TLG 0284 026 :: Aelius ARISTIDES :: Ἱεροὶ λόγοι δʹ

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Ἱεροὶ λόγοι δʹ

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 502–533.

Citation: Jebb page — (line)

321

Ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας ἐπελθὸν φάσμα ἔλεγε τοιάδε, ἐγὼ τὴν αὐτὴν νόσον νοσήσας περιιόντι τῷ δεκάτῳ ἔτει, βουλομένου τοῦ Ἀσκληπιοῦ πορευθεὶς ἐπὶ τοὺς τόπους, ἐν οἷς ἡ νόσος ἤρξατο συλλέγεσθαι, ἀπηλ‐
5λάγην. τοιαῦτ’ ἦν τὰ λεχθέντα καὶ ἐδόκει γεγράφθαι· διήγομεν δὴ καὶ τότε περὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου. χειμὼν δ’ ἦν ὀλίγον μετὰ τροπὰς, ὁ δ’ ἀὴρ ἤπιος. χρησθέντων δὲ τούτων ἦν οἷον εἰκὸς χαρά τε καὶ ὁρμὴ θαυμαστὴ πρὸς τὴν ἔξοδον. ἀπέχει δὲ ὁ Αἴσηπός τε
10καὶ τὰ ἐπ’ αὐτῷ θερμὰ ὕδατα δυοῖν ἡμερῶν ὁδὸν τοῦ περὶ τὸ ἱερὸν τόπου τούτου. καί μοι τὸ σῶμα ἐκεῖ πρῶτον ὑπώλισθε, χειμῶνος ὥρᾳ ψυγὲν, ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς, ἑσπέρας ἤδη πρὸς τὸ χωρίον καὶ τὴν ἔπαυλιν ἀπελαύνοντι τὴν ἐμαυτοῦ πλησίον οὖσαν, ὥς γ’
15οὑτωσὶ φάναι. πρὸς μέντοι τὸν παρόντα καιρὸν καὶ ἀφ’ ὧν ἐπανῄειν καὶ πλείω ἦν τοῦ δέοντος καὶ τούτοις δὴ ἐπι‐ γίγνεται ἡ εἰς Ἰταλίαν δυσχερὴς ἔξοδος ὀλίγαις ὕστερον ἡμέραις. ταῦτα μὲν δὴ προεγεγόνει πρότερον ἔτει δεκάτῳ· τότε δ’ ὡς εἰς θεωρίαν ἐστελλόμεθα ὑπ’ εὐθυμίας αἰθρίας
20τε οὔσης θαυμαστῆς καὶ τῆς ὁδοῦ δεχομένης. ἔστι δὲ
Ποιμανηνὸς χωρίον τῆς Μυσίας καὶ ἐν αὐτῷ ἱερὸν Ἀσκλη‐ πιοῦ ἅγιόν τε καὶ ὀνομαστὸν, ἐνταῦθα ἐτελέσαμεν στα‐ δίους ἑξήκοντα μάλιστα καὶ ἑκατόν· καὶ τούτων τοὺς ἑξήκοντα σχεδὸν νυκτὸς, ἅτε καὶ προηκούσης τῆς ἡμέρας502
25κινηθέντες, καί τινι καὶ πηλῷ περὶ τοῦτον ἤδη τὸν τόπον ἐνετύχομεν ἐξ ὄμβρων προτέρων οὐ ῥᾳδίῳ διεξελθεῖν· ἡ δὲ πορεία ἐγίγνετο ὑπὸ λαμπάδων. ἐνταῦθα δὴ παντελῶς οἱονεὶ καθιερώμην τε καὶ εἰχόμην, καί μοι πολλὰ μὲν εἰς

322

αὐτὸν τὸν σωτῆρα ἐποιήθη μέλη, ὡς ἔτυχον καθήμενος ἐπὶ τοῦ ζεύγους· πολλὰ δὲ εἴς τε τὸν Αἴσηπον καὶ Νύμφας καὶ τὴν Θερμαίαν Ἄρτεμιν, ἣ τὰς πηγὰς τὰς θερμὰς ἔχει, δοῦναι λύσιν ἁπάντων ἤδη τῶν δυσχερῶν, καὶ κα‐
5ταστῆσαι πάλιν εἰς τὸ ἐξ ἀρχῆς. Ὡς δὲ ἐγενόμην ἐν τῷ Ποιμανηνῷ, χρηματίζει τε ὁ θεὸς καὶ ἐπίσχει τινὰς ἡμέρας· καὶ καθαίρει τὴν ἄνω, καὶ σχεδὸν οὐκ εἰσάπαξ. καὶ γίγνεται ὄναρ ἀνθρώπῳ γεωργῷ, ὃς ἐμὲ οὐκ ᾔδει πω, πλὴν ὅσον ἤκουεν· ἐδόκει
10τινὰ αὑτῷ λέγειν ὅτι Ἀριστείδης ἐχίδνης κεφαλὴν ἐξεμη‐ μεκὼς εἴη. ταύτην δὲ ἰδὼν τὴν ὄψιν φράζει τῶν ἐμῶν τινὶ, ὁ δ’ ἐμοί. καὶ τοῦτο μὲν δὴ τοιοῦτον. ὡς δ’ ἀπέ‐ πεμπεν ἐπὶ τὸν Αἴσηπον, λουτρῶν μὲν ἐκείνων αὐτόθεν προσέταξεν ἀπέχεσθαι, τὴν δ’ ἄλλην δίαιταν ἔφραζεν ἐφ’
15ἡμέρᾳ. κἀνταῦθα δὴ καθαρμοί τε ἐγίγνοντο ἐπὶ τοῦ πο‐ ταμοῦ ὑπὸ σπονδῶν καὶ καθάρσεις οἴκοι δι’ ἐμέτου. καὶ τριῶν ἢ τεττάρων ἡμερῶν διαγενομένων γίγνεται φωνὴ δι’ ὀνείρατος, ὅτι πέρας τε ἔχοι καὶ ἐπανήκειν δεῖ. ἦν οὖν οὐ μόνον τελετῇ τινι ἐοικὸς, οὕτω θείων τε καὶ παρα‐
20δόξων τῶν δρωμένων ὄντων, ἀλλὰ καὶ συνέπιπτέ τι θαυ‐ μαστὸν ἀηθείᾳ, ἅμα μὲν γὰρ ἦν εὐθυμεῖσθαι, χαίρειν, ἐν εὐκόλοις εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἅμα θ’ οἷον ἀπιστεῖν εἴ ποτε ταύτην ἰδεῖν ἐξέσται τὴν ἡμέ‐ ραν, ἐν ᾗ τις ἐλεύθερον αὑτὸν τῶν τοσούτων πραγμάτων503
25ὄψεται, πρὸς δὲ καὶ δεδιέναι μή πού τι τῶν εἰωθότων αὖθις συμβὰν λυμήνηται ταῖς περὶ τῶν ὅλων ἐλπίσι. κατεσκεύαστο μὲν οὕτω τὰ τῆς γνώμης καὶ μετὰ τοιαύτης ἡδονῆς ἅμα καὶ ἀγωνίας ἡ ἀναχώρησις ἐγίγνετο· θεῶν δὲ οὕτω διδόντων ἐγένετο ἀπὸ τούτων ἤδη τῶν χρόνων
30μεταβολὴ περὶ πᾶν τὸ σῶμα καὶ τὴν δίαιταν σαφὴς, καὶ τόν τε ἀέρα ὑπῆρξε μᾶλλον φέρειν καὶ ὁδοιπορεῖν ἐπιεικῶς οὐδὲν ἔλαττον τῶν πρὸς ὑπερβολὴν ἐρρωμένων. καὶ τῶν σκεπασμάτων τὰ περιττὰ ἀφῃρέθη, οἵ τε ἀνώνυμοι κα‐ τάρροι καὶ σφάκελοι περὶ τὰς φλέβας καὶ τὰ νεῦρα ἀπε‐
35παύσαντο. τροφὴ δέ πως ἤδη διῳκεῖτο καὶ ἀγῶνας ἐντελεῖς ἠγωνιζόμεθα οἴκοι τε κἀν τοῖς δημοσίοις. καὶ δὴ καὶ πό‐ λεις εἰσήλθομεν ἡγουμένου τοῦ θεοῦ μετὰ τῆς ἀγαθῆς

323

φήμης καὶ τύχης. καὶ χρόνοις δὴ ὕστερον ἡ λοιμώδης ἐκείνη συνέβη νόσος, ἧς ὅ τε σωτὴρ καὶ ἡ δέσποινα Ἀθηνᾶ περιφανῶς ἐρρύσαντό με. καὶ ἓξ μῆνας μέν τινας θαυ‐ μαστῶς ὡς τὸ μετὰ τοῦτο διήγαγον· ἔπειτα ἡ ξηρότης
5πολλὴ ξυνέβη καὶ ἕτερα ἠνώχλησεν· ἃ πάντα ὁ θεὸς καθίστη τε καὶ σὺν αὐτῷ γε εἰρῆσθαι καθίστησι ταῖς ἐφημέροις διαίταις καὶ προρρήσεσι. τότε δ’ οὖν ὡς ἐπανῆλ‐ θον ἀπὸ τοῦ Αἰσήπου, εὐθὺς μὲν προσιόντος ἐγίγνοντο φῆμαι καὶ παιδίων καὶ ἄλλων ἀγαθαὶ καὶ παίζοντα ἐν
10αὐτοῖς ἐβόα, καλῶς κυρίῳ. καὶ ἡ τροφὸς εὐθὺς ἀνειστήκει καὶ ἀπήντα καὶ ἔρρωτο καὶ ἦν ἅπερ εἰκὸς ἐν τοῖς τοιού‐ τοις. ἔπειτα κελεύει ὁ θεὸς ὡς δεῖ ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς, τὸν ἐν παλαίστρᾳ δὴ τρόπον, βεβαιότητος οὕνεκα καὶ ὡς εἴη τρόπον τινὰ καὶ τοῦτο
15ἐκπεπληρωμένον· ἔτι δὲ λούσασθαι ψυχρῷ, τὸ δ’ ἦν ἄρα χιόνι λούσασθαι· οὕτω πάντα κατεῖχεν ἡ χιὼν, καὶ ἔδα‐ φος καὶ δένδρα καὶ κρήνας. καὶ δῆλον δὴ ὅτι καὶ ταῦτα ὑπηκούομεν ἀσμένως. Τοιαῦτα μὲν κατὰ τὴν πορείαν τὴν ἐπ’ Αἴσηπον καὶ504
20τὴν ἐκεῖθεν αὖθις ἀναστροφήν. ἦν δὲ ἡγεμὼν τῆς Ἀσίας τότε ἀνὴρ καὶ μάλα τῶν γνωρίμων Σεβῆρος τῶν ἀπὸ τῆς ἄνωθεν Φρυγίας· περὶ ὃν θαυμαστὰ ἐπράχθη τῷ θεῷ, διαφέροντα ἐμοί· περὶ ὧν ἴσως ἐφεξῆς ἂν εἴη λέ‐ γειν. τὸ μὲν οὖν πρῶτον, ὥσπερ ἔφην, οὕτω παρέστη μοι
25διελθεῖν εὐθὺς τοὺς περὶ τοῦτο εὐεργεσίας. ἔπειτ’ ἔδοξεν ἀνελθεῖν ἐπὶ τοὺς ἄνω χρόνους καὶ τὰς ἄλλας προδιηγή‐ σασθαι παρὰ τοῦ θεοῦ τιμὰς εἰς τὸ δυνατόν· πρῶτον μὲν τὰς εἰς τοὺς λόγους γενομένας καὶ ὅσαι τοιαῦται, ἔπειτα τὰς ἐπὶ τῶν πράξεων τῶν κατὰ τὰς ἡγεμονίας.
30ἔπειθ’ ὅταν συμβαίνῃ κἀκ τῶν χρόνων, ὅρος τις κείσεται τοῦ προτέρου λόγου, πρὸς ὃν τὰ λοιπὰ συνάπτειν δεήσει. ἐνιαυτὸν μὲν γὰρ μάλιστα τὸν πρῶτον τῆς ἀσθενείας ἐξέλιπον τὴν περὶ τοὺς λόγους διατριβὴν, οἷα ἐν τοσού‐ τοις τε καὶ τοιούτοις πράγμασι τοῦ σώματος, καὶ ἅμα
35ἀπηλγήκειν. καθημένῳ δέ μοι ἤδη ἐν Περγάμῳ κατὰ τὴν κλῆσίν τε καὶ ἱκετείαν γίγνεται παρὰ τοῦ θεοῦ πρόσταγμα

324

καὶ παράκλησις, μὴ προλιπεῖν τοὺς λόγους. ὅ τι μὲν δὴ πρῶτον τῶν ὀνειράτων ἀφίκετο, ἢ πῶς ἕκαστον ἔχον τοῖς ἅπασιν, ἀμήχανον εἰπεῖν ὑπὸ πλήθους ἐτῶν. ἦν δ’ οὖν ἐκεῖνά τε τῶν παρακλητικῶν, σοὶ πρέπουσι λόγοι σὺν
5Σωκράτει καὶ Δημοσθένει καὶ Θουκυδίδῃ κατὰ πρώτας εὐθὺς γενόμενα. καὶ δὴ καὶ τῶν ὑπὲρ ἡμᾶς τοῖς χρόνοις
ἐνδόξων ἐδείχθη τις, ὡς ἂν μάλιστα ἐκινήθην εἰπεῖν. καὶ τό γε σφόδρα πρῶτον ἀπάρξασθαί με ἐκέλευεν ἑαυτῷ προσελθόντα εἰς τὴν στοὰν τοῦ ἱεροῦ τὴν πρὸς τῷ θεάτρῳ505
10τῶν αὐτοσχεδίων δὴ τούτων λόγων καὶ ἀγωνιστικῶν· καὶ συνέβη οὑτωσί. θεωρία τις ἦν ἐν τῇ πόλει πάνυ λαμπρὰ, ἢ ταύρων θήρα μοι δοκεῖν, ἤ τι τοιοῦτον. οἵ τε οὖν ἐκ τοῦ ἱεροῦ καταδεδραμήκεσαν πάντες ἥ τε πόλις περὶ ταῦτα εἶχε. καταλελείμμεθα δὲ ἐν τῷ ἱερῷ τῶν γνωριμωτέρων
15θεραπευτῶν δύο, ἐγώ τε καὶ Νικαεὺς, ἀνὴρ τῶν ἐστρατη‐ γηκότων Ῥωμαίοις, Σηδᾶτος ὄνομα, τὸ δ’ ἀρχαῖον Θεό‐ φιλος. καθήμεθα οὖν ἐν Ὑγιείας, οὗ ὁ Τελεσφόρος, καὶ διεπυνθανόμεθα ἀλλήλων ὥσπερ εἰώθειμεν εἴ τι καινότερον εἴη παρηγγελκὼς ὁ θεός· καὶ γάρ πως ἔστιν ἃ καὶ πα‐
20ραπλήσια ἐκάμνομεν. ἔφην οὖν ἐγὼ μὴ ἔχειν ὅ τι χρήσο‐ μαι, προστετάχθαι γάρ μοι ἴσα καὶ πέτεσθαι, μελέτην λόγων ἀναπνεῖν οὐ δυναμένῳ, καὶ ταύτην ἐνταυθοῖ· λέγων αὐτῷ τὴν στοὰν καὶ τὸ ὄναρ διηγοῦμαι. καὶ ὃς ἀκούσας, τί οὖν, ἔφη, ποιήσεις, καὶ πῶς ἔχεις; τί δ’ ἄλλο γε, ἔφην,
25ἢ ἅπερ δυνατὸν, ταῦτα ποιήσω, περιβαλλόμενος θοἰμά‐ τιον, στὰς οὑτωσὶ, τὸ πρόβλημα ἀποσημήνας αὐτὸς πρὸς ἐμαυτὸν, καὶ μίκρ’ ἄττα ὑπαρξάμενος εἶτ’ ἀπαλλάξομαι, καὶ οὕτως ἀφωσίωταί μοι; μηδαμῶς, ἔφη, μὴ οὕτως. ἀλλ’ ἐμέ τ’ ἀκροατὴν ἔχεις τουτονὶ καὶ ἀγώνισαι πάσῃ
30προθυμίᾳ· δυνάμεως δὲ μελήσει τῷ θεῷ. τί οἶσθα εἰ καὶ εἰς πλέον φέρει τὸ ὄναρ; καὶ ἅμα διηγεῖταί μοι ἔργον τοῦ
θεοῦ θαυμαστὸν, ὥς τινι κάμνοντι προστάξας οὕτω διαγωνίσασθαι συμβάντος ἱδρῶτος δι’ ἀγωνίαν λύσειε τὸ νό‐506

325

σημα πᾶν. ἐδόκει χρῆναι οὕτω ποιεῖν. καὶ λαλούντων ἡμῶν καὶ βουλευομένων ἐπεισέρχεται Βίβλος ἐκ τρίτων, θερα‐ πευτὴς τῶν παλαιῶν καί τινα τρόπον πρόθυμος περὶ λό‐ γους. οὗτος καὶ τὸ πρόβλημα ἦν ὁ προβαλών· καὶ ἦν γε
5τὸ πρόβλημα τοιόνδε· μέμνημαι γὰρ, ἅτε καὶ πρῶτον λα‐ βών· Ἀλεξάνδρου, φησὶν, ἐν Ἰνδοῖς ὄντος συμβουλεύει Δημοσθένης ἐπιθέσθαι τοῖς πράγμασιν. εὐθὺς μὲν οὖν ἐδεξάμην τὴν φήμην τὸν Δημοσθένη τε αὖθις λέγοντα καὶ τοὺς λόγους ὄντας περὶ τῆς ἡγεμονίας. καὶ μικρὸν
10ἐπισχὼν ἠγωνιζόμην, καὶ τά τε δὴ τῆς ἄλλης δυνάμεως ἦν οἷα θεοῦ παρασκευάζοντος, καὶ ἔδοξεν ὁ τοῦ ἐνιαυτοῦ χρόνος οὐ σιωπῆς, ἀλλ’ ἀσκήσεως εἶναι. Ἀρχὴ μὲν οὖν αὕτη τῆς μελέτης τῶν λόγων ἡμῖν ἐγέ‐ νετο, καὶ οὕτως ἐπανήλθομεν. ἐγίγνετο δὲ καὶ ἄλλα πολλὰ
15εἰς ταυτὸν φέροντα, καὶ τὸ δὴ μάλιστα ἐπιρρῶσαν τοιόνδε ἦν. Ῥώσανδρος ἦν τῶν φιλοσοφούντων καὶ ἄλλως περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιμελής· οὗτος ἐδόκει μοι παρ’ ἀνδρὸς φιλοσόφου τῶν ἐπιφανῶν ἀρτίως διηγγελμένου παρὼν ἑστάναι πρόσθεν τῆς κλίνης, οἷον ἔνθεός τε καὶ
20σφόδρα ἐσπουδακώς· ἔπειτα λέγειν περὶ τῶν λόγων τῶν ἐμῶν εἰς ὅσον προβεβηκότες εἶεν, μνησθῆναι μὲν δὴ Πλά‐ τωνος καὶ Δημοσθένους, ἐφ’ οἷσπερ ἐμνήσθη ἑκατέρου· ἀκροτελεύτιον δ’ ἐπιθεῖναι, παρῆλθες ἡμῖν τῷ ἀξιώματι τὸν Δημοσθένη, ὡς μηδ’ αὐτοῖς ἄρα τοῖς φιλοσόφοις
25εἶναι ὑπερφρονῆσαι. τοῦτο τὸ ῥῆμα πᾶσαν ἐμοὶ τὴν ὕστε‐ ρον φιλοτιμίαν ἐξῆψε, τοῦτ’ ἐποίησε πᾶν ὅ τι ποιοίην περὶ λόγους ἔλαττον εἶναι τοῦ δέοντος νομίζειν. καὶ μέντοι καὶ ὕπαρ αὐτὸς ἐπεσφραγίσατο ὁ θεός. μετὰ γὰρ τὴν νύκτα ἐκείνην, ἣ τὸν ὄρθρον ἦγεν, εὐθὺς μελέτην ἐποιού‐
30μην, κατ’ ἀρχὰς ἔτι τῶν χρόνων ὥσπερ λέγω· καὶ οἱ παρόντες οὐδέν πω τοῦ ὀνείρατος προπεπυσμένοι, τῶν δὲ λόγων ἀκροώμενοι τότε πρῶτον, μάλιστα δὴ τοῦτο ἐπε‐
σημήναντο τὸ ἀξίωμα. καὶ τοῦτο πλεῖστον ἦν αὐτοῖς τοῦ θορύβου. χρόνῳ δ’ ὕστερον εἰς τὸν Ῥώσανδρον φέρον507
35τοιόνδε μοι γίγνεται. ἐδόκουν ἐν Διὸς Ὀλυμπίου χωρίῳ κατὰ δή τινα διατριβὴν ἤτοι πρὸς ἐμαυτὸν διανοηθῆναι

326

ἤ τινα δεικνύναι μοι καὶ φράζειν ὡς ὁ Ῥώσανδρος δύ‐ ναται δηλοῦν τὸν θεὸν, καὶ τὴν ἀπόδειξιν αὐτοῦ ποιεῖσθαι διὰ γραμμῆς τινος ὥσπερ οἱ γεωμέτραι, γράψαντα δύ’ ἑξῆς ὀνόματα ἐπὶ τῆς γῆς ἐξ ἴσου, τὸ μὲν Ῥώσανδρος,
5τὸ δὲ ἕτερον Θεόδοτος· καί πως τοῦτο Θεοδώτης ἦν ἐν τῇ γραφῇ. σαφὲς δ’ εἶναι τοῦτό γε, ὡς ἄρα ὁ Θεόδοτος ὁ ἰατρὸς τὸν θεὸν δηλοῖ, ταυτὸν οὖν δύνασθαι καὶ τὸν Ῥώσανδρον, ἐπείπερ ἴσον γε Ῥώσανδρος καὶ Θεόδοτος. τοσαῦτα μὲν περὶ τοῦ ὀνόματος ἐδήλωσε τοῦ Ῥωσάνδρου.
10συνέβαινε δέ μοι λαμβάνοντι μὲν τὰ προβλήματα καὶ καθισταμένῳ πρὸς τὸν ἀγῶνα ἀπορεῖσθαι καὶ μόλις ἀνα‐ φέρειν, ἐπιλείποντος τοῦ πνεύματος, προϊόντι δὲ τῶν προοιμίων ῥᾷον ἴσχειν ἤδη καὶ ἀναπνεῖν οἵῳ τε εἶναι, καὶ προϊόντος ἀεὶ τοῦ λόγου δυνάμεως ἐμπίπλασθαι μετὰ
15κουφότητος, καὶ συνείρειν οὕτως ὥσθ’ ἕπεσθαι μόλις τοὺς ἀκροωμένους. καὶ ἦν δὴ τὸ θέαμα κρεῖττον ἢ τὸ ἀκρόαμα γνώμην γ’ ἐμήν. ἐγένετο δὲ καὶ ἄλλοις ὀνείρατα ὑπὲρ ἐμοῦ φέροντα εἰς ταυτόν. τοῦτο μὲν Εὐάρεστος Κρὴς, τῶν ἐν φιλοσοφίᾳ διατριβόντων ἐλθὼν ἀπὸ Αἰγύπτου καθ’
20ἱστορίαν τῶν περὶ τὸν θεὸν, γνώριμος καὶ συνήθης ἐμοὶ γεγονὼς ἐπὶ τῆς ἐν Αἰγύπτῳ διατριβῆς, ἔφη προστάξαι τὸν θεὸν αὑτῷ προτρέπειν ἐμὲ πρὸς τοὺς λόγους, ὡς παν‐ τὸς μᾶλλον ἐμοὶ προσήκοντος· τοῦτο δὲ Ἑρμοκράτει Ῥοδίῳ
ποιητῇ μελῶν ὄναρ γίγνεται, ὡς αὐτὸς ἔφη πρὸς ἐμὲ508
25ὁ Ἑρμοκράτης. ἐξελελοίπειν δ’, οἶμαι, μίαν ἢ δευτέραν τινὰ ἡμέραν, ἔπειτ’ Ἀριστείδης ἀγανακτήσει καὶ φήσει τὸν στό‐ μαχον ἀλγεῖν, οὐκ ἐθέλων λέγειν. οὕτω μὲν ἁπανταχόθεν εἰς συνέχειαν κατέστη τὸ πρᾶγμα. συνεκρότει δὲ καὶ προὐβίβαζε πολλαχῆ τὴν δύναμιν. τῶν τε γὰρ παλαιῶν
30ἀνδρῶν ἐν οἷς χρὴ διατρίβειν ἔφρασε, καὶ ποιητῶν λέγω καὶ τῶν ἄλλων, καί τινων καὶ καιρὸν ἔταξε τῆς χρήσεως· καί μοι πάντες οὗτοι μετ’ ἐκείνην τὴν ἡμέραν ἑταῖροι σχεδὸν ἐφάνησαν, τοῦ θεοῦ προξενήσαντος.

327

Καὶ μὴν τό γε πλεῖστον καὶ πλείστου ἄξιον τῆς ἀσκή‐ σεως ἡ τῶν ἐνυπνίων ἦν ἔφοδος καὶ ὁμιλία. πολλὰ μὲν γὰρ ἤκουσα νικῶντα καθαρότητι καὶ λαμπρῶς ἐπέκεινα τῶν παραδειγμάτων, πολλὰ δ’ αὐτὸς λέγειν ἐδόκουν κρείττω
5τῆς συνηθείας καὶ ἃ οὐδεπώποτε ἐνεθυμήθην· ὧν ὅσα γε ἐμνήσθην ἐν ταῖς ἀπογραφαῖς τῶν ὀνειράτων ἔστησα, ἐν οἷς ὅ τε ὑπὲρ τοῦ δρόμου λόγος λεχθείς ἐστιν, ὅτε ἐκέλευε χρῆσθαι δρόμῳ, καὶ πολλὰ ἕτερά ἐστι. καὶ ἐν τοῖς βιβλίοις ἐνέσπαρται τοῖς ἡμετέροις Ἀθηνᾶς τε ἐγκώμιον
10καὶ Διονύσου καὶ ἑτέροις ὡς ἕκαστόν που συμβαίνοι. πολ‐ λὰ δὲ καὶ προβλήματα ἀφίκετο καὶ ὅπως χρὴ τὸ σύμπαν μεταχειρίσασθαι παρεδείχθη, χωρὶς τῶν εἰς μνήμην δι’ ἀκριβείας ἐλθόντων ῥημάτων. ἦν δέ τις καὶ οὗτος τρόπος, φέρων εἰς ἐπίδοσιν, ὁ τῆς ἀδήλου παρασκευῆς· ἔδει γὰρ
15ἀναστῆναι κεκεντρωμένον εἰς λόγους καὶ παρεσκευασμένον ἐκ νυκτὸς, ὥσπερ ὅταν ἀθλητὴς προγυμνάσηται τὰ ἑω‐ θινά. ἧκε δέ ποτε καὶ τοιοῦτον ἐπίταγμα, πλέξαι λόγον διὰ ψιλοῦ τοῦ νοῦ, καθάπερ διὰ ῥημάτων, καί μοι δῆλον ἦν ὅτι πολύνοιαν εἰσηγοῖτο ὁ θεός. ὅτι δ’ οὖν ἡ τῶν
20λόγων ἕξις ἡμῖν σὺν αὐτῷ γ’ εἰρῆσθαι, εἰ τὰ μάλιστα
καὶ πρόσθεν μὴ σφόδρα εὐκαταφρόνητος ἦν, ἑτέρα τις ἐξ ἑτέρας ἐγένετο αὐτοί τε σύνισμεν καὶ ὑπὸ τῶν εἰδότων γνωρίζεται. καὶ δὴ Πάρδαλός ποτε ἐκεῖνος, ὃν ἐγὼ φαίην ἂν ἄκρον τῶν ἐφ’ ἡμῶν Ἑλλήνων γενέσθαι γνῶναι λόγους,509
25ἐτόλμησεν εἰπεῖν πρὸς ἐμὲ καὶ διισχυρίσασθαι, ἦ μὴν νο‐ μίζειν τύχης συνηθείᾳ συμβῆναί μοι τὴν νόσον, ὅπως τῷ θεῷ συγγενόμενος ἐπιδοίην ταύτην τὴν ἐπίδοσιν. ὅσα δὲ ἄλλα ἢ ’κεῖνος εἰώθει φθέγγεσθαι κοσμῶν τοὺς ἡμετέρους λόγους, ἢ τῶν ἄλλων πρεσβυτῶν οἱ βέλτιστοι καὶ γνωρι‐
30μώτατοι κατ’ ἐκείνους τοὺς χρόνους, ἔξω τῆς τε ὑποθέ‐ σεως καὶ ἅμα τῆς γνώμης τῆς ἐμῆς λέγειν ἐστίν. ἀλλ’ ὄναρ εἰπεῖν βούλομαι. ἐν χωρίῳ μὲν ἐδόκουν εἶναι οὗπερ ἐτράφην, παρεῖναι δὲ Ῥουφῖνον, οὗ τὰ μεγάλα ἀναθή‐ ματα καὶ νεὼς ὁ πολυειδής· καὶ δῆτα τά τε ἄλλα χαίρειν
35αὐτόν μοι διαφερόντως καὶ φάναι εἰς τὸ μέσον ποῦ νῦν ἂν ἦν εἰ περιῆν ὁ δεῖνα ὁ μελετητής. οὕτω γὰρ εἰπεῖν

328

τῷ ῥήματι, τὸν κορυφαῖον δὴ λέγοντα τῶν ἐφ’ ἡμῶν. καὶ αὐτὸς συνεὶς εἰπεῖν πρὸς τουτονὶ Βάσσον, ὁρᾷς οἷα ὁ θεὸς περὶ ἐμοῦ λέγει, οὗτος ὁ Ῥουφῖνος δή; ἐκέλευε δὲ καὶ συντιθέναι λόγους, οὐ μόνον ἐκ τοῦ παραχρῆμα ἀγω‐
5νίζεσθαι, καὶ προσέτι γε ἐκμανθάνειν ἔστιν ὅτε κατὰ ῥῆμα. καί μοι τὸ πρᾶγμα πολλὴν παρεῖχε τὴν ἀπορίαν, οὐδὲν τῶν ὕστερον οὔτ’ ἐνθυμηθῆναι δή που δυναμένῳ οὔτε πιστεῦσαι τί ποτ’ αὐτῷ βούλεται ταῦτα. πάνυ γοῦν ἐν τούτοις ἐμοὶ ** ποῦ δὲ ἔξεστι σχολάσαι, τοσοῦτον σω‐
10θῆναι πρότερον ἦν· τῷ δὲ, ὡς ἔοικεν, ἅμα μὲν σοφίσματα ταῦτ’ ἦν εἰς τὰ παρόντα, ἅμα δ’ ἐδόκει τι κρεῖττον αὐτῷ ἢ σῶσαι μόνον. ἔσωζεν οὖν διὰ πλείονος ἀξιῶν ἢ ὅσου περ ἦν τὸ σωθῆναι. καὶ δὴ καὶ ὀδόντας ἀλγῶν ποτε ἔτυχον καὶ οὔτε διᾶραι τὸ στόμα οἷός τ’ ἦν, ἀπορίᾳ τε
15εἰχόμην δεινῇ· ὁ δὲ προστάττει τῶν λόγων τινὰ ἀναγνῶναι τῶν πεποιημένων μοι τοῖς φίλοις ἐπαγγείλαντα συνουσίαν. εἶχον δὲ τότ’ ἐν χερσὶ τὸν τρίτον τῶν εἰς αὐτὸν λόγων· τοῦτον ἀνέγνων διὰ τέλους, καὶ πρὶν ἅπαντα διελθεῖν, τῆς ὀδύνης ἀπαλλάγμην. ἐνῆγε δέ με καὶ πρὸς τὴν τῶν μελῶν510
20ποίησιν. ἀρχὴ μὲν οὖν τις ἐγένετο ἐν Ῥώμῃ ἐξ Ἀπόλλωνος. ἦλθε γάρ μοι ἐνύπνιον φράζον τόν τε Παιᾶνα ὡς δέον ποιῆσαι τῷ θεῷ καὶ ἅμα τὴν ἀρχὴν αὐτοῦ, καὶ εἶχεν οὕτω πως, Φορμίγγων ἄνακτα Παιᾶνα κληίσω. ἠπόρησα μὲν δὴ ὅ τι χρήσομαι, διὰ τὸ μήπω πρόσθεν ἐμαυτοῦ
25πεῖραν ἐσχηκέναι περὶ ταῦτα· ἀλλ’ ἐδόκουν παντελῶς ἔχειν ἀδυνάτως, ὅμως δ’ ἐνεχείρησα καὶ τῆς ἀρχῆς οἷον ἐπὶ βάθρας ἐχόμενος ἐπέρανα τὸ ᾆσμα ἐν δυοῖν στροφαῖν, καὶ τρίτην, οἶμαι, τινὰ ἐπήγαγον, ἣν καλοῦσιν οἱ γραμματικοί μοι δοκεῖν ἐπῳδόν. καὶ ἄρτι τε ἀπείργαστο τὸ ᾆσμα καὶ
30προσαγγέλλει μοί τις ἑορτὴν Ἀπόλλωνος εἶναι, Ἀπολλώνια, ἐν ᾗ τὴν ἱπποδρομίαν Ῥωμαῖοι ποιοῦσι τῷ θεῷ. Τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο. καὶ τύχῃ δή τινι θείᾳ ὡς ἀνεκομιζόμεθα ἐκ τῆς Ἑλλάδος συμβάντος χειμῶ‐ νος, πρῶτον μὲν εἰς Δῆλον, ἔπειτα εἰς Μίλητον ἀπεσώ‐
35θημεν, ἀμφοτέρας ἱερὰς Ἀπόλλωνος. ἄξιον δὲ καὶ τοῦτο

329

ἀποδοῦναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ τε καὶ σωτῆρι, ἐπει‐ δήπερ ἐνταῦθ’ ἥκομεν τοῦ λόγου. ὡς γὰρ ἐξέβην εἰς τὴν Δῆλον, ἀχθεσθεὶς τῷ κυβερνήτῃ, ταραχώδει τε ὄντι καὶ ὑπεναντία τοῖς ἀνέμοις πλέοντι, καὶ οἷον ἀροῦντι τὸ πέ‐
5λαγος, εὐθὺς ὅρκῳ καταλαμβάνω ἦ μὴν μήτε ἐκπλεύσεσθαι δυοῖν ἡμερῶν, ἀλλ’ εἰ φίλον αὐτῷ, πλείτω, ἔφην, ἐφ’ αὑ‐ τοῦ. κἀγὼ μὲν τῷ θεῷ θύσας καὶ διατρίψας ὅσον οἷός τ’ ἦν περὶ τὸ ἱερὸν, εἰσελθὼν εἰς τὸ δωμάτιον καὶ προειπὼν τοῖς οἰκέταις, ἂν ἀφίκηταί τις ἐκ πλοίου, χαίρειν κελεύειν,
10ἀνεπαυόμην ἐν τῷ λιμένι τῶν Δηλίων. οἱ δ’ ἧκον οἴνῳ
βεβαρηότες οἱ ναῦται περὶ πρῶτον ὕπνον σχεδὸν, καὶ προστάντες ἔκοπτον τὴν θύραν, καὶ ἐκέλευον ἐξιέναι καὶ χρῆσθαι πλῷ· καὶ γὰρ εἶναι θαυμαστὸν οἷον. ἀποκρινα‐ μένων δὲ τῶν παίδων ὅτι ληροῖεν καὶ οὐδ’ ἂν εἴ τι511
15γίγνοιτο κινησοίμην, ἀπιόντες ᾤχοντο πρὸς ὀργὴν, ὡς δὴ μεγάλων στερόμενοι. ἀλεκτρυόνων τε ᾠδαὶ πλησίον ἦσαν, καὶ καταρρήγνυται σκηπτὸς ἐξαίσιος, καὶ ἡ θάλαττα ἠλαύνετο λαίλαπι ἀγρίᾳ καὶ πάντα ἐπεκλύζετο, καὶ τὰ πλοιάρια τὰ ἐν τῷ λιμένι τὰ μὲν εἰς τὴν γῆν ἐξέπιπτε,
20τὰ δ’ ἀλλήλοις ἐνέπιπτε καὶ συνετρίβετο· ἡ δ’ ὁλκὰς ἡ κομίζουσα ἡμᾶς ἀπορραγέντων τῶν καλωδίων ἐκυλινδεῖτο ἄνω καὶ κάτω, καὶ μόλις σὺν βοῇ πολλῇ καὶ ταραχῇ τῶν ναυτῶν διασώζεται· καὶ ἐπιγίγνεται ὕδωρ ἐξ οὐρανοῦ πολὺ καὶ λάβρον, καὶ ἐν τῇ νήσῳ θόρυβος ἦν ὥσπερ ἐν νηί.
25ἅμα δὲ τῇ ἕῳ παρῆσαν μὲν οἱ φίλοι σπουδῇ, οὓς ἔτυχον ἀνειληφὼς ἰδίοις τέλεσι πλέων, εὐεργέτην, σωτῆρα ὀνομά‐ ζοντες, συγχαίροντες τῆς παρὰ τῶν θεῶν προνοίας· παρῆσαν δὲ καὶ οἱ ναῦται χάριν ἤδη εἰδότες καὶ θαυμάζοντες ἐξ οἵων κακῶν ἐπικειμένων ἐσώθησαν. τὸ μὲν κέρδος τοσοῦ‐
30τον καὶ ὁ μισθὸς τοῦ ᾄσματος, ὥσπερ Σιμωνίδῃ παρὰ τῶν Διοσκούρων φασὶ γενέσθαι, τὸ σωθῆναι μόνον ἀνθ’ ὧν εἰς αὐτοὺς ἐποίησε, πλὴν ὅσον ἡμεῖς γε οὐ μόνοι τότε, ἀλλὰ καὶ οἱ φίλοι μεθ’ ἡμῶν ἐσώθησαν. ἐχέτω δὲ ὁπό‐ τερά τις βούλεται εἴτε τοῦ Παιᾶνος ταύτην γενέσθαι τὴν
35ἐπικαρπίαν καὶ χάριν καὶ διὰ τοῦτο ὑπάρξαι σωθῆναι512

330

εἴτε τοῦτο μὲν πάντως ἂν οὕτω γενέσθαι, τὸν δὲ θεὸν προειδότα ἐφ’ ἅπασι τοῖς μέλλουσι σημῆναι τοῦτο μὲν ὡς ἐν θαλάττῃ κίνδυνοί τε συμβήσονται καὶ ἐξ αὐτῶν σωτηρίαι, τοῦτο δὲ ὡς τῶν περὶ τὸ σῶμα ἀποριῶν ἔσται
5παιὼν αὐτός τε καὶ τῶν αὐτοῦ παίδων ὁ πρῶτός τε καὶ πάντα παύειν εἰδὼς ὁπόσοις κάμνουσιν ἄνθρωποι. Λόγος δὲ ἥκει λόγῳ συνεχὴς καὶ λέγωμεν πάλιν ὡς μετὰ τῶν ἄλλων ὁ σωτὴρ Ἀσκληπιὸς καὶ τοῦτ’ ἐπέταξεν ἡμῖν, διατρίβειν ἐν ᾄσμασι καὶ μέλεσι, καὶ δὴ καὶ παίζειν
10τε καὶ τρέφειν παῖδας. ὅσα μὲν δὴ καὶ ἄλλα τῆς συμβου‐ λῆς ταύτης ἀπελαύσαμεν εἰς εὐθυμίαν καὶ τὸ ἀνταρκεῖν ἀπέραντον ἂν εἴη λέγειν, τὰ δ’ ᾄσματα ᾖδον οἱ παῖδες, καὶ ὁπότε ἢ πνίγεσθαι συμβαίνοι, τοῦ τραχήλου ταθέντος ἐξαίφνης ἢ τοῦ στομάχου καταστάντος εἰς ἀπορίας, ἤ τις
15ἄλλη γένοιτο ἄπορος προσβολὴ, παρὼν ἂν Θεόδοτος ὁ ἰατρὸς καὶ μεμνημένος τῶν ἐνυπνίων ἐκέλευε τοὺς παῖδας ᾄδειν τῶν μελῶν, καὶ μεταξὺ ᾀδόντων λάθρα τις ἐγίγνετο ῥᾳστώνη, ἔστι δ’ ὅτε καὶ παντελῶς ἀπῄει πᾶν τὸ λυποῦν. καὶ τοῦτο δὴ τοσοῦτον κέρδος ἦν καὶ τὸ τῆς τιμῆς ἔτι
20τούτου μεῖζον· εὐδοκίμει γὰρ καὶ τὰ μέλη παρὰ τῷ θεῷ. ἐκέλευε δ’ οὐ μόνον εἰς ἑαυτὸν ποιεῖν, ἀλλὰ καὶ ἑτέρους ἐσήμαινεν, οἷον δὴ Πᾶνα καὶ Ἑκάτην καὶ Ἀχελῶον καὶ εἰ δή τι ἕτερον. ἧκε δὲ καὶ παρ’ Ἀθηνᾶς ὄναρ ὕμνον ἔχον τῆς θεοῦ καὶ ἀρχὴν τοιάνδε Ἵκεσθε Περγάμῳ νέοι, καὶ
25ἕτερον ἐκ Διονύσου, οὗ τὸ ἐπᾳδόμενον ἦν Χαῖρ’ ὦ ἄνα κισσεῦ Διόνυσε. ᾀδομένου δ’ αὐτοῦ καθ’ ὕπνον περιέρρει τὰ ὦτα καὶ ἠχὴ θαυμαστή. καὶ ἔδει τὸ γόνυ τὸ δεξιὸν
κλίναντα ἱκετεύειν τε καὶ καλεῖν Λύσιον τὸν θεόν· καὶ ἔνεστι ταῦτα ἐν τοῖς ᾄσμασι. καὶ ἕτερον ἧκεν ἐξ αὐτοῦ513
30Διὸς, ὅ τι δὲ ἦν δὴ τούτων ἢ πρῶτον ἢ ὕστερον οὐχὶ μέμνηναι, καὶ ἕτερον ἐκ Διονύσου πάλιν, οὐλοκόμην φρά‐ ζον προσειπεῖν τὸν θεόν. ὤφθη δὲ καὶ ὁ Ἑρμῆς τήν τε κυνῆν ἔχων καὶ τὸ κάλλος θαυμαστὸς καὶ τὴν κίνησιν ὑπερφυής. καὶ ᾄδων αὐτὸν καὶ γανύμενος ὡς ῥᾳδίως τε
35καὶ τὰ προσήκοντα εἰρηκὼς ἀφυπνιζόμην. ἔδοξα δὲ καὶ περὶ τῶν ἐν Σμύρνῃ θεῶν ἀκοῦσαι τοῦ τροφέως, οἶμαι, ὡς οὐκ ὀρθῶς αὐτῶν ἐπιλελησμένος τυγχάνοιμι, εἰκὸς γὰρ εἶναι καὶ ταύταις ὕπνου ἐπιμεληθῆναι. πλεῖστα δὲ εἰς

331

Ἀπόλλω τε καὶ Ἀσκληπιὸν ἐποιήθη κατὰ τὰς τῶν ὀνειρά‐ των ἐπιπνοίας, καὶ τούτων τὰ πολλὰ σχεδὸν ἀπὸ μνήμης οὑτωσὶ, ὁπότε αἰωροίμην ἐπὶ τοῦ ζεύγους ἢ καὶ βαδίζοιμι. καὶ δὴ καὶ Μακεδόνι ἀνδρὶ ἑνὶ τῶν συμφοιτητῶν ὄναρ
5γίγνεται, ὡς ἀπήγγελλεν ἐμοὶ Θεόδοτος, οὐ γὰρ αὐτὸς εἶχε συνήθως ἐμοὶ, ἄντικρυς φέρον εἰς ἐμέ. ἐδόκει γὰρ ᾄδειν ἐμὸν παιᾶνα ἐν ᾧ ταύτην τὴν πρόσρησιν εἶναι, Ἰὴ παιὰν Ἥρακλες Ἀσκληπιέ. καὶ οὕτω δὴ τὸν παιᾶνα ἀπέδωκα ἀμφοτέροις τοῖς θεοῖς κοινόν.
10 Καὶ τοίνυν καὶ χοροὺς ἔστησα δημοσίᾳ δέκα τοὺς σύμπαντας, τοὺς μὲν παίδων, τοὺς δὲ ἀνδρῶν. καὶ συνέβη τι τοιοῦτον. ἡνίκα τὸν πρῶτον ἤμελλον ἀνάξειν χορὸν, ἦν ἐν τῷ νεῷ Ῥουφῖνος, οὗ μικρῷ πρόσθεν ἐμνήσθην. ἰδὼν οὖν αὐτὸν, εἰς καλὸν ἥκεις, ἔφην, εἰ ἄρα καὶ σχολή σοι·
15μέλλω γὰρ στήσειν χορὸν τῷ θεῷ, καὶ δῆλον δὴ ὅτι ἀκροάσει ἡμετέραν χάριν. ἀλλ’ οὐδὲν, ἔφη, δεῖ καλεῖσθαί
με ὑπὸ σοῦ, ἀλλὰ καὶ προκέκλημαι ὑπὸ τοῦ θεοῦ· τεκμαίρου δὲ, ἔφη, καὶ τὴν ὥραν, οὐ γάρ πω πρότερον τηνικάδε ἀπήντησα, ἀλλὰ πολὺ ὕστερον εἰώθειν φοιτᾶν. ἀλλὰ514
20κέκλημαί γε, ἔφη, καὶ τούτων ἕνεκα καὶ εἰς τὴν ἀγαθὴν τύχην, καί σοι συμπαρεστήξομεν ἡμεῖς, αὑτὸν δὴ λέγων καὶ τὸν Σηδᾶτον, ὃς ἦν ἡμῖν συμφοιτητὴς ἐν τῷ τότε. καὶ τοῦτο μὲν περὶ τὴν πρώτην προσαγωγὴν τοῦ χοροῦ συνέβη. πάλιν δὲ ἐπὶ τῷ δεκάτῳ τελεσθέντι ἐγὼ μὲν ἕν
25τι τῶν ᾀσμάτων ἔτυχον παρεικὼς, διὰ τὸ παντελῶς αὐτο‐ σχεδίως τε καὶ ἐκ τοῦ ῥᾴστου πεποιῆσθαι καὶ ὅσον αὐτό φασιν, ἔπειθ’ ἧκεν ὄναρ ἀπαιτοῦν καὶ τοῦτο, καὶ ἀπέδομεν. περανθέντων δὲ τούτων ἐδόκει χρῆναι ἀναθεῖναι τρίποδα ἀργυροῦν, ἅμα μὲν τῷ θεῷ χαριστήριον, ἅμα δὲ μνημεῖον
30τῶν χορῶν οὓς ἐστήσαμεν. καὶ ἐμοὶ μὲν παρεσκεύαστο ἐλεγεῖον τοιονδὶ Ποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγὸς,
σοὶ τόδ’ ἔθηκεν ἄναξ μνῆμα χοροστασίης. ἔπειτα δύο τινὰ ἐπὶ τούτοις ἕτερ’ ἦν ἔπη, ὧν τὸ μὲν
35τοὔνομα εἶχε τοὐμὸν, τὸ δ’ ὅτι προστασίᾳ τοῦ θεοῦ ταῦτα ἐγίγνετο. ἐνίκησε δὲ ὁ θεός. ᾗ γὰρ ἡμέρᾳ ἔδει γίγνεσθαι τὴν ἀνάθεσιν, ταύτῃ μοι δοκεῖν ἢ μικρόν τι πρὸ αὐτῆς515

332

περὶ τὴν ἕω ἢ καὶ ἔτι θᾶττον ἀφικνεῖται θεῖον ἐπίγραμμα ἔχον οὑτωσὶ Οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκε
μύθων ἀενάων κύδιμος ἡνίοχος.
5τοῦτό τε ἐπιγράφειν ἐδόκουν καὶ τὸ ἀνάθημα ἀναθήσειν ὡς δὴ Διί. εὐθὺς οὖν εἰχόμην ἀπρὶξ τοῦ ἐπιγράμματος ἔν τε τῷ ὕπνῳ γανύμενος καὶ ἔτι ἀφυπνιζόμενος, ἐκμελε‐ τῶν καὶ στρέφων μὴ λάθῃ με διαφυγόν· καὶ οὕτω δὴ κατεδησάμην. μετὰ δὲ ταῦτα βουλευομένοις ἡμῖν κοινῇ
10περὶ τοῦ ἀναθήματος συνεδόκει καὶ τῷ ἱερεῖ καὶ τοῖς νεωκόροις ἀναθεῖναι ἐν Διὸς Ἀσκληπιοῦ, ταύτης γὰρ οὐκ εἶναι χώραν καλλίω· καὶ οὕτω δὴ τοῦ ὀνείρατος ἡ φήμη ἐξέβη. καὶ ἔστιν ὁ τρίπους ὑπὸ τῇ δεξιᾷ τοῦ θεοῦ, εἰ‐ κόνας χρυσᾶς ἔχων τρεῖς, μίαν καθ’ ἕκαστον τὸν πόδα,
15Ἀσκληπιοῦ, τὴν δὲ Ὑγιείας, τὴν δὲ Τελεσφόρου. καὶ τὸ ἐπίγραμμα ἐπιγέγραπται καὶ ὅτι ἐξ ὀνείρατος προσπαραγέ‐ γραπται. ἀνέθηκα δὲ καὶ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸ ἐπί‐ γραμμα καὶ ἀνάθημα ἕτερον, ὡς πανταχῆ τελέως ἔχειν τὰ χρησθέντα. γενομένου δὲ τοῦ ἐπιγράμματος πολὺ δὴ
20μείζων προθυμία μοι ἐγγίγνεται καὶ ἐδόκει παντὶ τρόπῳ χρῆναι ἀντέχεσθαι τῶν λόγων, ὡς κἀν τοῖς ὕστερον ἀν‐ θρώποις ὄνομα ἡμῶν ἐσόμενον, ἐπειδή γε ἀενάους τοὺς λόγους ὁ θεὸς ἔτυχε προσειρηκώς. Καὶ τὰ μὲν περὶ τοὺς χοροὺς οὕτως εἶχε. χρόνῳ δ’
25ὕστερον οὐκ οἶδ’ ὁπόσῳ τινὶ φαντάζομαι τοιάδε. ἐδόκουν
εἶναι περὶ τὴν ἑστίαν τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ πατρῴου, συλλόγου δὲ γιγνομένου δημοτελοῦς περὶ πλήθουσαν ἀγο‐ ρὰν ἑστῶτα τὸν κήρυκα τὸν ἱερὸν παρ’ αὐτὴν τοῦ θεοῦ τὴν κρηπῖδα ἀνειπεῖν τοὐμὸν ὄνομα σὺν ἅπασι τοῖς περὶ516
30αὐτὸ, ὡς δὴ δημοσίᾳ στεφανουμένου, ὥσπερ ὅταν ἐν ταῖς ἐκκλησίαις χρυσῷ στεφάνῳ στεφανώμεθα, προσθεῖναι δὲ ὅτι λόγων ἕνεκα· βεβαιώσασθαι δ’ αὐτὸ ἑτέρᾳ προσθήκῃ ἐπειπόντα, καὶ γάρ ἐστιν ἀήττητος περὶ λόγους· κεκη‐ ρυγμένου δὲ τούτου διαβῆναι εἰς Ἀσκληπιοῦ κῆπον, ὃς
35ἔστι μοι πρόσθεν τῆς οἰκίας τῆς πατρῴας. κἀνταῦθα

333

εὑρεῖν ἐκ δεξιᾶς τοῦ νεὼ μνῆμα κοινὸν ἐμοῦ τε καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, διαφράγματι μέσῳ διειργόμενον· καὶ τὸν μὲν ἐν τῷ ἑτέρῳ κεῖσθαι, ἐν τῷ ἑτέρῳ δὲ αὐτὸς κείσεσθαι. ἐπιστὰς δὲ καὶ προκύψας ἀπολαύειν εὐωδίας
5θαυμαστῆς θυωμάτων, καὶ τούτων τὰ μὲν τῆς ἐκείνου θήκης εἶναι, τὰ δὲ ἐμοὶ προσαποκεῖσθαι. χαίρειν τε οὖν καὶ συμβάλλεσθαι ὡς ἄρα ἀμφότεροι τὸ ἄκρον λάχοιμεν, ὁ μὲν τῆς ἐν τοῖς ὅπλοις δυνάμεως, ἐγὼ δὲ τῆς ἐπὶ τοῖς λόγοις. καὶ προσέτι γε κἀκεῖνο εἰσελθεῖν με, ὅτι οὗτός τε
10ἐν Πέλλῃ γένοιτο, πρᾶγμα τοσοῦτον, ἐπ’ ἐμοί τε οἱ τῇδε φιλοτιμήσοιντο. τοιαῦτα καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἔδοξα καὶ πρὸς ἐμαυτὸν εἰπεῖν τε καὶ συλλογίσασθαι, τὰ μὲν ὡς παρὰ τῷ Διὶ, τὰ δ’ ὡς ἐν Ἀσκληπιοῦ πρὸ τῆς οἰκίας. τὰ δ’ ἐντεῦθεν ἤδη, εἰ μὲν θέμις, εἰρήσθω καὶ γεγράφθω,
15εἰ δὲ μὴ, τοσοῦτον σοὶ μελήσειε, δέσποτα Ἀσκληπιὲ, ἐπὶ νοῦν ἀγαγεῖν μοι διαγράψαι παντὸς δυσκόλου χωρίς. πρῶ‐ τον μὲν ὤφθη τὸ ἕδος τρεῖς κεφαλὰς ἔχον καὶ πυρὶ λαμπόμενον κύκλῳ, πλὴν τῶν κεφαλῶν· ἔπειθ’ οἱ θερα‐ πευταὶ προσειστήκειμεν, ὥσπερ ὅταν ὁ παιὰν ᾄδηται·
20σχεδὸν δὲ ἐν πρώτοις ἐγώ. κἀν τούτῳ νεύει ἔξοδον ὁ θεὸς, ἔχων ἤδη τὸ ἑαυτοῦ σχῆμα ἐν ᾧπερ ἕστηκεν. οἵ τε δὴ οὖν ἄλλοι πάντες ἐξῄεσαν κἀγὼ μετεστρεφόμην ὡς ἐξιὼν, καὶ ὁ θεός μοι τῇ χειρὶ προδείκνυσι μένειν. κἀγὼ περιχα‐
ρὴς τῇ τιμῇ γενόμενος καὶ ὅσον τῶν ἄλλων προὐκρίθην517
25ἐξεβόησα, εἷς, λέγων δὴ τὸν θεόν. καὶ ὃς ἔφη, σὺ εἶ. τοῦτο τὸ ῥῆμα ἐμοὶ, δέσποτ’ Ἀσκληπιὲ, παντὸς ἀνθρω‐ πίνου βίου κρεῖττον, τούτου πᾶσα ἐλάττων νόσος, τούτου πᾶσα ἐλάττων χάρις, τοῦτ’ ἐμὲ καὶ δύνασθαι καὶ βούλεσθαι ζῆν ἐποίησε. καὶ ταῦτα μὲν ἡμῖν εἰρηκόσι μηδὲν ἔλαττον
30εἴη τῆς πρόσθεν τιμῆς παρὰ τοῦ θεοῦ. Λόγον δέ ποτε ἤκουσα τοιόνδε φέροντα εἰς λόγους καὶ ὁμιλίαν θείαν. ἔφη χρῆναι κινηθῆναι τὸν νοῦν ἀπὸ τοῦ καθεστηκότος, κινηθέντα δὲ συγγενέσθαι θεῷ, συγ‐ γενόμενον δὲ ὑπερέχειν ἤδη τῆς ἀνθρωπίνης ἕξεως· καὶ
35οὐδέτερόν γε εἶναι θαυμαστὸν, οὔτε ὑπερέχειν θεῷ συγγε‐ νόμενον οὔθ’ ὑπερσχόντα συνεῖναι θεῷ. καὶ μὴν τοὔνομά

334

γε ὁ Θεόδωρος οὕτως ἐπωνομάσθη μοι. προσρηθῆναι μὲν ἔδοξα ὡς ἐν Σμύρνῃ ὑπό τινος καὶ μάλα συγχαίροντος, Θεόδωρε χαῖρε· καὶ Ἀσιάρχης, οἶμαι, προσῆν· δέξασθαι δὲ οὕτω τὴν πρόσρησιν, ὡς ἄρα πᾶν τοὐμὸν εἴη τοῦ θεοῦ
5δωρεά. μετὰ δὲ ταῦτα ἕτερον τοιόνδε ἐπιγίγνεται. ἦν Ἐπάγαθος τῶν τροφέων τῶν ἐμῶν, ὃς πρῶτος ἔθρεψέ με, καὶ μάλα ἀνὴρ ἀγαθὸς καὶ σαφέστατα ὁμιλῶν θεοῖς καὶ χρησμοὺς ἀπομνημονεύων ὅλους ἐξ ἐνυπνίων· οἱ δ’ ἀπέβαι‐ νον σχεδὸν ὡς εἰπεῖν αὐθημερόν. ἐγένετο μὲν τοιοῦτός τις
10ὁ Ἐπάγαθος, τὸ δὲ ὄναρ οὕτως εἶχεν· ἐδόκει μοι οὗτος ἤτοι ἐμοῦ πυθομένου ἢ καὶ αὐτὸς ἀφ’ ἑαυτοῦ κινηθεὶς εἰπεῖν πρὸς ἐμὲ ὅτι αὐτῷ γένοιτο ἐνύπνιον τοιόνδε, περὶ δὲ Θεοδώρου μελήσει τῇ μητρὶ τῶν θεῶν. κἀγὼ γνωρίσας, ἔοικε φάναι, καὶ τῇ μητρὶ τῶν θεῶν κατὰ ταὐτὰ δοκεῖν
15περὶ ἐμοῦ καθάπερ τῷ Ἀσκληπιῷ· ὁ γὰρ Θεόδωρος ἐκεῖ‐ θέν μοι τὴν ἀρχὴν ἐγένετο. ἐπέδειξε δέ μοι καὶ περὶ τῆς φύσεως τῆς αὑτοῦ τὰ μὲν ὄψει, τὰ δὲ καὶ λόγῳ. ἔσχε
δὲ οὑτωσί. ἀνεῖχε μὲν ἑωσφόρος, ἡνίκ’ ἦν τὸ ἐνύπνιον. ἐδόκουν δὲ βαδίζειν ὁδόν τινα δι’ ἐμαυτοῦ χωρίου προσορῶν518
20τῷ ἀστέρι ἄρτι ἥκοντι, καὶ γὰρ εἶναι πορείαν πρὸς ἀνα‐ τολάς. παρεῖναι δὲ Πυραλλιανὸν τὸν ἐκ τοῦ ἱεροῦ, ἄνδρα ἡμῖν τε ἑταῖρον καὶ περὶ τοὺς Πλάτωνος λόγους εὖ γε‐ γυμνασμένον, οἷα δ’ ἐν ὁδῷ καὶ ἡσυχίας οὔσης προσπαί‐ ζων αὐτὸν καὶ ἅμα ἐρεσχελῶν εἰπεῖν, ἔχεις μοι πρὸς θεῶν
25εἰπεῖν—πάντως δ’ ἐσμὲν μόνοι—τί ταῦτα ὑμεῖς οἱ περὶ τὸν Πλάτωνα ἀλαζονεύεσθε καὶ ἐκπλήττετε τοὺς ἀν‐ θρώπους. ἔφερε δέ μοι τοῦτο εἰς τοὺς περὶ φύσεως αὐτοῦ καὶ τῶν ὄντων λόγους. καὶ ὃς ἀκολουθεῖν με ἐκέλευε προσ‐ έχοντα τὸν νοῦν. ἐκ τούτου δὲ ὁ μὲν ἡγεῖτο, ἐγὼ δ’ εἱπό‐
30μην. καὶ προσελθὼν μικρὸν ἀνασχὼν τὴν χεῖρα δείκνυσί μοι τόπον τινὰ τοῦ οὐρανοῦ· καὶ ἅμα δεικνὺς ἔφη, οὗτος δή σοί ἐστιν ὃν καλεῖ Πλάτων τοῦ παντὸς ψυχήν. ἀναβλέπω τε δὴ καὶ ὁρῶ Ἀσκληπιὸν τὸν ἐν Περγάμῳ ἐνιδρυμένον ἐν τῷ οὐρανῷ, καὶ ἅμα τε ἀφυπνιζόμην ἐπὶ τούτοις καὶ τὴν ὥραν
35αἰσθάνομαι ταύτην ἐκείνην οὖσαν ἐν ᾗ ἐδόκουν ταῦτα ὁρᾶν. ἔτι τοίνυν ἑτέρων τοιῶνδε μέμνημαι. τοῦτο μὲν αὐτὸν Πλά‐

335

τωνα ὁρᾶν ἐδόκουν ἑστῶτα ἐν τῷ δωματίῳ τῷ ἐμῷ ἀπαντικρὺ τῆς τε κλίνης κἀμοῦ· ὁ δ’ ἔτυχε μεταχειριζό‐ μενος τὴν ἐπιστολὴν τὴν πρὸς Διονύσιον, καὶ μάλα μεστὸς ὢν θυμοῦ προσβλέψας δέ μοι, ποῖός τις, ἔφη, σοὶ φαί‐
5νομαι εἰς ἐπιστολάς; μὴ φαυλότερος τοῦ Κέλερος; τὸν γραμματέα δὴ λέγων τὸν βασιλικόν. κἀγὼ, εὐφήμει, ἔφην, τὸ καὶ μεμνῆσθαί σε τοιοῦτον ὄντα ὅστις εἶ. καὶ οὐ πολὺ ὕστερον ὁ μὲν ἠφάνιστο, ἐγὼ δὲ συννοίᾳ εἰχόμην. παρὼν δέ τις εἶπεν, οὗτος μέντοι ὁ διαλεγόμενός σοι ὡς Πλάτων
10ἀρτίως ὁ σὸς Ἑρμῆς ἐστι· λέγων δὴ τὸν εἰληχότα τὴν γένεσιν τὴν ἐμήν. Πλάτωνι δ’, ἔφη, εἴκαστο. Τοῦτο μὲν δὴ ἐν Σμύρνῃ γίγνεταί μοι τὸ ὄναρ, ἕτερον δὲ ἐν Περγάμῳ σχεδὸν πρότερον τούτου. ᾐτιᾶτο τῶν ὀνειράτων τούτων καὶ τῆς ἐναργοῦς τῶν θεῶν ἐπιμε‐
15λείας τὸν τοῦ Διὸς ἀστέρα, ὅστις δὴ καὶ ὁ αἰτιώμενος ἦν· σχίζειν γὰρ αὐτὸν μέσου τοῦ οὐρανοῦ μέσην τὴν μοῖραν, ἡνίκα ἐγιγνόμην, καὶ λέγουσι μέντοι οἱ ἀστρονόμοι λέοντα μὲν εἶναι τηνικαῦτα ἐπὶ μέσου τοῦ οὐρανοῦ, τὸν δὲ τοῦ Διὸς ἀστέρα ὑπὸ τῷ λέοντι, ἐκ τετραγώνου πλευρᾶς Ἑρμῇ519
20δεξιὸν, ἀμφοτέρους ἑώους. σχεδὸν δὲ καὶ τῶν ἄλλων πα‐ λαιῶν τοὺς ἐνδοξοτάτους ἐπὶ λόγοις ὑπῆρξέ μοι θεάσασθαι, ὁμοίως λογοποιούς τε καὶ ποιητάς· τὸ δὲ τοῦ Λυσίου καὶ διηγήσεως ἄξιον. ἔκαμνον γὰρ τριταίῳ οἵῳ βαρυτάτῳ καὶ ὁρῶ Λυσίαν τὸν ῥήτορα, νεανίσκον οὐκ ἄχαριν. ἐπῄει δὲ
25ἡ τῆς καταβολῆς ἡμέρα καὶ ὁ πυρετὸς οὐκ ἐπεγένετο, ἀλλ’ ἐλύθη τὸ νόσημα ἐν τούτῳ. καὶ δὴ καὶ Σοφοκλέα ποτὲ ἔδοξα τὸν ποιητὴν παρελθεῖν εἰς τὴν οἰκίαν τὴν ἐμαυτοῦ, παρελθόντα δὲ στῆναι πρόσθεν τοῦ οἰκήματος οὗ διατρίβων τυγχάνω, ἑστῶτος δὲ αὐτοῦ καὶ σιωπῶντος
30αὐτὰ ἐφ’ αὑτῶν τὰ χείλη βομβεῖν οἷον ἥδιστον· ἦν δὲ καὶ ἡ πᾶσα πρόσοψις γεραροῦ τε καὶ εὐσχήμονος. ἰδὼν οὖν αὐτὸν ἥσθην τε καὶ ἀναστὰς ἠσπαζόμην καὶ ἠρώτων, ποῦ δέ σοι, ἔφην, ἁδελφός; καὶ ὃς, ἔστι γάρ τις, ἔφη, ἀδελφὸς ἐμοί; Αἰσχύλος γε οὗτος, ἔφην ἐγώ. καὶ ἅμα
35συμπαρῄειν ἔξω, καὶ ὡς ἐν τῷ προθύρῳ ἐφάνημεν, σο‐ φιστὴς τῶν ἐφ’ ἡμῶν καὶ μάλα τῶν ἐπιφανῶν μικρὸν ἀπωτέρω τῶν θυρῶν ἐξ ἀριστερᾶς ἀνατραπεὶς ἔκειτο.

336

ἄλλους δὲ ἐν ἄλλῳ σχήματι καὶ τύπῳ μάλα σεμνῶς τε καὶ οἰκείως ἐφ’ ὧν ἑκάστους συνέβη χρόνων εἴδομεν. ὑπῆρξε δὲ καὶ τόδε εἰς εὐθυμίαν. ἐπιδεικνυμένου γάρ μου λόγους τινὰς ὡς τὸ ὄναρ καὶ σφόδρα εὐδοκιμοῦντος, εἰπόντος
5τινὸς τῶν ἀκροωμένων κατὰ εὐφημίαν ὅτι ὡς ὁ δεῖνα, ὃν δὴ μάλιστα ἐθαύμαζε τῶν παλαιῶν, παρόντα ἐδόκουν τὸν διδάσκαλον εἰπεῖν ὑποδυσχεράναντα, οὐ προσθήσεις τὸν καὶ τόν; καὶ ἄλλους ἔμελλεν ἐρεῖν ἑξῆς, ὡς ἕνα γε
οὐδένα ἀντεξετάσαι δέον. καὶ ταῦτ’ ἐγνώκειν εἰπὼν κατα‐520
10λῦσαι τὸν περὶ τούτων λόγον, καὶ ὑπῆλθέ με θαυμαστὸν ἕτερον χάριτος, εἰ δή τι καὶ ἄλλο, οὐκ ὀλίγης ἄξιον τῷ θεῷ. ἀφικομένου γὰρ Κοδράτου τοῦ ῥήτορος ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν ᾠήθην καιρὸν ἔχειν μοι τὴν πρὸς αὐτὸν πρόσρησιν, ἄλλως τε καὶ πραγμάτων ὄντων μοι τινῶν ἐκ
15τῶν ἄνωθεν χρόνων, περὶ ὧν αὐτίκα εἰρήσεται. καὶ γράφω δὴ πρὸς αὐτὸν, ὅστις τε εἴην δηλῶν καὶ πᾶσαν τὴν ἐμαυ‐ τοῦ διατριβήν. ᾗ δὲ ἡμέρᾳ δέξεσθαι τὰ γράμματα ἔμελλε —τουτὶ γὰρ ὕστερον ἔγνωμεν ἐκ τῶν ἀπαγγελθέντων, ἦν δὲ καὶ εὐθὺς ἐκ λογισμοῦ τῶν ἡμερῶν τεκμαίρεσθαι—
20ταύτῃ μοι ἐδόκει ὁ ἱερεὺς ὁ τοῦ Ἀσκληπιοῦ οὗτος ὁ ἔτι νῦν ὢν καὶ ὁ τούτου πάππος, ἐφ’ οὗ τὰ πολλὰ καὶ μεγάλα ὡς ἐπυνθανόμεθα ἐχειρούργησεν ὁ θεὸς καὶ ἔστι δὴ ἐνδοξότατος τῶν μέχρι τούτου, οὗτοί μοι ἐδόκουν παρελθεῖν εἰς τὴν τοῦ Κοδράτου καταγωγὴν καὶ συνεῖναι
25μάλα ἐγγύθεν, ὁ μὲν οὑτωσὶ παρακαθήμενος, ὁ δὲ ἐπ’ αὐτῆς καθεζόμενος ἄνω τῆς κλίνης ὁ πρεσβύτερος. συνί‐ στασαν οὖν με τῷ Κοδράτῳ πάνυ σπουδῇ, ἄλλους τε λόγους φιλανθρώπους λέγοντες καὶ ὡς ἐπὶ τοῖς λόγοις ὁ πρεσβύτερος γίγνεται τοῖς ἐμοῖς δὴ καὶ οὓς ἔδει καὶ αὐτοὺς
30πρὸς τὸν Κοδρᾶτον ἐπαινεθῆναι. περὶ δὲ λόγων ἔφη ἐν‐ σημηνάμενός τέ πως τῇ φωνῇ καὶ διαλιπὼν ἐξεπίτηδες ὡς μάλιστα ἔμελλεν ἐκεῖνον προσάξειν τῷ μέλλοντι λεχθήσε‐ σθαι· ἔτι δ’ αὐτοῦ μέλλοντος ἐρεῖν τὴν ὑπερβολὴν, ὑπο‐ λαβὼν ὁ Κοδρᾶτος, ἀλλ’ ἦ τὸ τῆς παροιμίας, ἔφη, ἐρεῖς,

337

ἢ τοιαύτην χρὴ γαμεῖν ἢ μὴ γαμεῖν; Τοιαῦτ’ ἄττα ἑκατέρωθεν ἐλέγετο. μετὰ δὲ ταῦτα ἐδόκουν τοὺς μὲν πορεύεσθαι, αὐτὸς δὲ συνεξιέναι μετ’ αὐτῶν, καὶ ἐπειδὴ γιγνόμεθα πρὸς τῇ πυλίδι, οὗ ἡ ἐκ‐
5τροπὴ πρὸς τὸ ἱερόν ἐστι, τοὺς μὲν βαδίζειν εὐθὺ τοῦ ἱεροῦ, αὐτὸς δὲ ἀπαλλαττόμενος δεξιοῦσθαί τε αὐτοὺς
καὶ χάριν ἔχειν, ὅτι πανταχοῦ κοσμοῖεν καὶ μέλοι πάντως αὐτοῖς τῶν ἐμῶν. ὃν μὲν οὖν τρόπον εὐθὺς εὐδοκίμησε τὰ γράμματα ἀναγιγνωσκόμενά τε εἰς πάντας ὑπ’ αὐτοῦ521
10τοῦ ἡγεμόνος καὶ περιμάχητα πᾶσιν ὄντα λαβεῖν, καὶ ἃ πρὸς ταῦτα ἀντεπέστειλε καὶ οἷα τελευτῶν, ἐπειδὴ τῆς ἀρχῆς ἐξῄει, τῇ μὲν ἴσως ἀλαζονίαν ἔχειν ἂν δόξειε διη‐ γουμένῳ διὰ τὰς ὑπερβολὰς τῶν ἐν αὐτοῖς ἐνόντων, τῇ δ’ ὥσπερ μικρότης τις ἂν εἴη διατρίβειν ἐπὶ τούτοις, μετὰ
15τὰς παρὰ τῶν θεῶν τιμάς. ἀλλ’ ἅ γ’ εἰς τὸν παρόντα ἔφερε λόγον, τοιαῦτα μάλιστα ἐγένετο. καὶ ταῦτα μὲν τῶν ἄνω χρόνων ἐστὶν, ἐπεὶ δ’ ἐνταῦθα ἐγεγόνειν τοῦ λόγου καὶ πρὸς τὰς ἄλλας ἔμελλον εὐεργεσίας τοῦ θεοῦ τρέψεσθαι καὶ γράψειν ἐφεξῆς τὰς ἐπὶ τῶν ἄλλων ἡγε‐
20μόνων καὶ πραγμάτων γενομένας, ὄναρ μοι γίγνεται μεταξὺ τῆς γραφῆς, εἰς ταῦτα φέρον πως πάλιν. εἶχε δὲ οὑτωσί. ἔδοξα λέγειν ἔν τισιν ἐνδεικνύμενος αὐτοῖς μεταξὺ τῶν λόγων ὧν ἠγωνιζόμην καλέσαι τὸν θεὸν ὡδὶ λέγων, δέσποτα Ἀσκληπιὲ, εἰ μὲν ὑπερέχω τε λόγοις καὶ πολὺ
25ὑπερέχω, ἐμοὶ μὲν ὑγίειαν, τοῖς βασκάνοις δ’ εἶναι ῥήγ‐ νυσθαι. καὶ ταῦτά τε ὡς ὄναρ τυγχάνειν ἑορακὼς καὶ γενομένης ἡμέρας βιβλίον τι λαβὼν ἀναγιγνώσκειν· εὑρεῖν οὖν ἐνόντα ἅπερ ἐφθεγξάμην. θαυμάσας δὲ πρὸς Ζώσιμον εἰπεῖν, θέασαι ἃ λέγειν ἐδόκουν ὄναρ εὑρίσκω γεγραμμένα
30ἐν τῷ βιβλίῳ. οὕτω δὴ καὶ ταῦτα καινὰ παλαιοῖς προσε‐ τέθη· εἰ δὲ τῆς γνώμης τοῦ θεοῦ τετυχήκαμεν αὐτὸς ἂν εἰδείη καλῶς. τὰ μὲν περὶ τοὺς λόγους καὶ ὡς κατέστησεν ἡμᾶς ἐξ ἀρχῆς εἰς αὐτοὺς καὶ ψῆφον ὁποίαν τινὰ ἤνεγκε περὶ αὐτῶν καὶ ὅσα εἰς τοῦτο φέροντα ἐχρημάτιζε, καὶ
35τοὔνομα ὡς πρὸς τῷ ἀρχαίῳ τὸν Θεόδωρον προσέθετο, καὶ περὶ τῆς αὑτοῦ φύσεως ὁποῖ’ ἄττα ἔδειξε, καὶ ὅσα

338

τοῦ τύπου τούτου, πάντα μὲν οὐδ’ ἐγγὺς εἴρηται, ὅσα δὲ ἦν ἔναυλα καὶ ἀφ’ ὧν ἔξεστι περὶ τῶν ἄλλων τεκμαί‐
ρεσθαι. Ἐπάνειμι δ’ οὗ μικρῷ πρόσθεν ἔφην στήσας κατα‐522
5λείψειν τὸν λόγον, ὡς καὶ τὰ ἄλλα σημαίνων καὶ πράττων καὶ προσεστὼς πανταχῆ φανερὸς ἦν. ὁ Σεβῆρος ὁ τῆς Ἀσίας ἡγεμὼν ἦρξεν, οἶμαι, ἐνιαυτῷ πρότερον τοῦ ἡμε‐ τέρου ἑταίρου. ἦν δὲ ἀνὴρ ὑψηλὸς τοὺς τρόπους, καὶ ὅ τι γνοίη καὶ προέλοιτο οὐκ ἂν ὑφεῖτο οὐδενί. διατρίβοντος
10δέ μου περὶ τὸν Αἴσηπον τότε καὶ αὖ περὶ τὸ ἱερὸν τοῦ Διὸς ἐποίησε τοιόνδε. ἐπέμπετο τοῖς ἡγεμόσι κατ’ ἐκείνους τοὺς χρόνους ἀφ’ ἑκάστης πόλεως ἑκάστου ἔτους ὀνόματα δέκα ἀνδρῶν τῶν πρώτων. ταῦτα ἔδει σκεψάμενον τὸν ἡγεμόνα ἕνα ὃν προκρίνειεν ἐξ ἁπάντων καθιστάναι φύ‐
15λακα τῆς εἰρήνης. ἐκ δὴ πολίσματος τῆς Μυσίας, οὗ τοὔνομα οὐδὲν δέομαι λέγειν, ἀφικνεῖται παρ’ αὐτὸν τὰ προχειρισθέντα ὀνόματα. ὁ δ’ οὐδέν πω τῶν ἐμῶν σαφῶς εἰδὼς ἀλλ’ ἢ τοσοῦτον ἀκηκοὼς, ὅτι κτήματα εἴη μοι περὶ τὸν τόπον τοῦτον καὶ τὴν ἄλλην μοι δοκεῖν τάξιν ὅτι οὐ
20τῶν ἀφανῶν, παριδὼν καὶ ἀτιμάσας ἅπαντα τὰ πεμφθέντα ὀνόματα προὔκρινεν ἄρχειν ἐμὲ, οὐκ ἐνθυμηθεὶς οὔθ’ ὅτι τῆς Σμύρνης προσήκει πολλοῖς πρότερον χρόνοις, πρὶν ἐκείνοις γενέσθαι πόλεως ἐλπίδας, οὔθ’ ὅτι πᾶν ἀλλοῖον τὸ ἡμέτερον. καὶ πέμπει δὴ τοῖς ἄρχουσιν ἐπιστολὴν, οὐκ
25αὐτοῖς ἐπιστείλας, ἀλλ’ ἐμοί. οἱ δ’ ἐλθόντες ἀπεδίδοσαν. τὰ δὲ γράμματα ἐκέλευε προστῆναι τῆς εἰρήνης. ἦν οὖν ἀπορία πολλή. οὔτε γὰρ ἔκκλητον ἦν ποιῆσαι τὴν δίκην, οὐδενὸς ὄντος ἀντιδίκου ἐν μέσῳ, ἀλλ’ αὐτὸς ἦν ὅ τε δοὺς τοὔνομα καὶ ὁ ἐπικυρῶν, οὔθ’ εὑρεῖν ὅτῳ τις μά‐
30χοιτο ἢ πρὸς ὅντινα καὶ ὅπως τὸ πρᾶγμα καταστήσαιτο, ἀλλ’ ἢ τοσοῦτον συνέδοξε κοινῇ βουλευομένοις ἡμῖν τε καὶ τοῖς ἄρχουσι, ποιήσασθαι τὴν ἔκκλητον, ὡς δὴ πρὸς αὐτοὺς τοὺς ἄρχοντας τοὺς ἀποδιδόντας τὰ γράμματα.
ἑσπέρα τε ἐπέρχεται καὶ ἠρώτων τὸν θεὸν τί τε εἴη523
35ταῦτα καὶ τί χρὴ ποιεῖν. καί μοι γίγνεται τὸ ἔπος τὸ ἐκ Δελφῶν

339

Ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις. ποῖ οὖν τοῦτο ἐτελεύτησεν; ἡμέραις οὐ πολλαῖς ὕστερον ἐξ Ἰταλίας ἀφικνοῦνται ἐπιστολαί μοι παρὰ τῶν βασιλέων, τοῦ τε αὐτοκράτορος αὐτοῦ καὶ τοῦ παιδὸς, ἄλλας τε
5εὐφημίας ἔχουσαι καὶ τὴν ἀτέλειαν ἐπισφραγιζόμεναι τὴν ἐπὶ τοῖς λόγοις, εἰ τυγχάνοιμι χρώμενος αὐτοῖς. ἥκει δέ μοι καὶ παρὰ Ἡλιοδώρου τοῦ τῆς Αἰγύπτου ὑπάρχου γενομένου γράμματα ἅμα τοῖς βασιλικοῖς, ἐμοί τε αὐτῷ καὶ ἕτερα ὑπὲρ ἐμοῦ τῷ ἡγεμόνι, καὶ μάλ’ ἔντιμα καὶ
10λαμπρὰ, γραφέντα μὲν πολλῷ πρότερον τῆς χρείας ταύτης, ἀπαντήσαντα δὲ εἰς τὸν καιρὸν τότε. τὰς μὲν οὖν κόρας τὰς λευκὰς εἰς τὰς ἐπιστολὰς εὐθὺς ἔλαβον. θαρρήσας δὲ τῷ τε χρησμῷ καὶ τῷ παρὰ τῆς τύχης συμβάντι κινεῖ‐ σθαι μὲν οὐχ οἷός τ’ ἦν τοῦ θεοῦ κατέχοντος, πέμπω
15δὲ γράμματα πρὸς τὸν ἡγεμόνα, τό τε σύμπαν δηλῶν ὁποῖον εἴη τοὐμὸν πρᾶγμα καὶ ὅτι παντάπασιν ἐοίκασιν οἱ πρὸς αὐτὸν εἰπόντες τοὐμὸν ὄνομα οὐδὲν πλέον εἰπεῖν ἢ τοὔνομα· τούς τε ἀφιέντας ἐδήλουν οἵτινες εἶεν καὶ τὰ γράμματα τὰ νεωστὶ ἥκοντα· ἅμα δὲ καὶ αὐτὰ ἔπεμπον
20μετὰ τῶν ἐμῶν, τά τε τῆς συστάσεως καὶ τὰ τῆς ἀφέσεως. Ἔτι δὲ ὄντος μετεώρου τοῦ πράγματος ἐντολαὶ παντοῖαι παρὰ τῶν ἀγοραίων ἐφοίτων, ὅσοι φιλικῶς ἐδό‐ κουν ἔχειν πρός με καὶ ἅμα τὰς ἀνάγκας ὁρᾶν ὀρθῶς· τήν τε γὰρ δύναμιν τοῦ ἀνδρὸς ἔφραζον ὅση καὶ ὅτι τῶν
25βασιλικῶν εἴη δικαστῶν εἷς, καὶ μάλιστα δὴ τὸν τόνον τῆς γνώμης καὶ τὴν ῥώμην, καὶ ὡς οὐδ’ ἂν εἴ τι γένοιτο, μεταθεῖτο τῶν δεδογμένων οὐδέν· ἐδέοντό τε μὴ προσ‐ κρούειν διὰ κενῆς. γράφω δὴ καὶ πρὸς τούτους μακρότερα καὶ νεανικώτερα ἐξεπίτηδες, εὖ εἰδὼς εἰς τὰς Σεβήρου
30χεῖρας ἥξοντα τὰ γράμματα, καὶ γὰρ ἤκουον αὐτοὺς ἐπιει‐ κῶς συνήθως ἔχειν αὐτῷ. κεφάλαιον δ’ ἦν ὅπερ καὶ πρὸς
αὐτὸν ἐπέστειλα, ὅτι ἀδύνατα ἀξιοῖεν. μετὰ ταῦτα Σεβῆρος μὲν ἐκ τῶν ἄνωθεν χωρίων εἰς τὴν Ἔφεσον κατῄει δικῶν ἀγορὰν ἄξων, καὶ τὰ γράμματα ἀναγνοὺς ἐκέ‐524

340

λευεν ἀπαντᾶν ἐκεῖσε. ἐγὼ δ’ ἔπεμπον. ὡς δ’ ἧκεν ἡ κυρία καὶ τοὔνομα ἐκλήθη, παρῄεσαν οἱ σύνδικοι. καὶ πρὶν φθέγξασθαι μόνον αὐτοὺς, ὁ Σεβῆρος ἄνωθεν, Ἀριστείδην, ἔφη, γιγνώσκω, καὶ τῆς δόξης ἄγαμαι, καὶ
5σύμφημι πρωτεύειν περὶ λόγους, καὶ ταῦτά μοι καὶ παρὰ τῶν ἐν Ῥώμῃ φίλων ἐπέσταλται. αἰτοῦμαι δ’ αὐτὸν, ἔφη, συνάρξαι μοι. τὰ δὲ δίκαια τῆς ἀτελείας αὐτῷ καὶ βεβαιῶ καὶ μένει. ταῦτ’ εἶπε δημοσίᾳ, ταῦτ’ ἐνέγραψε τοῖς ὑπο‐ μνήμασι. γενομένης δὲ τῆς γνώσεως τοιαύτης οἱ πεμφθέν‐
10τες παρ’ ἐμοῦ τῆς δίκης ἕνεκα ἅμα μὲν τῶν τε συνδίκων συγχαιρόντων τῇ τιμῇ καὶ τῶν ἄλλων μέγα ποιουμένων ὅτι ἐν παρακλήσεως μέρει ταῦτ’ ἔφη ποιεῖν ὁ Σεβῆρος καὶ ὅτι τὴν ἀτέλειαν ἐκύρου πρὸς ἅπαντα τὸν λοιπὸν χρόνον καὶ ταῦτα ἀπόντι, καί τι καὶ αὑτοῖς εἰς τὸ πρόσω
15πεπεράνθαι νομίζοντες, καὶ οὐ παντάπασιν ἄπρακτοι δοκεῖν ἐπανήκειν, ἅμα δὲ οὐκ ἔχοντες ὅπως χρὴ ποιήσα‐ σθαι τὴν ἔφεσιν, ἀνθρώπου μὴ κρίσεως νόμῳ τὴν ἀρχὴν ἀνατιθέντος, ἀλλ’ ὡσπερεὶ χάριν αἰτοῦντος καὶ φιλίας ἀρχήν τινα ταύτην καθισταμένου, στέρξαντες τοῖς πα‐
20ροῦσιν, ἐπανελθόντες ὡς ἐμὲ, διηγοῦνται τὸ πᾶν· ἐν δὲ τούτῳ καὶ ἡ προθεσμία παρεληλύθει ἡ τῆς ἐφέσεως. ἔτι οὖν ἀπορώτερον ἢ πρότερον διεκείμεθα, οὐ γὰρ ἔμοιγε ἤρκει τετιμῆσθαι διὰ κενῆς. πάλιν δὴ προσεκείμην τῷ θεῷ, δεόμενός τε καὶ πυνθανόμενος τί τις ἂν χρήσαιτο
25τῷ πράγματι τούτῳ. καί μοι δίδωσιν ὄναρ θαυμαστὸν οἷον, οὗ τὰ μὲν καθ’ ἕκαστα οὐκ ἂν οἷός τ’ εἴην εἰπεῖν, τὸ δ’ ὡσπερεὶ κεφάλαιον οὕτως εἶχεν. ἐδόκουν τῷ γραμ‐ ματεῖ τοῦ ἡγεμόνος διαλέγεσθαι περὶ τούτων, ἥκειν δ’ αὐτὸν ὡς ἐμέ. ὡς δ’ ἀκοῦσαι πάντων, ὑπισχνεῖσθαι λύσειν525
30καὶ μεταθήσειν τὰ γεγραμμένα, προέσθαι δὲ κελεύειν ὅσον δραχμὰς πεντακοσίας. γενομένου δὲ τοῦ ὀνείρατος τῇ μὲν ἡδίων γίγνομαι, ὅτι ἐπαγγελία τις ἐφαίνετο ἐνεῖναι καὶ οὐκ ἄντικρυς ἄρνησις ἦν, τῇ δ’ ὥσπερ εἰς ταυτὸν φέρειν ἐδόκει μοι. ποῦ γὰρ ἄν τις πεντακοσίων δραχμῶν πρίαιτο
35πρᾶγμα τοσοῦτον, καὶ ταῦτα παρ’ ἀνδρὸς οὕτω μὲν

341

ἀδωροδοκήτου, ὡς πρότερον τὰ ῥεῖθρα τῶν ποταμῶν ἄν τινα στῆσαι ἢ ’κεῖνον πρίασθαι, οὕτω δ’ αὖ δεινοῦ περὶ πράγματα καὶ πάντων ἥκιστα ἂν ἐξαπατηθέντος; ἔοικεν ἡ ὑπόσχεσις ἄρνησις εἶναι, ἐπεῖναι γὰρ τὸ ἀδύνατον.
5ταῦτα ἠπόρουν· κἀν τούτῳ ἐκάλει ὁ θεὸς πάλιν εἰς Πέρ‐ γαμον, καὶ ἐτύγχανε Ῥουφῖνος ἐπιδημῶν, ἔμελε δ’ αὐτῷ τοῦ τιμᾶν ἡμᾶς εἰς ὅσον οἷός τ’ ἦν. συντυχὼν δ’ αὐτῷ διηγοῦμαι τὰ πεπραγμένα καὶ βοηθεῖν ἠξίουν. πάντως δὲ καὶ αὐτὸν Σεβῆρον ὡμολογηκέναι κυρίαν εἶναί μοι τὴν
10ἀτέλειαν· τοῦτο δ’ οὐκ ἐξαρκεῖν γεγράφθαι· καὶ γὰρ ἄλλῳ παντὶ τῶν ἡγεμόνων ὑπάρξειν ἄλλο τι προστάττειν ἐμοὶ μετὰ τοῦ αὐτοῦ τούτου παραγράμματος, καὶ οὕτω λυθή‐ σεσθαι τὴν ἀτέλειαν διὰ προσθήκης τοῦ μένειν. δεῖσθαι δὲ οὐ τῆς τοῦ ῥήματος εὐπρεπείας, ἀλλὰ τοῦ πράγματος,
15τὸ γὰρ σῶμα οὕτως ἔχειν μοι. ἔδοξα δίκαια λέγειν τῷ Ῥουφίνῳ καί μοι δίδωσι πρὸς αὐτὸν ἐπιστολὴν τῇ αὑτοῦ φωνῇ γράψας ὡς δυνατὸν προθυμότατα, ἐν ᾗ τά τε ἄλλα ἐπεξῄει, τὰ μὲν ὡς συνιστὰς, τὰ δ’ ὡς συμβουλεύων, καὶ περὶ μὲν τοῦ μέλλοντος ᾐνίττετο ὁποῖόν τι ἔσοιτο, εἰ μή
20με ἑκὼν ἀφίοι. Ἵνα δ’ ἐκπεράνω, γιγνόμεθα ἐν τῇ Σμύρνῃ Διονυ‐ σίοις, καὶ παρῆν ὁ Σεβῆρος κατὰ τὴν ἑορτήν· ἦν οὖν τις τῶν καλουμένων πρεσβευτῶν τά τε ἄλλα θαυμαστὸς ὡς ἐπιτηδείως ἔχων αὐτῷ, καὶ σχεδὸν ὡσπερεὶ γραμματεὺς526
25αὐτοῦ· πάντων γὰρ ὅσα ἐν γράμμασι κύριος αὐτὸς ἦν. καὶ δὴ καὶ τότε τὴν ἐπιστολὴν τούτῳ δείκνυμεν, ἐντυχόν‐ τες πρώτῳ· καὶ γὰρ ἦν ἐπὶ τῆς διοικήσεως τῆς περὶ Σμύρναν. καὶ μὴν ὅσα γε ἀπὸ στόματος εἰπεῖν ἔδει, πάντα διῆλθον πρὸς αὐτὸν, ἵνα εἰδὼς ἀκριβῶς φράζοι
30πρὸς τὸν ἡγεμόνα. καὶ ὡς ἑώρων τούς τε λόγους δεχόμενον καὶ πρὸς τὰ δίκαια καμπτόμενον, ἐνθύμιον ποιοῦμαι τὴν τοῦ ἐνυπνίου φωνὴν, ὡς ὁ γραμματεὺς ὑπισχνεῖτό μοι συμπράξειν. καὶ τό τε ὄναρ αὐτὸ διηγοῦμαι πρὸς αὐτὸν καὶ ἠξίουν ὑπακοῦσαι τῷ θεῷ, φάσκων τοῦτον ἐκεῖνον
35εἶναι τὸν ὑπισχνούμενον, αὐτὸν δὴ λέγων. ἥσθη τοῖς λόγοις, προσῆγεν ἡμᾶς τῷ ἡγεμόνι, ἀπεδίδου τὰ γράμματα

342

κοινῇ μεθ’ ἡμῶν. καὶ ὃς ἔτι μὲν ἀναγιγνώσκων δῆλος ἦν παντοῖος γιγνόμενος, ἱστάμενός τε πολλαχοῦ τῶν γραμ‐ μάτων καὶ στρεφόμενος· πλεῖστα δὲ καὶ μέγιστα ἐπιστεί‐ λαντος αὐτῷ περὶ τῶν λόγων τῶν ἐμῶν Παρδάλου τοῦ
5ἡμετέρου μὲν ἑταίρου, ἐκείνῳ δ’ οἰκείου καὶ συνήθους ἐκ παίδων, ἐπειδὴ καὶ ταύτην ἔλαβε τὴν ἐπιστολὴν καὶ διῆλθεν ἀμφοτέρας, οὐδεὶς, ἔφη, ζητεῖ περὶ τῶν λόγων, ἀλλ’ ἕτερόν ἐστι πρῶτον Ἑλλήνων εἶναι καὶ ἄκρον ἐν λόγοις, οὕτω γὰρ ὠνόμασε, καὶ ἕτερον διατρίβειν ἐπὶ τούτῳ καὶ
10μαθητὰς ἔχειν. καὶ μικρὸν διαλιπὼν, πορεύθητι, ἔφη, πρὸς τὴν βουλὴν, πεῖσον τοὺς πολίτας· καὶ ἅμα προὔτρεπε καὶ παρῄνει προσίεσθαι τοὺς νέους· ὅτε δὴ κἀγὼ τοσοῦτον ἀπεκρινάμην, ὅτι οὐδὲν δεοίμην παρακλήσεως, ἀλλ’ ὁ θεὸς αὐτῶν τούτων ἕνεκα ἀποστείλειεν, ὡς ἀνάγκη πεί‐527
15θεσθαι. Ἀρχὴ μὲν δὴ καὶ κατάστασις αὕτη τοῦ πράγματος γίγνεται καὶ πάροδος πρώτη μετὰ τὴν ἐν τῇ Ἐφέσῳ γνῶ‐ σιν γενομένην. ἔτι δ’ ὄντος μετεώρου συμβαίνει δεύτερον τοιόνδε. πρὶν εἰσελθεῖν εἰς τὴν βουλὴν ἐμὲ καὶ γενέσθαι
20λόγον ὁντινοῦν περὶ τούτων, ἦσαν δ’ ἀρχαιρεσίαι κατ’ ἐκεῖνον τὸν χρόνον πρυτανεῖαι, προὐβάλετό με ἡ βουλὴ δυοῖν καὶ τριῶν ὑπειπόντων. καὶ περιειστήκει τὸ πρᾶγμα εἰς ἄτοπον. ἀντὶ γὰρ τοῦ πείθειν ἐκείνους περὶ ὧν ὁ ἡγε‐ μὼν ἀπέστειλεν, ἠναγκαζόμην αὖθις ἐφιέναι παρ’ ἐκείνων
25εἰς τὸ τοῦ ἡγεμόνος δικαστήριον, καὶ δύο γε ἀντὶ μιᾶς αἱ δίκαι γίγνονται, καὶ δικαστὴς πάλιν ὁ αὐτὸς ὅσπερ ἐξ ἀρχῆς. καὶ ἀπηντῶμεν εἰς Πέργαμον. μελλούσης δὲ καλεῖσθαι τῆς δίκης, ἵνα συντέμω, ᾔδει μὲν οὐδεὶς ἡμῶν· οὐ γὰρ προείρητο ἡμέρα· ὄναρ δ’ ἐπιστὰν περὶ τὴν ἕω
30τοσοῦτον ἔφραζε,
30 Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια.
31 εὐθὺς οὖν δῆλον ἦν ὅτι ἀγωνίζεσθαι δεήσοι, καὶ πα‐ ρεσκευαζόμην οὕτω. καὶ οὐ πολὺ ὕστερον ἧκεν ἀγγέλλων τις ὅτι καὶ δὴ καλεῖταί μου τὸ ὄνομα. ἐν ὅσῳ δὲ ἐκ τοῦ
35ἱεροῦ κατῄειν εἰς τὴν πόλιν, διατριβῆς ἐγγιγνομένης καὶ καλουμένου πάλιν αὖ τοῦ ὀνόματος ἔφασαν τὸν Σεβῆρον μάλα δεξιῶς εἰπεῖν ὅτι ἀφιξοίμην τε καὶ οὐδὲν δέοι κατε‐ πείγειν. καὶ μετὰ τοῦτο ὡς εἶδε προσιόντα, ῥαβδούχους

343

τε εὐθὺς ἐκπέμπει μοι ῥᾳστώνης ἕνεκα τῆς προσόδου·
τουτὶ γὰρ πρόσθεν ᾐτηκὼς ἔτυχον αὐτόν· καὶ ἐπειδὴ παρῆλθον, ἅπασαν αἰδῶ καὶ παρ’ αὐτοῦ καὶ παρὰ τῶν συνέδρων, ὡσαύτως δὲ ῥητόρων τῶν προσεστηκότων καὶ528
5τῶν ἄλλων ὁπόσοι παρῆσαν, καὶ σχῆμα ἐπιδείξεως μᾶλλον ἦν ἢ δίκης· ἥ τε γὰρ εὔνοια θαυμαστὴ καὶ τὸ πρὸς τοὺς λόγους ὡρμηκὸς ἐπεσήμαινον τότε καὶ χειρὶ καὶ φωνῇ, καὶ πάντ’ ἦν ὥσπερ ἐπὶ σχολῆς ἀκροωμένων. πέντε δὲ μέτρων ἐκπερανθέντων καὶ παρρησίᾳ μου χρησαμένου πλείονι καὶ
10παραδηλώσαντος ὁποῖός τις ἂν εἴην παρὰ τῷ βασιλεῖ, τούτους ποιούμενος τοὺς λόγους, τελευτῶν ὁ Σεβῆρος ἑνὸς τῶν ἀπὸ τῆς πόλεως συνδίκων μικρὰ καὶ μετ’ εὐφημίας ἀπαντήσαντος ἡμῖν, ἅμα καὶ τὴν βουλὴν τιμῶν κἀμοὶ ταυτὸν ἔσεσθαι νομίζων, καὶ ταύτην ἀρίστην εἶναι γνῶ‐
15σιν, πέμπει με αὖθις εἰς τὴν βουλὴν μετὰ γραμμάτων ἐντίμων. καὶ συνέβη δή μοι οὐ μόνον τὴν ἀτέλειαν βεβαιώσασθαι, ἀλλὰ καὶ μετὰ τιμῆς τοσαύτης καὶ σχή‐ ματος, ὥστε μηδενὶ τῶν ἄλλων δοκεῖν περὶ ταῦτα κοινω‐ νεῖν. τῆς δ’ ἑτέρας ἀρχῆς, ἐφ’ ἣν αὐτὸς ἦγέ με, οὐδ’
20ἐμνήσθη πρὸς ἐμὲ, οὐδ’ οὖν ἡμεῖς πρὸς ἐκεῖνον· ἀλλ’ ἐπέστειλεν ἐφ’ αὑτοῦ τοῖς ἄρχουσι, κελεύων ἕτερον ἀντ’ ἐμοῦ καταστῆσαι. Εἰς τοῦτο ἐτελεύτησεν ἡ πρόρρησις τοῦ θεοῦ. καί μοι λογιζομένῳ τὰ ἀνηλωμένα μισθόν τ’ ἀγοραίοις καὶ
25οἰκέταις ἐφόδια, εἴ τινάς ποι τούτων ἕνεκα ἀπέστειλα, αἱ πεντακόσιαι μάλιστά πως συνέβαινον δραχμαί. οἷον δ’ αὖ καὶ τὸ πρόσθεν τούτων ἐνιαυτῷ σχεδὸν γενόμενον ἐπὶ Πολλίωνος ἄρχοντος τῆς Ἀσίας. ἄρτι μὲν εἰς τὸ βουλευ‐ τήριον παρεληλύθειν ἐκ τῆς πολλῆς ἡσυχίας, ὥσπερ ἔφην,
30τοῦ θεοῦ προαγαγόντος κατὰ τοὺς λόγους· ἅπαντες δ’ ἦσαν ἐπ’ ἐλπίδων ὡς καὶ δὴ συνεσοίμην τοῖς νέοις· ἀπωλώλεσαν δὲ οἱ δείλαιοι σοφισταὶ τῷ δέει, οὐχ ἅπαν‐
τες, ἀλλ’ οἷς ἀνιᾶσθαι ἐπιμελὲς ἦν, ᾑρέθην ἐκλογεύς. ἧκε τὸ πρᾶγμα ἐπὶ τὸν πρεσβευτὴν, κυροῖ τὴν χειροτο‐529
35νίαν ἐν Φιλαδελφίᾳ δικαστηρίοις ἀπόντος ἐμοῦ. μετὰ ταῦτα ἀνεγιγνώσκετο ἐν τῇ βουλῇ ἡ γνῶσις ἡ τοῦ πρεσ‐ βευτοῦ. καὶ παρ’ ἡμῶν ἔφεσις μὲν εἰς Ῥώμην ἐδίδοτο,

344

ἐπιστολαὶ δ’ ἐπέμποντο παρά τε αὐτὸν Πολλίωνα καὶ τὸν πρεσβευτὴν οἷα εἰκὸς λέγουσαι. ὁ δὲ θεὸς τάδ’ ἐσή‐ μαινεν· ἐδόκουν τὸν Ἄλκιμον τὸν διοικητὴν, ὃν ἔπεμψα τούτων ἕνεκα, ἐπανήκειν, κομίζοντά μοι λόγον Δημοσθέ‐
5νους τὸν ὑπὲρ τοῦ στεφάνου, ἔχοντα οὐχ ὡς νῦν, ἀλλ’ ἑτέρως γε καὶ καθ’ ἑτέραν σύνθεσιν. καὶ πάλιν ἦσαν ὑποσχέσεις, ὡς Γλαβρίωνος τοῦ πάνυ συγκαταστήσαντος τὸ πᾶν. ὁ δ’ ἔτυχεν, οἶμαι, τότε ἐπιδημῶν. ἐγένοντο δέ μοι καὶ παρὰ τοῦ Σαράπιδος καὶ τῆς Ἴσιδος χρησμοὶ,
10ὡς πεπραξομένου τε τοῦ πράγματος καὶ ἐχθροῖς εἰς φι‐ λίαν ἥξεις ἔφασαν. καὶ τὰ μὲν χρησθέντα καὶ φανθέντα ὡς ἐν κεφαλαίοις τοιαῦτα ἦν· εἰς δὲ τὴν Φιλαδελφίαν ἀφίκοντο οἱ πεμφθέντες, καὶ ἦν μὲν ἀφέσιμος, ὡς ἔφα‐ σαν, ἡμέρα, ᾗ τὰ γράμματα ἀπεδίδοσαν. ἀναγνοὺς δὲ ὁ
15Πολλίων, καί τινος καιροῦ γενομένου περὶ ἡμῶν ὑπὸ τῶν ἐν τῇ προσρήσει παρόντων, γνοὺς τοῦ πρεσβευτοῦ τὴν ἀφέλειαν κελεύει πορευθέντα εὐθὺς καθίζεσθαι καὶ ἐπα‐ νορθώσασθαι τὴν γνῶσιν. ποιεῖ ταῦτα ὁ πρεσβευτὴς καὶ καθίζει ἑνὸς ἕνεκα τούτου καὶ δίδωσι γράμματα ἕτερα
20πρὸς τὴν βουλήν. κομισθέντων δ’ αὐτῶν ὁ ἄρχων, ὅσπερ προθυμότατα ἀνθειστήκει μοι καὶ τἀναντία τούτων ἀνεγνώ‐ κει πρότερον, θορυβούμενος ἤδη καὶ ἐν παντὶ ὢν ἔπεμ‐ ψεν ὡς τοὺς ἡγεμόνας πυνθανόμενος περὶ αὐτῶν. οἱ δ’ οὐδὲν ἀπεκρίναντο. ὁ δ’ ἐλθὼν ὡς ἐμὲ ἐδεῖτο συγγνώμην
25ἔχειν, καὶ παρῄειν εἰς τὴν βουλὴν, καὶ τῆς τε διακονίας
ἀφείθην καὶ τῆς ἀτελείας ἔτυχον· πρῶτον τότε καὶ μετὰ τοῦτο φίλτατος μὲν ὁ ἄρχων, φίλτατος δὲ ὁ πρεσβευτὴς αὐτός. Φέρε δὴ καθάπερ κλίμακος ἀεὶ τῷ ἀνωτέρω προϊόν‐530
30τες ἑτέρου τῶν ὑπὲρ ταῦτα μνημονεύσωμεν. ὁ σοφιστὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἦρχεν. ἱσταμένου δὲ τοῦ ἔτους καὶ γιγνομένης ἐκκλησίας τῆς πρώτης ἧκον ἐκ δή‐ μου καλοῦντές με, οἷα δὴ διὰ χρόνου τε ἀφιγμένον, καὶ ἅμα ἀπαγγέλλοντες ὅτι μέλλοιεν θύσειν ὑπὲρ ἐμοῦ δημο‐
35σίᾳ, ὅπερ οὖν καὶ πρότερον πολλάκις πεποιηκότες ἦσαν. ὡς δὲ παρῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ὁ δῆμος τὰ εἰω‐

345

θότα ἐπεθορύβησεν, ἔργου εἴχοντο οἱ παρεσκευασμένοι κροτοῦντές τε καὶ τὴν ἱερωσύνην τὴν κοινὴν τῆς Ἀσίας ἀνατιθέντες μοι καὶ τὸν δῆμον ἐσπάσαντο οὐ χαλεπῶς. καὶ ἅμα αἱ ἀρχαὶ περιίσταντό με ἄλλος ἄλλοθεν ἐπαινῶν
5καὶ βοῶν καὶ πρὸς τὸν δῆμον τῇ παρακλήσει φιλοτιμού‐ μενοι. ἐγεγόνει δέ μοι σημεῖα ἐξ ὀνειράτων λαμπρὰ καὶ ἐπιφανῆ, οἷς ἐθάρρουν καὶ πάνυ. λόγον δ’ αἰτήσας οὕτως ἔπεισα ὥστε ὁ δῆμος ταύτης μὲν ἀπέστη τῆς ἀξιώσεως, ἐψηφίζετο δέ μοι τὴν ἱερωσύνην τοῦ Ἀσκληπιοῦ μάλα
10φαιδρῶς ἅπας, ἔτι δ’ ἦν ἐν κατασκευῇ τότε ὁ νεὼς ὁ πρὸς τῷ ἔξω λιμένι. καὶ οἶδα εὐδοκιμήσας οἷς ἀπεκρινά‐ μην· ἔφην γὰρ ὡς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον οἷόν τ’ εἴη πράττειν μοι ἄνευ τοῦ θεοῦ, οὔτ’ οὖν αὐτὸ τὸ ἱερᾶσθαι νομίζειν ἐξεῖναι πρότερον, πρὶν ἂν αὐτοῦ πύ‐
15θωμαι τοῦ θεοῦ. οἱ δ’ ἐθαύμασάν τε καὶ συνεχώρουν. γενομένων δὲ τούτων εὐδοξία καὶ ζῆλος ἦν ἐπὶ ταῖς δημη‐ γορίαις, καὶ οὐδὲν δεῖν ᾤμην ἔτι πραγμάτων. ὁ δὲ θεὸς οὔ τί που εἴα πέρας τοῦτο ἔχειν, ὁ δ’ ἐγχειρίδιον ἔχει ὑπὸ μάλης. καὶ συμβαίνει μετὰ τοῦτο συνέδρους μὲν ἐξιέ‐
20ναι Σμυρναίων εἰς Φρυγίαν ἄνω καὶ μέλλειν φέρειν τοὐ‐ μὸν ὄνομα ἐν τῷ συνεδρίῳ τῷ κοινῷ, προαισθέσθαι δέ με καὶ πέμψαι τὸν τροφέα τὸν Ζώσιμον· καὶ γίγνομαι τρί‐
τος ἢ τέταρτος τῇ χειροτονίᾳ. μετὰ ταῦτα ἔφεσις, κλῆσις ἡγεμόνος, κλῆσις τοῦ σωτῆρος εἰς Πέργαμον· διέτριβον531
25δ’ ἐν τῷ χωρίῳ τῷ εἰωθότι τοῦτον ἤδη τὸν χρόνον αὐτοῦ γε πέμψαντος. δευτέρᾳ δ’ ἡμέρᾳ ᾗ ὡρμήθην ἀπαντᾷ μοι ὁ κομίζων τὴν ἐπιστολὴν τοῦ ἡγεμόνος. καὶ ἐπειδὴ ἀνέγνων τὰ γράμματα, ἀλλὰ προκέκλημαί τε, ἔφην, ὑπὸ τοῦ θεοῦ καὶ θέοντα ἐπεγείρεις. τί δεῖ διατρίβειν; ἀφείθην γὰρ
30πάντων πραγμάτων ἐν περιόδῳ τῶν ναῶν τῶν ἐν Ἀσκλη‐ πιοῦ. οὕτω πρὸς ἡμᾶς ἔσχεν ὁ ἡγεμών· οἶμαι δ’ οὐκ ἐκεῖ‐ νος μᾶλλόν τι ἢ ὁ τῷ ὄντι καὶ καθάπαξ ἡγεμών. ὅμοιον δὲ τούτῳ καὶ τὸ πρῶτον ἁπάντων τούτων γενόμενον. χω‐ ρίον ἐστὶ Λανεῖον οὐ πόρρω τοῦ ἱεροῦ τοῦ Διὸς, οὗ κἀν
35τοῖς ἄνω λόγοις ἐμεμνήμην τοῦ ἱεροῦ. τοῦτο τὸ χωρίον

346

πριαμένων ἐμοὶ τῶν ἐμῶν ἐπὶ τῆς διατριβῆς τῆς ἐν Αἰ‐ γύπτῳ ἐσφετερίζοντο Μυσῶν τινες, πολλὰ καὶ παντοῖα τὸ μὲν πρῶτον λέγοντες, ἔπειτα καὶ πράττοντες ἤδη. ὡς γὰρ ἀπέγνωσαν αὑτοὺς, ἵνα μὴ κατ’ ἐμαυτοῦ λέγω τὸ βλάσφη‐
5μον, ἀθροίσαντες ὡς ἠδύναντο πλείστους οἰκέτας ἅμα καὶ μισθωτοὺς, ἐπῆλθον μεθ’ ὅπλων ἁπάντων· ἔπειθ’ οἱ μὲν αὐτῶν ἄπωθεν ἠκόντιζον καὶ ἐσφενδόνων λίθοις καὶ βώ‐ λοις, οἱ δ’ εἰς χεῖρας ᾔεσαν, οἱ δ’ ἐνεβάτευον εἰς τὴν οἰκίαν καὶ τοῖς ἔνδον ἐχρῶντο ὡς οὖσιν ἑαυτῶν· πάντα
10δ’ ἦν ταραχῆς μεστὰ καὶ τραυμάτων. ἀγγελθέντων δὲ τούτων εἰς Πέργαμον εἶχον μὲν οὕτως τὸ σῶμα ὥστε ἀναπνεῖν μόλις· ἀγορὰ δ’ ἦν δικῶν· ὅ τι δὲ χρήσομαι ἠπόρουν. ὁ δὲ θεὸς τήν τε πρόσοδον ἐξεῦρε τὴν πρὸς τὸν ἡγεμόνα καὶ τὸν καιρὸν παρεσκεύασε. καὶ τὸ μὲν ἀκροτε‐
15λεύτιον τῶν ὀνειράτων Ἀδριανὸς ἦν ὁ αὐτοκράτωρ ἐν τῇ αὐλῇ τοῦ ἱεροῦ, περιέπων τέ με ἄρτι γνώριμον αὐτῷ γεγο‐ νότα καὶ ὑποτιθεὶς ἐλπίδας μεγάλας. τὸ δὲ συμβὰν εὐθὺς ἐπὶ τῇ ὄψει ταύτῃ τόδε. ἧκον εἰς τὸ ἱερὸν οὕτως ὅπως οἷός τ’ ἦν· καί μου διατρίβοντος ἔτι αὐτόθι ὁ ἡγεμὼν
20Ἰουλιανὸς ἐπέρχεται καὶ σὺν αὐτῷ Ῥουφῖνος. γνοὺς δὲ ἐγὼ τὸν καιρὸν τῷ τε Ῥουφίνῳ φράζω τὸ πρᾶγμα καὶ τῷ Ἰουλιανῷ ἀναστρέφοντι προσέρχομαι, κατ’ αὐτόν πως ὃν εἶδον ὄναρ τὸν τόπον καὶ ὅσα τε αὐτῷ μοι καιρὸς ἦν εἶπον, καὶ ὁ Ῥουφῖνος προθυμίας οὐδὲν ἀπέλειπεν. ὁ δ’532
25οὕτως ἔνθεος γίγνεται ὥστ’ εὐθὺς μὲν περιέβαλλεν, ὡς ἄν τις πάλαι φίλτατος, λαβόμενος δέ μου τῆς χειρὸς θαρ‐ ρεῖν τε ἐκέλευε καὶ περὶ τὸν θεὸν ἔχειν, ταῦτα δὲ αὑτῷ μελήσειν· καὶ τέλος εἶπεν, οὐ μὴ ἡμῶν καταφρονήσωσι. γίγνεται δὲ ἐπὶ τοῦ δικαστηρίου καὶ καλέσας τὴν δίκην
30καὶ λόγων οὐ πολλῶν ῥηθέντων ἠγανάκτησέ τε τοῖς γενο‐ μένοις καί τινα καὶ τῶν μετασχόντων τῆς ἐπιδρομῆς εἰς τὴν εἱρκτὴν ἐνέβαλε, καὶ τὸ χωρίον ἡμῖν ψηφίζεται, καὶ εἰσῄειμεν εἰς αὐτὸ ὑπὸ γραμμάτων· ὁπλῖται δὲ καὶ σφεν‐
δονῆται καὶ πάντα ἐκεῖνα ὑπεχώρει τῷ θεῷ.533