TLG 0284 021 :: Aelius ARISTIDES :: Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ Aelius ARISTIDES Rhet. Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008) Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ Citation: Jebb page — (line) | ||
Ἐμοὶ δὲ, ὦ ἄνδρες Ἕλληνες, συνέβη ταυτὸν ὅπερ τοῖς | ||
10 | ἐν ταῖς τραγῳδίαις μέχρι πολλοῦ σιωπῶσιν, ἔπειτα καιροῦ παρασχόντος φθεγξαμένοις ἢ πρὸς χορὸν, ἢ πρὸς ὁντινα‐ δήποτε. πάντα γὰρ τὸν ἄνω χρόνον κατασχὼν ἐμαυτὸν ἐξ οὗ ταῦθ’ ἃ σύνιστε ἐγένετο, καὶ οὔτε πρὸς παραμυ‐ θίαν τῶν πολιτῶν ὁρμήσας οὔτ’ ἄλλο πράξας οὐδὲν ἀλλ’ | |
---|---|---|
15 | ἢ τοῖς προστάταις ὅσα καιρὸς ἦν ἐπιστείλας καὶ τἀκεῖθεν ἀποσκοπῶν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ οἱ θεῶν γνώμῃ βασιλεῖς ἡμῖν αὐτοί τε κυβερνώμενοι καὶ τὰ τῶν ἀνθρώπων ἄγοντες πράγματα τὴν ἀλλοτρίαν τῆς πόλεως ἀπωσάμενοι τύχην τὴν χρηστὴν καὶ πάλαι προσήκουσαν | |
20 | ἀντεισήγαγον, οἶμαί τι κἂν αὐτὸς ἐν καιρῷ τυχεῖν εἰπών. εἰ μὲν οὖν ἐξῆν ἐμοὶ κινεῖσθαι ὅποι βούλομαι, παρὼν ἂν ὑμῖν διελεγόμην· κατέχοντος δὲ τοῦ σωτῆρος ἡ διὰ τῶν γραμμάτων ὁμιλία κατελείπετο. καὶ τοῦτ’ εἰ μέν ἐστιν εἰς παράδειγμα ἀνενεγκεῖν, οὐ χρὴ θαυμάσαι· εἰ δ’ ἄλλῳ μὲν | |
25 | οὐδενί πω μέχρι τούτου πέπρακται, προσήκει δὲ ἡμῖν, οὐκ | |
264 | ὀρθῶς ἔχει νεμεσῆσαι. ἡνίκα μὲν οὖν τὰ συμβάντα ἐπυ‐ | |
θόμην, —οὐ γὰρ παρών γε ἔτυχον, ἀλλ’ ἔφθην προεξελ‐ θὼν, ὅτου δὲ γνώμῃ λογίζεσθε—μονῳδίας τινὰς ᾖδον, ἕως ἔλαθον λόγους τινὰς σωθεὶς ὑπὸ τοῦ πάθους. οὐδὲ | 429 | |
5 | γὰρ ἦν ἄλλως ἀνταρκέσαι, μὴ τούτοις ἐφέντα ἑαυτόν. νῦν δ’ ὥρα μοι τὸν Στησίχορον μιμήσασθαι τῇ παλινῳδίᾳ, καὶ μὴ τότε ἀβούλητα ᾄδοντα τἀκ τῶν εὐχῶν νυνὶ σιωπῆσαι. τοσοῦτον δὲ τοῦ Στησιχόρου διοίσειν μοι δοκῶ, ὁ μὲν γὰρ ἀνθ’ ὧν κακῶς εἶπε τὴν Ἑλένην, ἀντὶ τούτων ὕμνησε | |
10 | τὰ δεύτερα, ἐγὼ δὲ ἃ τηνικαῦτα ἐκόσμουν ὀδυρόμενος, ταῦτα νῦν ἐπὶ τοῦ γεγηθέναι κοσμήσω, καθαρὰν ὀδυρ‐ μοῦ τὴν εὐφημίαν παρεχόμενος. ἡμῖν γὰρ, ὦ ἄνδρες Ἕλ‐ ληνες, πταῖσαι μὲν συνέβη κατὰ τὴν κοινὴν ἀνθρώπων τύχην, ἣν οὐχ οἷόν τε ἀμοίρους κακῶν εἰς τέλος διεξελ‐ | |
15 | θεῖν, ἀναφέρειν δὲ τῇ τῆς πόλεως τύχῃ, δι’ ἣν οὐδενὸς τῶν καλῶν ἄμοιρος πώποτε ἐγένετο. γνοίη δ’ ἄν τις καὶ τῷ χρόνῳ τεκμαιρόμενος. τὸ γὰρ ἡνίκ’ ἔμελλεν οὐ πεσοῦσα κείσεσθαι, οὐδ’ ἀνθρώπου τελευτῇ παραπλησίως πράξειν, ὥσπερ ἄλλαι τινὲς ἤδη πρότερον πόλεις, ἀλλ’ ἐπὶ κρειτ‐ | |
20 | τόνων κρηπίδων ἀναστήσεσθαι, τηνικαῦτα ὑπολισθεῖν, πῶς οὐκ εὐτυχίας μέρει προσθείη τις ἂν εὖ φρονῶν; Συζυγίαν δὲ, ὡς ἔοικεν, ὁ δαίμων ἐσκέψατο. τοῖς τε | |
γὰρ πάντα ἀρίστοις βασιλεῦσι καὶ πάσας πόλεις ὑφ’ ἑαυ‐ τοῖς ἔχουσι τὴν καλλίστην οἰκίσαι φιλοτιμίαν εἶχε, τῇ τε | 430 | |
25 | πόλει τὸ διὰ τούτων ἀνεγερθῆναι καὶ τοιούτους ἀρχηγέτας ἐπιγράψασθαι τὴν συμφορὰν εἰς εὐπραξίαν μετέβαλε. πρό‐ τερον μὲν γὰρ Θησέα καὶ Ἀλέξανδρον ᾔδομεν, τὸν μὲν τῶν ἐν Ἕλλησιν, οἶμαι, φιλανθρωπότατον, τὸν δὲ συμπάν‐ των βασιλέων μάλιστα δὴ θαυμασθέντα τῆς εἰς τοὺς πο‐ | |
30 | λέμους τόλμης ἕνεκα. νῦν δ’ ἔτι λαμπροτέρους καὶ μεί‐ ζονας οἰκιστὰς προσελάβομεν· οἷς πᾶσα μὲν γῆ καὶ θά‐ | |
265 | λαττα ὑπήκοος, ἐκ πατέρων τε καὶ ἐξ ὧν αὐτοὶ προσεκτή‐ σαντο· σοφίας δὲ καὶ δικαιοσύνης καὶ ἀληθείας καὶ χρη‐ στότητος οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον τῆς ἐν τοῖς ὅπλοις ἰσχύος περίεστι. τίς γὰρ οὕτως ἔξω στηλῶν Ἡρακλέους | |
5 | ἢ τίς ὑπὲρ τὸν Καύκασον, ὥστ’ ἀνήκοος τῆς τούτων φι‐ λανθρωπίας καὶ μεγαλοψυχίας εἶναι; οἳ καὶ τὸ τῆς Σμύρ‐ νης ὄνομα οὐ περιεῖδον ἐν μύθου τάξει γενόμενον, ἀλλ’ ἀπορροήν τινα τῆς αὑτῶν τύχης ἀφεῖσαν εἰς αὐτὴν, καὶ παρέσχον οὐ τὸ πτῶμα θρηνεῖν, ἀλλὰ συνοικία ἑορτά‐ | |
10 | ζειν. Ἀλεξάνδρου μὲν οὖν ὕπνος ᾄδεται, προοίμιον τῆς κατοικίσεως ἔχων· οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέ‐ σχοντο, ὥστ’ ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν. ὀργάνοις δὲ θειοτά‐ τοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παρα‐ | 431 |
15 | μυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορη‐ γίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβη‐ κότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν. καὶ οὐδὲ ταῦτ’ ἀπέχρησεν, ἀλλ’ ὥσπερ ἐν αὐτῇ τῇ πόλει | |
20 | πολιτευόμενοι χρημάτων τε πόρους ἀπεδείκνυσαν καὶ τοὺς φιλοτιμησομένους ὑπ’ ἐλπίδων ἐκήλουν καὶ εἰς χειρῶν βοήθειαν ἐκάλουν καὶ ἐπηγγέλλοντο βουλομένους, οὐκ ἐθέλοντας δὲ οὐκ ἐνοχλήσειν, κἂν αὐτίκα πρὸς τούτοις ἕτερόν τι βουλώμεθα, λέγειν ἐκέλευον, ὡς χαριούμενοι. ὥστ’ ἐμοὶ μὲν οὐδὲ σύμπαν‐ | |
25 | τα τὰ ἐξ ἀνθρώπων χρήματα ἀντάξια τῆς συνεχείας ταύ‐ της εἶναι δοκεῖ· πεποίηκε γὰρ, εἰ θέμις εἰπεῖν, συνενεγκεῖν τῇ πόλει τὸν σεισμόν. πρὶν μὲν γὰρ ἐν τούτῳ γενέσθαι τύχης οὔπω δῆλον ἦν εἰς ὅσον τιμᾶται οὐδὲ ὅπως δέοι πρὸς αὐτὴν ἔχειν τοὺς ἄλλους, νῦν δὲ τὸ τοῦ Θεμιστο‐ | 432 |
30 | κλέους ἔξεστιν εἰπεῖν, εἰ δὴ τοῦτό γε πιστευτέον κατ’ ἐκεί‐ νου, ὡς ἐπὶ ταῖς δωρεαῖς ταῖς παρὰ τοῦ Πέρσου γενομέ‐ ναις αὐτῷ φθέγξαιτό τι τοιοῦτον πρὸς τοὺς παῖδας, ὅτι | |
266 | νῦν ἄρα ἐσώθησαν, ἡνίκα ἀπωλώλεσαν. ἀλλ’ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν· ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτι‐ μίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέ‐ | |
5 | γονε τὰ κάλλιστα. ἆρ’ οὐ ταῦτα χρὴ φάναι τῆς ἐκείνων ἀηττήτου καὶ τῆς ἀγαθῆς τῆς πόλεως τύχης εἶναι, τοῖς μὲν ἐξ ὧν οἰκίζουσί τε καὶ πράττουσι, τῇ δ’ ἐξ ὧν οἰκί‐ ζεται μνήμην ἀθάνατον ποριζούσης; οἵ γε τοσαύτην ἔσχον ὑπερβολὴν, ὥστ’ οὐδὲ τοσοῦτον ἀρκεῖν ὑπέλαβον, αὐτε‐ | |
10 | πάγγελτοι πρὸς τὸν οἰκισμὸν ὁρμῆσαι, ἀλλ’ ἀντὶ τοῦ πρέσβεις παρ’ ἡμῶν ἀναμένειν, αὐτοὶ πρέσβεις περὶ ἡμῶν πρὸς τὴν οἴκοι βουλὴν κατέστησαν· ἃ μηδεὶς ἂν ἡμῶν ἐθάρρησεν αἰτῆσαι, ταῦτ’ ἀξιοῦντες ψηφίσασθαι. ἆρ’ οὐχ ἅπας μὲν θρῆνος τούτοις ἐξαλήλιπται καὶ μνήμη πᾶσα | |
15 | τῶν τε ἰδίων ἑκάστῳ καὶ τῶν κοινῶν δυσχερῶν, ἀντεισῆκται δὲ εὐφροσύνη μετ’ εὐφημίας καὶ τοῦ ζῆν ἐπιθυμία νῦν, εἴπερ ποτὲ, ἐπὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ χάριτες πρέ‐ πουσαι τοῖς θεοῖς, τοῖς βασιλεῦσι, τῷ δεξαμένῳ τὰ τῶν | |
κορυφαίων πολιτεύματα χορῷ ἀσμένῳ καὶ μνησθέντι τῆς | 433 | |
20 | Σμύρνης ἃ προσῆκεν; ἄξιον τοίνυν, ὦ ἄνδρες Ἕλληνες, καὶ τοῦ καθ’ ὑμᾶς τοὺς ὁμοφύλους ἤδη μέρους μνησθῆ‐ ναι, ὡς τούτοις τε ἀκολούθως διετέθητε καὶ τὴν εὔνοιαν ἣν εἴχετε ἐκ παντὸς χρόνου τῇ πόλει, σαφέστατα ἐπεδεί‐ ξασθε. μάθοι δ’ ἄν τις ἐπισκεψάμενος τὰ τῆς πρώτης | |
25 | καὶ πρεσβυτάτης τῶν Ἑλληνίδων πόλεως, λέγω δὲ τῆς Ἀθηναίων, πῶς ἔσχε παρὰ τὰς συμφοράς. καὶ οὐ καθαι‐ ρεῖν ἐκείνην ἀξιῶν λέγω ταῦτα, μήποτε σφόδρα οὕτω γε‐ νοίμην φιλόπολις, ἀλλ’ ἅμα τούς τε πολίτας παραμυθεῖ‐ σθαι βουλόμενος καὶ τοῖς παροῦσιν ἐνδείξασθαι ὅτι τῇ | |
30 | πόλει διὰ πάντων καιρῶν εὖ πράττειν ἐπιχώριον καὶ τῆς | |
267 | ἀγαπητῆς μοίρας ὡσπερεὶ κλῆρος ἐστίν. ἐκείνοις τοίνυν στερηθεῖσι μὲν τῶν νεῶν, στερηθεῖσι δὲ τῶν τειχῶν καὶ τῆς ἀρχῆς ὅλης καὶ προελθοῦσιν εἰς τοῦτο ὥστε τὸν δῆ‐ μον φυγάδα ἀναγκασθῆναι τῆς πατρίδος γενέσθαι· τὰ | |
5 | γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι· ἀλλ’ οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν· οὐδ’ ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο. οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δε‐ | |
10 | ξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρ’ ᾗ τὴν ἀγα‐ θὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι. Φέρε δὴ καὶ τὰ τῆς ἡμετέρας πόλεως ἐπισκεψώμεθα, μή πη τῶν ἐραστῶν αὐτῆς αἰσχυνθῆναί τῳ προσῆκεν· ἣ | 434 |
15 | μέχρι μὲν τούτων τῶν χρόνων οἷον πόλεως παράδειγμα κάλλους εἱστήκει, χειρουμένη μὲν εὐθὺς ἐξ ὄψεως τούς τε ἀπὸ γῆς καὶ τοὺς ἐκ θαλάττης καταίροντας, παρελθοῦσι δὲ εἴσω τὰ κάλλιστα ἀποφαίνουσα καὶ παρασκευάζουσα ὧν οὔτ’ ὀφθαλμῶν κόρον ἦν λαβεῖν οὔτε χρόνου διατρι‐ | |
20 | βῆς· ἃ νῦν ἀπέραντον ἂν εἴη καταλέγειν. ἐπεὶ δὲ καὶ τῆς ἑτέρας ἔδει μερίδος πεῖραν λαβεῖν, ἃ μὲν τοῖς ἄρχουσιν ἐπῆλθε σπουδάσαι, διήλθομεν ἀρτίως· ἀλλ’ ἐν ὑμῖν τοῖς ὁμοτίμοις τί τῶν ἁπάντων οὐκ ἐγένετο; οὐ κατὰ πόλεις τε ὀδυρμοὶ κἀν τοῖς κοινοῖς συνεδρίοις βοώντων τὰ μή‐ | |
25 | κιστα καὶ ποθούντων ἐν πατρίδος μοίρᾳ τὴν πόλιν, πα‐ νηγύρεις τε διαλύειν ἀξιούντων καὶ ῥητορευόντων εἰς αὐ‐ τὴν, ὡς ἕκαστος εἶχε δυνάμεως; ὥσπερ γὰρ κοινοῦ πτώ‐ ματος τῆς Ἀσίας γεγενημένου, οὕτω τὰς γνώμας εἴχετε. ἀλλὰ μὴν τά γε τῆς ἐπὶ τῶν ἔργων αὐτῶν ἐπικουρίας τίς | |
30 | πω μέχρι τοῦδε μέμνηται ἐν Ἕλλησι γενόμενα; ἀγοραὶ μὲν ἁπανταχόθεν τοῖς κατὰ χώραν μένουσιν, ἐκ γῆς καὶ θαλάττης εἰσαφικνούμεναι, ἅμιλλα δὲ καὶ σπουδὴ τῶν ἑκατέρωθεν μεγίστων πόλεων, καλούντων τε ὡς αὑτοὺς καὶ | |
268 | ὀχήματα καὶ πορείας ἐπιπεμπόντων, ἔτι δ’ οἰκήσεις καὶ συνεδρίων κοινωνίας καὶ πάσας ἀφορμὰς παρασκευαζόντων, | |
ὥσπερ γονεῦσιν ἢ παισὶν αὑτῶν, παραπλήσιά τε τῶν με‐ γέθει μὲν ἀπολειπομένων, προθυμίας δὲ καὶ τιμῆς οὐδὲν | 435 | |
5 | ἐλλειπόντων. τίς γὰρ οὐχ ἕρμαιον ἑαυτοῦ ἐποιήσατο; τίς γὰρ οὐχ εὑρίσκεσθαι μᾶλλον ἢ τίθεσθαι ταύτην χάριν ᾠήθη, δέξασθαι συνοίκους τοὺς τοσοῦτον πρωτεύσαντας; χρημάτων τοίνυν συντέλειαν καὶ πρὸς τὰ μέλλοντα ὑπο‐ σχέσεις ἀφ’ ἑκατέρας τῆς ἠπείρου καὶ πολλὰς ἄλλας φι‐ | |
10 | λανθρωπίας εἰς δύναμιν τὴν ἑκάστων γενομένας τίς ἂν ἐκπεράνειε διηγούμενος; καὶ οὐ τούτου γε ἕνεκα ἡ πόλις ἠξίωσε πάντα ἐφεξῆς δέχεσθαι, οὐδ’ ὡς οἱ διδόντες ἐβού‐ λοντο, ἀλλ’ ὡς αὐτῇ καλὸν ἦν λαβεῖν. καὶ τί δεῖ ταῦτ’ ἐν μέρει καταλέγειν; πάντα γὰρ τὰ ἔθνη τὰ πληροῦνθ’ ἡμῖν | |
15 | τὴν Ἀσίαν φιλοτιμίαν κοινὴν φιλοτιμεῖται πρὸς τὴν πόλιν, τὰ κράτιστα τῶν ἀρχαίων ἀνιστάντα. ἐπὶ μόνης δὲ ταύ‐ της τῆς πόλεως τὸ παλαιὸν ῥῆμα ἐξηλέγχθη ψευδῶς ἔχον, τὸ κακῶς πραξάντων λήθην εἶναι παρὰ τοῖς φίλοις· τοσοῦτον αὐτῇ καὶ παρὰ τὴν συμφορὰν ἐπιφανείας καὶ | |
20 | χαρίτων καὶ δόξης ἐφυλάχθη παρὰ τοῦ δαίμονος. νῦν δ’ ὅσα μὲν θρηνώδους ἁρμονίας καὶ σχημάτων ἀχαρίτων καὶ παρὰ τῆς λύπης ἔχοντα τὴν εὐφημίαν ἐκποδὼν ἀπε‐ λήλυθε, λευχειμονεῖ δὲ ἡ ἤπειρος, πανηγυρίζει δ’ ἡ Ἑλλὰς ἐπὶ χρηστῆς ὑποθέσεως, ἡ πόλις δ’ ὥσπερ ἐν δράματι | |
25 | καὶ δὴ πάλιν ἐξ ἀρχῆς ἀναφύεται μεταβαλοῦσα τὴν ἡλι‐ κίαν, ἡ αὐτὴ παλαιὰ καὶ νέα γενομένη, ὥσπερ τὸν φοίνικα ἀναβιώσκεσθαι λόγος αὐτὸν ἐξ αὑτοῦ· οὐ γὰρ δὴ τοῦτ’ ἄρα δόξαι τῷ θεῷ ἕτερον φοίνικα ἀντ’ ἐκείνου τε καὶ μετ’ ἐκεῖνον γενέσθαι. πάντα δ’ ὥσπερ ὁδῷ κεχωρηκέναι | |
30 | φαίνεται. Θησέως μὲν γὰρ ἐξ ἀρχῆς οἰκίσαντος, Ἀλέξαν‐ | |
δρος ὕστερον εἰς τοῦτο τὸ σχῆμα προήγαγε. τρίτη δὲ χεὶρ τῶν πάντα νικώντων ἀνίστησι τὴν αὐτὴν καὶ συντί‐ θησι· μεταθεῖναι μὲν γὰρ οὐκ ἠξίωσαν, ἔρωτι τῆς ὑπαρ‐ | 436 | |
269 | χούσης, οἱ δ’ ἐπὶ τῶν ἰχνῶν ἐγείρουσιν. ἐπόθει δ’ ἄρα καὶ ἡ τῆς πόλεως φύσις οἰκιστὰς διττοὺς, δύο τὰς ἀρχη‐ γέτιδας νέμουσα. καὶ δὴ λιμένες τε κομίζονται τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας καὶ πάλιν αὖ κατακοσμεῖται, καὶ | |
5 | τῷ Μέλητι οὐδὲν ἐμποδὼν τὸ μὴ τοὺς προσοίκους ἔχειν, ἦρος δὲ πύλαι καὶ θέρους ὑπὸ στεφάνων ἀνοίγνυνται. χοροὶ δὲ Νυμφῶν καὶ Μουσῶν ἐν αὐτῇ τε καὶ περὶ αὐ‐ τὴν χορεύουσι, ζέφυροι δὲ οὐ λυπήσουσι πνέοντες. ὦ μα‐ κάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι | |
10 | τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχου‐ σαν κόσμον· παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλ’ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν· οἱ δ’ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσον‐ τες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμέ‐ | |
15 | νοις· ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελ‐ λόντων ἐλπίδες. ἀλλὰ Ζεῦ πολιεῦ τε καὶ θεαὶ κληροῦχοι | |
τῆσδε τῆς πόλεως καὶ Πόσειδον, ὃς ἀμφότερα εἴληχας, κινεῖν τε καὶ σώζειν, καὶ θεοὶ βασίλειοί τε καὶ Ἑλλήνιοι, γενέσθαι τόνδε ἡμῖν τὸν οἰκισμὸν δευτέρων ἀμεινόνων | 437 | |
20 | βεβαιοτέρων ἐπὶ πολλῇ μὲν εὐφροσύνῃ καὶ δόξῃ τῶν οἰ‐ κιστῶν, χρηστοῖς δὲ τοῖς ἀπαντησομένοις τῇ πόλει διὰ παντὸς τοῦ μέλλοντος χρόνου, εἶναι δέ τι καὶ τοὐμὸν ἐν | |
Ἕλλησι νῦν τε καὶ ὕστερον. | 438 |