαστὰς οἵας φιλοτιμήσοιτο ἀπὸ χρημάτων, εἰς τὸ θέατρον εἰσπη‐
25δῶντος ὅπως τύχοι, καὶ τοιαύτης αἰσχύνης κατεχούσης τὴν πόλιν, ᾔδειν μὲν οὐδ’ ὁτιοῦν τούτων ἐγὼ ἀλλ’ ἢ ὀψέ ποτε ἤκουσα, ἅτε καὶ κατ’ οἰκίαν τὰς συνουσίας πρὸς
τοὺς ἐπιτηδείους ποιούμενος. ἄρτι δ’ αὐτοῦ παριέναι μέλ‐ λοντος εἰς τὸ ᾠδεῖον τὸ πρὸς τῷ λιμένι καὶ διατριβὴν541
30αὐτόθι καθισταμένου, εἴτε δὴ κατὰ ψήφισμα εἴτε καὶ οὐκ οἶδ’ ὅπη, ἐμοὶ δ’ ὄναρ γίγνεται. ἐδόκουν τοῦτο μὲν τὸν ἥλιον ἐκ τῆς ἀγορᾶς ἰδεῖν ἀνίσχοντα, τοῦτο δὲ ἀνὰ στόμα ἔχειν Ἀριστείδης μελετήσεται τήμερον ἐν τῷ βου‐ λευτηρίῳ ὥρας τετάρτης. ταῦτα φθεγγόμενος καὶ τούτων
35ἀκούων ἀφυπνιζόμην, ὥστε διεσκόπουν εἴτ’ ὄναρ εἴη εἴθ’

354

ὕπαρ. καλέσας δὲ τῶν φίλων τοὺς ἐπικαίρους φράζω τὸ πρόσταγμα. καὶ τότε δὴ γράμμα ἐξετίθετο, καὶ γὰρ προσῆγεν ἡ ἐκ τοῦ ὀνείρατος ὥρα, καὶ παρῆμεν εὐθὺς ἐπ’ αὐτῷ. ὅμως δὲ καίπερ οὕτως ἐξ ὑπογυίου τῆς παρόδου
5γιγνομένης καὶ τῶν πολλῶν ἀγνοησάντων, οὕτω δή τι μεστὸν γίγνεται τὸ βουλευτήριον ὥστε οὐδὲν ἦν πλὴν ἀν‐ θρώπων κεφαλὰς ὁρᾶν καὶ οὐδ’ ἂν τὴν χεῖρα διέωσας μέσην οὐδαμοῦ. καὶ μὴν τό γε τοῦ θορύβου τε καὶ τῆς εὐνοίας, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐνθουσιασμοῦ,
10τοσοῦτον παρὰ πάντων συνέβη ὥστε οὐδεὶς ὤφθη καθή‐ μενος οὔτ’ ἐπὶ τοῦ προαγῶνος οὔθ’ ἡνίκα ἀναστὰς ἠγω‐ νιζόμην, ἀλλ’ ἐκ πρώτου ῥήματος εἱστήκεσαν, ὤδινον, ἐγάνυντο, ἐξεπλήττοντο, συμπαρένευον τοῖς λεγομένοις, ἠφίεσαν φωνὰς οὔπω πρόσθεν γενομένας, πᾶς τις αὑτοῦ
15τὸ κέρδος ποιούμενος, εἴ τι νείμαι τῶν μεγίστων ἐμοί. ὡς δ’ ἀπηλλάγημεν ἀπὸ τοῦ βουλευτηρίου καὶ περὶ λου‐ τρὸν ἦμεν, τότε δή τις ἀγγέλλει μοι ὅτι καὶ ὁ δεῖνα προγράψας πρότριτα εἰς τὴν ἡμέραν ταύτην εἰς τὸ ᾠδεῖον ἑπτακαίδεκα εἴη τοὺς σύμπαντας ἠθροικώς. καὶ μέντοι
20καὶ ἦρξεν αὐτῷ σωφροσύνης ἐκείνη ἡ ἡμέρα, τὸ πέρα δ’ οὐ λέγω, οὐδ’ ἂν τούτων ἐμνήσθην, εἰ μὴ τό τε ἐνύπνιον ὡς ἐναργὲς ἐξέβη ἐβουλόμην ἐνδείξασθαι καὶ ὅτι
καὶ τούτων ἐμέλησε τῷ θεῷ, καὶ ἅμα τοῖς ἐξ ἀρχῆς ὡμολόγει λόγοις ὡς αὐτὸς ἀνέστησέ τε καὶ κατέστησεν542
25εἰς τὴν Σμύρναν. οὐ πολλῷ δ’ ὕστερον εἰς Ἔφεσον κο‐ μίζει στεφάνους τε προειπὼν ὡς ἀγωνιστῇ καὶ κατασκευά‐ σας οὕτως ὥστε ἀφυπνιζόμην, Ἔφεσον βοῶν. Ἀλλὰ μὴν τά γε ἐκεῖ πραχθέντα ἐμοὶ μὲν οὐκ εὐ‐ πρεπέστερόν ἐστι λέγειν, πολλοὶ δὲ οἱ διηγησόμενοι τοῖς
30δεομένοις εἰδέναι. ἀλλ’ ὅσον μὲν εἰς τὸν θεὸν ἔρχεται τῶν λόγων, ἀνάγκη φράζειν πειρᾶσθαι καὶ μὴ παραλιπεῖν ἐκ τῶν δυνατῶν. ἄτοπον γὰρ εἰ μέν τι τῷ σώματι καὶ κατ’ οἶκον ἔδωκεν ἴαμα, διηγεῖσθαι τοῦτ’ ἂν καὶ αὐτὸν καὶ ἕτερον, ἐκεῖνα δὲ ἃ ὁμοῦ τὸ σῶμα ἀνίστη, τὴν ψυχὴν
35ἐπερρώννυ, τοὺς λόγους ηὖξε μετ’ εὐδοξίας, ταῦτα δὲ οὑ‐ τωσὶ παρελθεῖν σιωπῇ. ὅτι δὲ οὐδὲν πώποτε τῶν ἀνθρω‐ πείων ἔμεγε ἐχαύνωσεν οὐδὲ ἐπῄρθην οὔτ’ ὀλίγους οὔτε

355

πολλοὺς χειρωσάμενος, οὐδ’ οἶμαι δεῖν φιλοτιμεῖσθαι τοῖς τοιούτοις μᾶλλον ἢ αἰσχύνεσθαι φιλοτιμούμενος, ἐμαυτόν τε καλῶς πέπεικα καὶ πολλούς. ἀλλὰ γὰρ θαυμαστὸν τοῦ θεοῦ τὸ διηνεκὲς, οἷον καὶ τὸ τῆς ὕστερον ἐν Σμύρνῃ
5γενομένης ἐπιδείξεως τῆς μεγάλης ἐκείνης. ἐκέλευε μὲν γὰρ παρελθεῖν εἰς τὸ βουλευτήριον, παρελθεῖν δὲ φαγόντα· καὶ ἐποίουν οὕτως. ἦν δέ τις τοῦ βουλευτηρίου φρουρὸς, ἀνὴρ κατὰ δέρμα θαυμαστὸς οἷος. οὗτος ὡς εἶδε προσιόν‐ τας τοὺς ἐμοὺς, ἠξίωσε συγχωρῆσαι ἑαυτῷ πρότερον τὰ
10εἰωθότα συγγενέσθαι τοῖς μαθηταῖς καὶ διέτριψεν εἰς μεσημβρίαν αὐτήν. εἰσῄειν μὲν δὴ τηνικαῦτα, εἰσελθὼν δὲ ἀπέτεινα τὴν ῥῆσιν τὴν κατὰ τῶν σοφιστῶν, ἡδίστην δὴ ταύτην πασῶν ἡμερῶν ἀγαγὼν ἐπὶ λόγοις. αὐτός τε γὰρ οἷον σχολῆς εἰλημμένος ἐχρώμην ἄσμενος καὶ τὸ θέατρον
15εἰς ἅμιλλαν κατέστη μὴ λείπεσθαι τῶν λεγομένων. ὅ τι δ’ ἐνθυμηθείης ἢ εἴποις ἔλαττον τῶν τότε συμβάντων ἐρεῖς. ὡς δ’ ἐξεπέρανα, ἐγὼ μὲν ἀνιστάμην ὡς ἀπαλλαξό‐
μενος, νομίζων καὶ ταῦτα ἐπέκεινα παντὸς ἀγῶνος εἶναι, οἱ δ’ οὐκ ἠνέσχοντο, ἀλλ’ ὥσπερ ἐξ ἑνὸς στόματος πάντες543
20παραμένειν τε ἐκέλευον καὶ δέχεσθαι προβλήματα καὶ ἀγωνίσασθαι τὰ δεύτερα πάντως. κἀγὼ τέως μὲν διωθού‐ μην, ἄλλως τε καὶ διὰ τὸ πόρρω τῆς ὥρας εἶναι· βιαιοτέ‐ ρας δὲ τῆς παρακλήσεως γιγνομένης ἐνεθυμήθην τοῦ ἐνυπνίου, καὶ ὅτι ταῦτ’ ἄρα καὶ ὁ θεὸς προεῖπε, μὴ
25ἄσιτον εἰσιέναι ὅπως ἀνταρκέσαιμι. τόν τε οὖν ἀγῶνα ὑπέστην καὶ προϊόντος αὐτοῦ κατασχεῖν οὐκ ἠδυνήθην, ἀλλ’ ὡμολόγησα τοῦ θεοῦ τὴν πρόρρησιν, καὶ ὅτι ἥκοιμι παρεσκευασμένος· οἱ δ’ ἐθαύμαζον ἅπαντα. ἀγωνισάμενος δὲ εἰς δύναμιν τὴν ἐμαυτοῦ διὰ τέλους ἀπηλλαττόμην,
30ἀπολείπων ὀλίγον εἰς ἡλίου δυσμάς. καὶ τῆς ἐπιούσης ἠγωνιζόμην αὖθις ἐν τοῖς αὐτοῖς, ἐπεὶ τοιαῦτα ἡγήσατο ὁ θεὸς κατ’ ἐκείνους τοὺς χρόνους. Φέρε δὴ καὶ περὶ τῆς ἔναγχος εἰς Κύζικον ἐξόδου γενομένης ἐξηγήσωμαι, ἣ πέμπτῳ μὲν ἔτει περιόντι μηνὶ
35τῷ αὐτῷ καὶ ἡμέραις μάλιστα ταῖς αὐταῖς ἐγένετο, Ὀλυμ‐ πίων ἐπιόντων. ἔσχε δὲ οὐ πόρρω τῆς πρότερον. καὶ γὰρ

356

ἀσιτία τῇ προτέρᾳ τῶν ἡμερῶν μοχθηρία τε ὕδατος· καὶ ἅμα ὑπὸ πλήθους ἐμπίδων συνέβη πρόδηλον ὂν ὡς ἀγρυπνῆ‐ σαι δεήσοι. καὶ τῆς ἐπιούσης ὡδοιπόρουν ἐξ ὄρθρου βα‐ θέος ῥοφήματι χρησάμενος βραχεῖ. καὶ ὡς ἐπανῄειν,
5κατέλυσα μὲν πρὸς τοῖς ὕδασι τοῖς θερμοῖς ὑσθεὶς, προειρημένον καὶ τοῦτο, τὴν δὲ ἀσιτίαν ἀπέδωκα, ἐπειδὴ ἐπανῆλθον, ἐπιταχθεῖσαν εἰς τὴν ἐπιοῦσαν. καὶ μὴν τά γε τῆς διατριβῆς τῆς ἐν τῇ πόλει σχεδὸν ὥσπερ προείρητο οὕτως ἐχώρησεν. ἦν γὰρ τοιάδε τὰ φανθέντα· αὐτὸς δὲ
10καὶ ᾔτησα τὸν θεὸν σημῆναι, ἅτε καὶ δικῶν οὐσῶν καὶ τῶν φίλων δεομένων ἥκειν. ἐδόκουν ἐπιτηρεῖν προσόδου καιρὸν πρὸς τὸν βασιλέα, θύοντος δὲ αὐτοῦ τυγχάνειν
κατακείμενος. ὡς δὲ πλησίον γενέσθαι τῶν χειρῶν μου ἀλεκτρυόνα ἀσπαίροντα, συλλαβεῖν τε καὶ οἰωνίσασθαι,544
15καὶ ὡς εἶχον ἐν ταῖν χεροῖν ἄρχεσθαι τῆς προρρήσεως. ὥρμητο δέ μοι τοῦτο πᾶν ἀπὸ τοῦ Ὁμηρικοῦ, ὡς Ὀδυσ‐ σεὺς τὸ ἔκπωμα πλησάμενος προσαγορεύει τὸν Ἀχιλλέα καὶ λέγει· τὰ δὲ ῥήματα οὕτω πως εἶχεν, ἐπ’ ἀγαθῷ μὲν τῷ βασιλεῖ, ἐπ’ ἀγαθῷ δὲ καὶ ἀμφοτέροις τοῖς βασιλεῦ‐
20σιν, ὣς δὲ καὶ ἡμῖν ἅπασιν. ὁ δὲ ἐθαύμασέ τε καὶ πει‐ ρώμενος τῶν λόγων ἀντὶ πάντων τε ἔφη τιμᾶσθαι χρη‐ μάτων αὐτοὺς καὶ ἐπεῖπε τούτοις τοῖς λόγοις εἰ προσῆσαν ἀκροαταὶ καὶ ὅσον πεντήκοντα, κἀγὼ ὑπολαβὼν, σοῦ γε, ἔφην, βουλομένου, βασιλεῦ, καὶ ἀκροαταὶ γενήσονται, καὶ
25ὅπως γ’, ἔφην, θαυμάσῃς, ταῦτα ἃ νυνὶ λέγεις ἐμοὶ ὑπὸ τοῦ Ἀσκληπιοῦ προείρηται. καὶ ἕτοιμος ἦν αὐτῷ γεγραμ‐ μένα δεικνύναι. μετὰ ταῦτα δὲ ὁ μὲν οὐκ οἶδ’ ὅποι ἐτράπετο, ἐγὼ δ’ ἐνεθυμήθην ὅτι οὗτος ἐκεῖνος ὁ καιρὸς εἴη τῆς ἐπιδείξεως. ἐπὶ τούτοις ἐδόκουν βαδίζειν ἐπὶ Κυζίκου.
30τοιαῦτ’ ἦν τὰ κινήσαντα. ὡς τοίνυν ἐγενόμην ἐν τῇ πόλει, πολλὴ μὲν ἦν σπουδὴ τῶν ἡγεμόνων, πολλὴ δὲ τῶν ἄλλων ἀνθρώπων, ὅμως δὲ εἰς μὲν τὸ δημόσιον οὐ παρῆλθον, προσδοκώντων ὁσημέραι καὶ θαυμαστὰ ποιούντων, κατ’ οἰκίαν δὲ συνῆν τοῖς ἐπιεικεστάτοις καὶ σχεδὸν ἐξεπληροῦ‐
35το ἡ τοῦ ἐνυπνίου φήμη, ἦν γὰρ εἰς τοὺς πεντήκοντα ὁ

357

σύλλογος. χρονιζομένης δὲ τῆς διατριβῆς καὶ χαίροντός μου καὶ τῷ χωρίῳ καὶ τοῖς παροῦσι πᾶσιν, ἄλλα τε δὴ ὀνείρατα γίγνεται ἀνιστάντα καὶ διαρρήδην ἐγένετο ὡς τὸ ἀνωτέρω τοῦ Ἑλλησπόντου οὐκ ἐπιτήδειον πρὸς διατριβήν.
5ἐπανῄειμεν οὖν· καὶ γὰρ δὴ Διὸς Ὀλυμπίου θυσία πάν‐ δημος προσῆγε, καὶ παρεδείκνυτο πανταχόθεν ὅτι παρεῖ‐ ναι δέοι καὶ θύειν. συνέβη τοίνυν καὶ τὰ τοῦ σώματος τοῦτον δὴ τὸν χρόνον ῥᾷστα καὶ φαιδρότατα σχεῖν ἐξ οὗ πρῶτον ἔκαμον. ὅσον τε γὰρ χρόνον ἦμεν ἐν τῇ Κυ‐
10ζίκῳ καὶ μετὰ τοῦτο ὡς ἐπανήλθομεν, ἓξ μῆνας ἑξῆς τοὺς ἅπαντας ἐρρωμενέστατα ἐμαυτοῦ διετέθην, ἐξ ἕω τε ἀνιστά‐ μενος καὶ βαδίζων μακρὰ καὶ πολλάκις τῆς ἡμέρας, καὶ τῆς ἀρχαίας φύσεως ὅτι ἐγγυτάτω γενόμενος. καὶ δὴ καὶ τῆς συνήθους μελέτης οὐδὲν παρελείπετο, ὥστε συγχαίρειν545
15ἅπαντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ. ὅσον δὲ κἀν τούτῳ συνέβη καμεῖν ἡμέρας τινὰς, θαυμαστῶς ὡς ὁ θεὸς καὶ ἅμα εἰω‐ θότως ἰάσατο. βορέας μὲν γὰρ ὀπωρινὸς ἦν, εἶχον δὲ ἀδυνάτως κινεῖσθαι, ὥστε καὶ τὰς ἀναστάσεις ὤκνουν· ὁ δ’ ἐπιτάττει. βέλτιον δ’ ἴσως αὐτὸ τὸ ὄναρ διηγήσασθαι,
20καὶ γὰρ ἔναυλόν τέ ἐστι καὶ οὐκ ἀνάγκη παραλιπεῖν. ἡκέτην ἰατρὼ δύο καὶ διελεγέσθην ἐν τῷ προθύρῳ ἄλλα τέ μοι δοκεῖν καὶ περὶ ψυχροῦ λουτροῦ ἠρώτα μὲν ὁ ἕτε‐ ρος, ὁ δ’ ἀπεκρίνετο, τί λέγει, ἔφη, Ἱπποκράτης; τί δ’ ἄλλο γε ἢ δραμόντα δέκα σταδίους ἐπὶ θάλατταν οὕτως
25ῥῖψαι; Ταῦτα μὲν δὴ ὡς ὄναρ πεφάνθαι ἐδόκουν. μετὰ δὲ τοῦτο ἐπελθεῖν ὡς ἀληθῶς αὐτοὺς τοὺς ἰατροὺς, θαυμά‐ σαι τε δὴ τοῦ ἐνυπνίου τὴν ἀκρίβειαν καὶ πρὸς αὐτοὺς εἰπεῖν, ἄρτι γε ὑμᾶς ἐδόκουν ὁρᾶν καὶ ἄρτι ἥκετε, καὶ
30δῆτα ὁπότερος μὲν ὑμῶν, ἔφην, ὁ ἐρωτῶν ἦν καὶ ὁπότερος ὁ ἀποκρινόμενος οὐκ ἔχω λέγειν· ἡ δ’ ἀπόκρισις οὕτως εἶχεν, ὡς ἄρα Ἱπποκράτης κελεύοι δέκα σταδίους θεῖν τὸν μέλλοντα λοῦσθαι ψυχρῷ. ἅμα δὲ ἐμαυτῷ μετέβαλον τὸ ἐπὶ θάλατταν, ὡς δηλοῦν τὸ κατὰ φύσιν τῷ ποταμῷ,
35καὶ οὕτως εἶπον, δέκα σταδίους θεῖν τῷ ποταμῷ συμπα‐

358

ραθέοντα. ἐνεθυμήθην δ’ αὐτὸ διὰ τὸ εἶναι ἐν μεσογείᾳ, ἐδόκει σαφὲς εἶναι καὶ χρῆναι οὕτω ποιεῖν. ἔπειτά πως ἐκ τούτων ἔδοξα κατακεῖσθαι μὲν ὡς ἐπ’ ἀρίστῳ, ἀναμνη‐ σθεὶς δ’ ὅτι λούσασθαι χρὴ πρότερον τῷ ψυχρῷ κατὰ
5τὴν πρόρρησιν, αὐτός τε ἀνίστασθαι καὶ τοὺς ἄλλους κε‐ λεύειν. ἐρομένου δὲ τοῦ ἑτέρου τῶν ἰατρῶν περὶ τῆς ὥρας
τοῦ λουτροῦ, φάναι ὅτι πέμπτην δέοι κινηθῆναι, συμβή‐ σεσθαι γὰρ εἰς τὴν ἕκτην· πάλιν γὰρ αὖ τὸ πρῳαίτερον τοῦ δέοντος ἢ λοῦσθαι ἢ ἐσθίειν ἐργῶδες εἶναι· οὐδὲ546
10γὰρ εἰς αὐτὸ τοῦτο φέρειν ὃ δοκεῖ αὐτοῦ χρήσιμον εἶναι, τὸ πέψαι ῥᾷον, ἀγρυπνίας γὰρ ἀπ’ αὐτοῦ γίγνεσθαι. τί οὖν, ἔφη ὁ ἰατρὸς, οὐκ ἐμελέτησας ἡμῖν ἐν τῷ τέως; ὅτι νὴ Δί’, ἔφην ἐγὼ, σπουδαιότερόν μοί ἐστιν ἐπελθεῖν τινα τῶν γεγραμμένων· δεῖ γάρ με καὶ τοῖς ὕστερον ἀνθρώ‐
15ποις διαλέγεσθαι. καὶ ἅμα ἐνεδειξάμην ὅτι ἐπειγοίμην, μὴ ἄρα τι συμβαίη πρότερον. καὶ ὃς οἰωνίζετο ἔτη πολλά μοι. κἀγὼ εἶπον, βουλοίμην ἂν καὶ πολλὰ ἔτη βιῶναι, εἰ μέλ‐ λοιμι ἔσεσθαι πρὸς λόγοις. τὸ μὲν δὴ ὄναρ τοιοῦτον ἐγέ‐ νετο. τὸ δὲ χωρίον οὗ διέτριβον παραρρεῖ μὲν ποταμὸς,
20κάθοδος δ’ ἐπ’ αὐτόν ἐστι τραχυτέρα καὶ κατάντης μᾶλ‐ λον, καὶ ἅμα ἐντὸς τῶν δέκα σταδίων. ἔτι δ’ οὐκ ἐνῆν θεῖν τῷ ποταμῷ συμπαραθέοντα, ἀλλ’ ἐγκάρσιον καὶ εἰς ὄχθην. ἔπειτα μέντοι προϊὼν ὁ ποταμὸς παραρρεῖ χωρίον ἕτερον, ἔμβασίν τε ἔχον παγκάλην καὶ μάλα εὐειδῆ, ἐνταῦθα
25ἤδη ἐπενόησα τοιόνδε. ἐκέλευσα μετρῆσαι σχοινίῳ ὁπόσον τι ἀπέχει τὸ χωρίον ἀπὸ τοῦ χωρίου, κατὰ δὲ ἕκαστον στάδιον σημεῖον καταλιπεῖν. ὡς δὲ ἐφάνησαν οἱ σύμπαντες ἑκκαίδεκα, δέκα μὲν τοὺς τελευταίους ὑπελειπόμην εἰς τὸν δρόμον, τοὺς δὲ πρώτους προῆλθον ἐπὶ τοῦ ζεύγους. ἔπειτα καταβὰς ἔθεον
30τούς τε πόδας ἀνέλκων μόλις καὶ ἅμα ὁ βορέας ἐπαιγίζων ἀνέστελλε τὸ εἰς τοὐπίσω, καὶ παρεῖχεν ἱδρῶτα θαυμαστὸν ὅσον. ὥσθ’ ὅτε δὴ ἀπέραντον ἦν, παρεῖχον ψύχειν ὁπόσα βούλοιτο. λαβομένης δὲ τῆς ὄχθης ἄσμενος εἰς τὸ ὕδωρ

359

ἵεμαι, καὶ ὡς ἀνέσχον τε καὶ ἀνέστην, ἔτυχε γὰρ καὶ τῆς ἄμμου πολλὴ περιχυθεῖσα, αὖθις ἐκ μέσου τοῦ ῥείθρου λοῦμαι δεύτερον. ἀνατρίψασθαι δὲ καὶ τἄλλα ἐπὶ τῆς ἀντιπέρας ὄχθης ὑπῆρξεν ἐν καλῷ τοῦ τε ἡλίου καὶ τοῦ
5πνεύματος. παρελθὼν δὲ εἰς τὸ περιοίκιον καὶ διατρίψας ὅσον ἐπισκέψασθαί τινα τῶν γιγνομένων, ἐπανῄειν πρὶν καὶ πιεῖν, θέρμης τε ἀπολαύων θαυμαστῆς καὶ συγκρί‐ σεως παντάπασιν ἑτέρας. καὶ τὸ ἀπὸ τούτου πάντ’ ἦν εὔκολα εἰς μέσον χειμῶνα. τὰ δ’ ἐν τῷ χειμῶνι διαίτης547
10τισὶ τάξεσι καὶ τύποις ἰᾶτο. ἀναλογιζομένῳ δέ μοι τόν τε χρόνον ὁπόσον τινὰ ἀπείην τῆς Σμύρνης, καὶ ταῦτα ψηφισμάτων ἡκόντων, καὶ ὅτι καὶ ἡλικίας ἤδη μέσως ἔχοιμι, καὶ πρὸς τούτοις τῶν ἄνω χρόνων τὸ πλῆθος, ἐν οἷς ἐξῆν, εἴ τις ἔρρωτο, ἐπελθεῖν τὰς πόλεις, καὶ ὅτι καὶ
15τῆς ὑπαρχούσης δόξης δέος εἴη ἀφαιρεθῆναί τι διὰ τὴν πολλὴν ἡσυχίαν, ταῦτα δὲ ἐλογιζόμην μὲν οἷα εἰκὸς ἄν‐ θρωπον, εὖ δὲ ᾔδειν ὅτι πάντα λῆρος πρὸς τὸ πείθεσθαι τῷ θεῷ. ἔτι δὲ οὐδ’ ἀπόρως εἶχον ἐμαυτῷ συνεῖναι, ἀλλὰ καὶ τὸ κέρδος αὐτοῦ μᾶλλον ἐποιούμην.
20 Ἔχοντι δὲ οὕτω μοι γίγνεται ὄψις ὀνειράτων τοιάδε. ἐδόκουν εἶναι μὲν Ἀθήνησιν ἄρτι κατηρκὼς, οἰκεῖν δὲ ἐξόπισθε τῆς ἀκροπόλεως ἐν οἰκίᾳ Θεοδότου τοῦ ἰατροῦ, εἶναι δ’ αὐτὴν πρώτην πρὸς ἥλιον ἀνίσχοντα· τοῦ δὲ νεὼ τῆς Ἀθηνᾶς ὁρᾶσθαι τὸν ὀπισθόδομον ἀπ’ αὐτῆς,
25καὶ εἶναι πολὺ κατωτέρω τῆς ἀκροπόλεως τὴν οἰκίαν. τυγχάνειν δὲ πομπὴν Ἔρωτι γιγνομένην ἔξω πυλῶν καὶ τὸν Θεόδοτον περὶ ταῦτα ἔχειν καὶ ἄλλους τινὰς οἷς προσετέτακτο, αὐτὸς δὲ ἐν τούτῳ διατρίβειν ἔνδον. καὶ τυχεῖν Λούκιόν τε παρόντα τῶν ἑταίρων καὶ ἄλλους τῶν
30περὶ λόγους, καὶ προτρέπειν δή με ὥσπερ εἴωθε, τὸν Λούκιον, τάς τε διατριβὰς συνέχειν τὰς περὶ τοὺς λόγους καὶ προσίεσθαι τοὺς νέους. καὶ δὴ καὶ παῖδά τινα Λού‐ κιον πρὸς αὐτὸν λέγειν περὶ ἐμοῦ ἄλλα τε δὴ εὔφημα καὶ ὡδί πως τὸν ἔπαινον διατίθεσθαι, οὗτος, ἔφη, ἐστὶ
35Πλάτων καὶ Θουκυδίδης καὶ Πλάτων καὶ ὁ δεῖνα· καὶ
πολλοὺς κατέλεξεν οὕτως ἀεὶ τῷ Πλάτωνι συζευγνύς τινα,548

360

ὡς τὰς ἁπάντων τούτων δυνάμεις ἔχοντα ἐμέ. κἀγὼ βλέψας πρὸς τὸν παῖδα, πάντα, ἔφην, ἀξιῶ Λουκίῳ πιστεύειν σὲ πλὴν τούτου. καὶ ὁ Λούκιος τὴν μὲν εὐπο‐ ρίαν τῆς ἀποκρίσεως ἐδόκει μοι ἐπαινέσαι, οὐ μέντοι τήν
5γε ἀναχώρησιν ἐνεγκεῖν ἡδέως. πάλιν δὲ τοῦ παιδὸς ἀμει‐ βομένου καὶ λέγοντος ἐν μελέτῃ τε καὶ δεξιὰ πρὸς ἐμὲ, ὑπολαβὼν ἅμα παίζων, ἀλλὰ μέντοι, ἔφην, εἰ οὕτως οἷός τ’ εἶ λέγειν, θαυμάσαιμ’ ἂν, εἰ ἐμοῦ γε δέοιο δι‐ δασκάλου. μετὰ ταῦτα ἐδόκουν προελθὼν ἔξω τῆς οἰκίας
10ἅμα νεανίσκῳ τινὶ τῶν ἐπιτηδείων τὴν μὲν λεπτότητα τοῦ ἀέρος γνωρίζειν τε καὶ ἀποδέχεσθαι, μεταβολῶν δὲ πολλῶν δι’ ὀλίγου γιγνομένων καὶ ἅμα καὶ νότου συμπεσόντος, καὶ τοτὲ μὲν ὡς χειμῶνος, τοτὲ δὲ ὡς θέρμης οὔσης, φάναι ἐπισημαινόμενος ὅτι λεπτὸς μὲν ὁ ἀὴρ οὗτος, ὁ δὲ οἴκοι
15βεβαιότερος. μετὰ ταῦτα ἐχωροῦμεν ᾗ τὸ Λύκειον, καὶ νεώς τις ἐξεδέχετο πάνυ μέγας καὶ καλὸς, οὐχ ἧττον ἢ ἑκατόμπε‐ δος· καὶ ἔδει ἀναβαίνειν ἀναβασμούς τινας πρὸς τὸν νεών. εἱστήκεσαν δὲ ὥσπερ οἱ τοὺς θαλλοὺς ὀρέγοντες ἔνθεν καὶ ἔνθεν μοι δοκεῖν. ἀνιόντι οὖν μοι παιδάριον προὔτει‐
20νεν ᾠὰ τρία· κἀγὼ, παρῆλθον γὰρ οὐ λαβὼν, ἐνθύμιον ἐποιησάμην ὅτι χρὴ μέντοι λαβεῖν τοῦ συμβόλου ἕνεκα. ἐπιστραφεὶς οὖν καὶ λαβὼν ᾔειν ἄνω. καὶ ἐπειδὴ πρὸς τῷ ναῷ γίγνομαι, τὰ μὲν ᾠὰ δίδωμί τινι τῶν περὶ τὸ ἱερὸν ἑστῶτι πρός τινι κίονι, ὁ δ’ ἔμελλε παρ’ αὑτοῦ προσθή‐
25σειν ἕν. αὐτὸς δὲ ἐν τῷ προνάῳ γενόμενος ὁρῶ τὸν νεὼν Πλάτωνος ὄντα τοῦ φιλοσόφου, καὶ τὸ ἄγαλμα ἐκείνου μέγα καὶ καλὸν ἑστηκὸς, ἐκ δεξιᾶς δ’ αὐτοῦ οὐκ οἶδ’ ὅστις εἱστήκει. καθῆστο δὲ ἐπὶ τοῦ οὐδοῦ γυνὴ μάλ’ εὐσχήμων, ἣ διελέγετο περί τε τοῦ Πλάτωνος καὶ τοῦ
30ἕδους. συνεπελάμβανον δέ τινες καὶ ἄλλοι τοῦ λόγου καὶ ἅμα ὡς περὶ παλαιοῦ διελέγοντο. κἀγὼ, τοῦτο μὲν, ἔφην, οὐκ ἔνεστιν εἰπεῖν ὅτι καὶ παλαιόν· ὅ τε γὰρ τύπος τῆς
ἐργασίας ἐλέγχει νεώτερος ὢν Πλάτωνός τε οὐ πολὺς ἦν λόγος ἐπ’ αὐτοῦ Πλάτωνος, ἀλλ’ ὕστερον, ἔφην, προὔβη549

361

δόξα. εἰπόντος δέ τινος ὡς καὶ τρεῖς ἔδει νεὼς εἶναι Πλά‐ τωνός γε, τί δ’ οὐ καὶ Δημοσθένους, ἔφην ὑπερβαλὼν, ὀγδοήκοντα, καὶ Ὁμήρου γε, οἶμαι; καὶ ἔτι ταῦτα λέγων, ἀλλ’ ἴσως, ἔφην, τοὺς μὲν νεὼς τοῖς θεοῖς προσήκει
5καθιεροῦν, τοὺς δὲ ἄνδρας τοὺς ἐλλογίμους τῇ τῶν βιβλίων ἀναθέσει τιμᾶν, ἐπεὶ καὶ αὐτῶν, ἔφην, ἡμῶν τιμιώτατα ἃ φθεγγόμεθα, ὡς δὴ τοὺς μὲν ἀνδριάντας καὶ τὰ ἀγάλματα τῶν σωμάτων ὄντα ὑπομνήματα, τὰ δὲ βιβλία τῶν λόγων.
10 Τοιαῦτα εἰπὼν καὶ ἀκούσας ἐπανῄειν. καὶ κατιδὼν ἐπιόντα τὸν σύντροφον τοὺς χρόνους ἀνενεούμην, ὁπόσοις τισὶ πρότερον γενοίμεθα Ἀθήνησιν ἅμα. ἐπιστρέψαντος δέ μου ὡς πρὸς τὴν ἀκρόπολιν, ἵν’ οἴκαδε εἰσέλθοιμι, διῇξε σέλας ἐκ δεξιᾶς καὶ κατέσκηψεν οὕτω δή τι παρ’ αὐτὰς
15ἄκρας μου τὰς κόμας ὥστε ἐθαύμαζον εἰ μὴ ἡμμέναι εἶεν. ἠγωνισάμεθα δή· ἔλαβον δὲ ὡς αἴσιον μᾶλλον τὸ σημεῖον, καὶ γὰρ ὁ νεανίσκος ὁ συνών μοι δόξαν ἔφη φέρειν αὐτὸ ἄλλως τε καὶ ἐπειδὴ ἐκ δεξιᾶς ἐγεγόνει. ἐδόκει δέ μοι τὰ πλείω τῶν οἰκοδομημάτων κλίμακάς τινας προσθέτους
20ἔχειν, καὶ διὰ τούτων ἀνιέναι δεῖν καὶ κατιέναι· ὥσθ’ ὑπεδυσχέραινον τοῦτό γε, ὅμως δ’ οὖν γίγνομαί πως ἔνδον. κἀν τούτῳ οἱ τὴν πομπὴν τῷ Ἔρωτι πέμποντες ἐπανεληλύθεσαν, καὶ πυθόμενος τὸ σημεῖον ὁ ἐξηγητὴς καὶ οὗτος ἔφασκεν αἴσιον εἶναι καὶ ὀρθῶς ἄρα μοι συμ‐
25βῆναι τὰς θυσίας. προσγεγενῆσθαι δέ μοι ἐδόκει ὄναρ ὡς ἱερὰ ποιῆσαι Διὶ καὶ Ἀρτέμιδι καὶ εἰ δή τινι ἑτέρῳ θεῶν. καὶ ἐπὶ τούτοις πᾶσιν ἐδόκουν καλεῖν Εὔδοξον ὡς ἀπο‐ γραψόμενον διά τε τὸ μακρότερα εἶναι καὶ τὸ βούλεσθαι δι’ ἀκριβείας αὐτὰ σῶσαι. ταυτί μοι καὶ περὶ τῆς ὕστερον
30δόξης καὶ τοῦ δεῖν κατὰ χώραν μένειν πρὸς πολλοῖς
ἄλλοις ἐδηλώθη.550