TLG 0284 017 :: Aelius ARISTIDES :: Εἰς τὸ Αἰγαῖον πέλαγος

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Εἰς τὸ Αἰγαῖον πέλαγος

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 401–407.

Citation: Jebb page — (line)

25Πέλαγος δὲ οὐδείς πω διὰ τέλους ᾖσεν οὔτε ποιητὴς οὔτε λογογράφος, ἀλλ’ Ὅμηρος λέγει ἰοειδέα πόν‐

248

τον καὶ οἴνοπα πόντον, καὶ Εὐριπίδης ἅλα πορφυ‐ ρέην, καὶ εἰ δή τις ἄλλος ἄλλο τι τοιοῦτον· τὰ δὲ πολλὰ καὶ βλασφημοῦσιν εἰς τὴν θάλατταν, ἁλμυρὰν καὶ βαρύβρο‐ μον καὶ τὰ τοιαῦτ’ ὀνομάζοντες. ἡμεῖς δὲ τὸν μὲν ὑπὲρ πάσης
5τῆς θαλάττης λόγον ὅσην καὶ οἵαν χρείαν ἀνθρώποις ἔχει καὶ ὑπὲρ ἡλίκων αὐτὴν ἐποίησεν ὁ θεὸς ἐάσομεν ἐν τῷ παρόντι, τῷ δὲ Αἰγαίῳ τὸ ὀφείλημα ἀποδώσομεν καὶ ὑμνήσομεν, πρῶτον ὅτι θέσεως ἄριστα εἴληχεν, ὡς καὶ πόλεως ἄν τις ἐπαινέσειε πρῶτον τὴν θέσιν. ἐν γὰρ τῷ
10μέσῳ τῆς πάσης οἰκουμένης τε καὶ θαλάττης μάλιστα ἵδρυται, πρὸς ἄρκτον μὲν Ἑλλήσποντον καὶ Προποντίδα καὶ πόντον καταλιπὼν, πρὸς δὲ μεσημβρίαν τὴν λοιπὴν θάλατταν, διαιρῶν μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, ᾗ πρῶτον μεθ’ Ἑλλήσποντον διίστασθον· γένη δὲ τὰ ἐν‐
15δοξότατα καὶ ἡμερώτατα ἐφ’ ἑκατέρας τῆς ἀκτῆς ἔχων,
ἔνθεν μὲν Ἰωνίαν καὶ τὴν Αἰολίδα γῆν, ἑτέρωθεν δὲ τὴν Ἑλλάδα. ὥστε μόνον τοῦτο ἂν εἴη πελαγῶν μέσον εἶναι τῆς πάσης Ἑλλάδος ἄξιον εἰπεῖν, εἴ τις ἓν τοῦτο γένος Ἑλλήνων ἐφ’ ἑκατέρας τῆς ἠπείρου τιθείη. καίτοι401
20εἰ ποταμῶν εὐδοκιμοῦσιν ὄχθαι δένδρα ἔχουσαι καὶ λει‐ μῶνας, ἦ που σφόδρα γε τὰς τοῦ Αἰγαίου δίκαιον εὐδο‐ κιμεῖν ἀκτὰς, τοιούτοις γένεσι κεκοσμημένας, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς προσοικοῦσιν Ἕλλησιν· ἐπεὶ καὶ τοῦ ἀέρος τὸ μετριώτατον καὶ πρὸς πάσας τὰς ὥρας τὸ αὐτὸ ἀνεκτό‐
25τατον, τοῦτ’ ἂν εἴη τὸ ὑπερέχον τὸν Αἰγαῖον, καὶ περὶ ταύτας τὰς χώρας μάλιστα ἱδρυμένον. δῆλον δὲ κατ’ ἀμ‐ φοτέρους τοὺς λόγους. οἵ τε γὰρ τὴν Ἀττικὴν ἐν τῷ καλ‐ λίστῳ τοῦ οὐρανοῦ φάσκοντες εἶναι οἵ τ’ αὖ τὴν Ἰωνίαν ὁμολογοῦσι δήπουθεν ἀμφότεροι περὶ τοῦτον ὅλως τὸν
30τόπον εἶναι τὸ βέλτιστον. καθότι γὰρ ἀμφοτέρας παρα‐ τείνει τὰς ἀκτὰς, ὁποτέραν ἄν τις αὐτῶν τιθῇ κρατεῖν, ἔχει ταύτην, καὶ εἰ δεήσειεν αὖ κατὰ τὰς ἄλλας ἀμφισβη‐ τήσεις ἐπιχωρήσαντας ἀλλήλοις ἐπὶ τὸ μέσον ἐλθεῖν, ὅπερ εἶπον, ὁ Αἰγαῖός ἐστι τοῦτο. ὥστε τὸ κάλλιστον τῶν ἀέρων
35οὗτος εἴληχεν.

249

Ἡ μὲν δὴ θέσις αὐτοῦ τοιαύτη τε καὶ ἐν τοιούτῳ τοῦ παντός· ἡ δὲ φύσις θαυμαστή. τὸ μὲν γὰρ μέγεθος τοῦ πελάγους ἐν τοῖς πρώτοις ἐλλόγιμόν τε καὶ πάντη τεταμένον, εἴ τις ἀκριβῶς αὐτὸ ἀπὸ τῆς ἀρχῆς εἰς τέλος
5ἐξετάζοι πανταχῆ, καὶ περὶ κύκλῳ πλέοντι ἡμερῶν πλῆ‐ θος ἀμύθητον τριφθήσεται. οὐ μὴν ἐψίλωταί γε οὐδ’
εἰς ἀπέραντον καθιστῶν τὴν ὄψιν ἀθυμίαν καὶ ἀπορίαν παρέχει, ἀλλὰ πολλὰ μὲν Αἰγαίου πελάγη, πολλοὶ δὲ κόλ‐ ποι, ἄλλο δὲ ἀλλαχοῦ θαλάττης εἶδος. προκαταλύσαις δ’402
10ἂν καὶ ἐν μέσῳ τῷ πελάγει τὸν πλοῦν καὶ ἐντύχοις ἂν καὶ γῇ καὶ πόλεσι καὶ χωρίοις ὥσπερ τισὶ μικραῖς ἠπείροις περιρρύτοις, καὶ ταμίας ἂν γένοιο αὐτὸς τοῦ πλοῦ, καὶ πρὶν ἐκπερᾶσαι πᾶν τὸ πέλαγος, αὖθις ἂν ὀπίσω κομί‐ ζοιο, ὁμοίως ἐκτελέσας τὸν σκοπόν. οὐ γὰρ κατὰ τὸ
15Ὁμήρου πέλαγος δι’ ἐρήμου δεῖ διελθεῖν καὶ ἐπί τι τῶν οἰκουμένων ἀνύσαι, ὥστε μηδενὶ θεῶν κεχαρισμένην εἶναι τὴν ὁδὸν ὑπὸ τῆς ἐρημίας, ἀλλ’ ἐνταῦθα γὰρ δὴ καὶ
17
Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδί·
19
20ὅτι τὸ μάλιστα οἰκούμενον καὶ ἀκμάζον τῆς θαλάττης τοῦτό ἐστι, καὶ τοσαῦτά ἐστι πλεῖν ὁπόσα τις βούλεται, καὶ τοσαῦτά γε αὖ πεζεῦσαι ὁπόσα τις μὴ περιπλεῖν βού‐ λεται, ἀλλὰ διεξελθὼν ἐπ’ ἄλλην ἀκτὴν κατάρας ἐκεῖθεν ἀφιέναι. μόνον γὰρ τοῦτο πελαγῶν οὐχ ἧττον οἰκεῖται ἢ
25αὐτὴ ἡ γῆ· πόλεις τε ἔχει τοσοῦτον ἀλλήλων διεχούσας
ὅσον ἂν καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις αἱ μεταξὺ χῶραι διακρίνοιεν. ὥστε διὰ μὲν ὀξύτητά τε τοῦ πελάγους καὶ πλῆθος τοῦ παντὸς πλοῦ φοβερώτατός ἐστι, διὰ δ’ αὖ τὰς ἀναπαύσεις ἡμερώτατος. τάχιστα δὲ κινούμενος μά‐403
30λιστα καὶ σώζει τὸ θεῖον διαφυλάττων. δεῖ γὰρ αὐτὸ φρι‐ κῶδες μὲν δι’ ἰσχὺν, σωτήριον δὲ εἶναι διὰ πραότητα. ἠχεῖ δὲ πελαγῶν λιγυρώτατον περὶ τὰ ἑαυτοῦ δῶρά τε καὶ γεννήματα· οἷόν περ τοὺς Πᾶνας καὶ Σατύρους φασὶ ποιηταὶ κατά τε τὰ ὄρη καὶ περὶ τὰ δένδρα ἠχεῖν ὥρᾳ

250

ἔτους τερπομένους, ἅτε καὶ τοὺς μουσικωτάτους τῶν θεῶν ἑαυτοῦ πολίτας τε καὶ ἐνοίκους ἔχων Ἀπόλλω τε καὶ Ἄρ‐ τεμιν, οὓς ὁ πάντων πατὴρ Ζεὺς ὡς ἐν καλλίστῳ τούτῳ τῆς οἰκουμένης ἔφυσεν, ἵν’ εἶεν τέλειοι τὴν μουσικὴν, καὶ
5τὴν Λητὼ διὰ τριῶν ἑτέρων νήσων ἤγαγεν εἰς μέσην ἐν μέσῳ τῷ Αἰγαίῳ τὴν Δῆλον, Ἀθηνᾶν ἡγεμόνα ποιησά‐ μενος αὐτῇ τῆς ὁδοῦ. δῆλον δὲ καὶ παντὶ τοῦ πελάγους τὸ φύσει μουσικὸν, ὅ γε εὐθὺς ἐξ ἀρχῆς ἀνῆκεν ὥσπερ ἄλλον τινὰ χορὸν τὸν τῶν νήσων, αἳ διειληφυῖαι τὸ πέ‐
10λαγος πολλαὶ πρὸς ἀλλήλας κεκλιμέναι παντὸς κύκλου διθυραμβικοῦ θέαμα ἱερώτερον ναύταις τε καὶ ἐπιβάταις φαίνονται, κινδύνων τε παραψυχὴ καὶ κατὰ νοῦν ἰόντος πλοῦ ψυχαγωγία θαυμαστή. πᾶσαι γὰρ ἀλλήλων ἔξω τε
καὶ μέσαι εἰσὶν, ὥσπερ ὅταν θέρους ὥρᾳ καὶ πρὶν ζέφυ‐404
15ρον κατιέναι πλοῖα κατ’ ἰχθύων θήραν σαλεύῃ πολλὰ, καὶ παρελθόντι εἴσω τά τε ἐκ πρύμνης καὶ τὰ ἐκ πρῴρας καὶ τοῖχος ἑκάτερος πάντα ὁμοίως εἰς νῆσον τελευτᾷ, ὥστε ἀπορῆσαι τὴν πρώτην ὅπη καὶ χρὴ διεξελθεῖν. ὅπερ δὲ τὰ ἐπιβοηθοῦντα σκάφη, τοῦτο αὗται ποιοῦσιν αἱ νῆσοι
20τοῖς χειμαζομένοις, ἀπαντῶσιν οἷον χεῖρα ὀρέγουσαι καὶ καλοῦσαι παρ’ αὑτάς. τοιαῦτα τοῦ Αἰγαίου τὰ φιλοτεχνή‐ ματα, ἀναμίξαντος ὁμοῦ τῷ πελάγει τὴν γῆν, ὥσπερ αἱ στικταί τε ἔλαφοι καὶ τῶν παρδαλέων δοραὶ τὰς χρόας καὶ τοὺς κύκλους ἀναμὶξ ἔχουσιν, οἷσπερ περιλάμπεται
25μὲν αἴγλῃ πᾶσα ἡ ταύτῃ θάλαττα, ἀπολείπονται δὲ λει‐ μῶνες ἐν ἠπείροις ἀνθῶν κατάπλεῳ, καὶ ὅ τις ἄλλο ἐπι‐ νοήσειε ταύτης τῆς ὥρας καὶ τούτων τῶν ποικιλμάτων· εἰκότως. τὰ μὲν γὰρ κατ’ ἤπειρον πάντα καὶ ἐνταῦθα ἐστὶν ἐν ταῖς ἐν μέσῳ χώραις, τὸ δὲ τούτου κάλλος ἐκεί‐
30ναις οὐ πρόσεστιν. ὥσπερ δὲ οὐρανὸς τοῖς ἄστροις κεκόσμη‐ ται, οὕτω καὶ τὸ τοῦ Αἰγαίου πέλαγος ταῖς νήσοις κε‐ κόσμηται· ὥσθ’ ὅτῳ καὶ μὴ δεῖ πλοῦ, τούτου γ’ ἂν ἕνεκα αὐτοῦ πλεύσειεν εἰκότως, τοῦ δι’ Αἰγαίου κο‐

251

μισθῆναι· οὕτω καὶ πελαγῶν καὶ τῶν ἐν τῇ γῇ πάν‐ των οὗτος ὡραιότατος. ὥστε καὶ σύμβολόν ἐστι τοῦ Αἰγαίου τὸ τῆς εὐμορφίας ἴδιον καὶ ἐντεῦθεν ἄρχεται ὅθεν ὡς εἰπεῖν αἱ νῆσοι εἶναι ἄρχονται τὴν ψιλὴν ὑπερβάλ‐
5λοντι θάλατταν. μόνον δὲ Αἰγαῖον οὐδὲ ἀτρύγετον ἔξεστιν
εἰπεῖν, οὐ γὰρ γυμνὸς οὐδὲ ἄκαρπός ἐστιν, ἀλλὰ διαφε‐ ρόντως μὲν εὔοινος, εὔφορος καὶ σίτου καὶ πάντων ὁπόσα ὧραι φύουσιν, εὔιχθυς δὲ καὶ εὔθηρος οἵαν μάλιστα Ὅμη‐ ρος εἶναι ἔφη τὴν τῶν εὐδαιμόνων δεῖν θάλατταν, χρείας405
10πάσας καὶ πάσας ἡδονὰς καὶ θεάματα ἔχων, μεστὸς μὲν λιμένων, μεστὸς δὲ ἱερῶν, μεστὸς δ’ αὐλῶν καὶ παιάνων καὶ πηγῶν καὶ ποταμῶν, Διονύσου μὲν τροφεὺς ὢν, Διοσκούροις δὲ καὶ Νύμφαις ὁμοίως κεχαρισμένος· βίους εὐδαίμονας ἀπὸ παντὸς εἴδους παρεχόμενος, ἐνοίκοις τε
15αὐτοῦ καὶ ἐμπόροις ἐπικερδὴς καὶ σωτήριος οἷς ἂν εὐμε‐ νὴς ᾖ. ὥσπερ δὲ καλοῦ σώματος εἰσὶν ἀρχαὶ καὶ τέλη πρέποντα, οὕτω καὶ τούτου τοῦ πελάγους κινδυνεύει μόνου καὶ ἀρχὴ καὶ τέλος εἶναι κεχαρισμένον. ἄρχεται μὲν γὰρ ἀπὸ τοῦ πρώτου στοίχου τῶν νήσων τῶν πρὸς μεσημβρίαν,
20τελευτᾷ δὲ εἰς τὸν Ἑλλησπόντιον πορθμὸν, ὃν περιρρυεὶς τὴν ἀξιοθέατον χερρόνησον ποιεῖ. ὥστε τὸ δὴ λεγόμενον ἐκ κεφαλῆς εἰς πόδας αὐτῷ διήκει τὸ κάλλος. τοὺς δ’ ἀπόρρους αὐτοῦ καὶ κόλπους οὔτε ὅσοι τὸ πλῆθος οὔτε οἷοι τὸ κάλλος ἔστιν εἰπεῖν. μάλιστα δὲ Αἰγαῖον πέλαγος
25δεδιότες μάλιστα καὶ ποθοῦσιν ἅπαντες δεύτερον περαιω‐ θῆναι, ἐπεὶ καὶ ἐπ’ αἰτίαις ἡδίσταις τοῦτον ἄνθρωποι περαιοῦνται. ἀγῶνες καὶ μυστήρια καὶ τὰ τῆς Ἑλλάδος
καλὰ πληροῖ τοῦτον τὸν στόλον, καὶ τῶν πανταχόθεν φιλοκάλων καὶ γενναίων οὗτός ἐστι συναγωγεὺς καὶ πλη‐406
30ρωτὴς τῶν ἡδίστων θεαμάτων τοῖς ἐπιφανεστάτοις τῶν θεῶν τὰ κάλλιστα ὑπηρετῶν. ταῦτά σοι παρ’ ἡμῶν, ὦ φίλε σωτὴρ Αἰγαῖε, ᾔσθω τῇ ἡμετέρᾳ μουσικῇ. σὺ δὲ
ἡσθεὶς σῶζε ἀεὶ σαυτόν τε καὶ σύμπλους.407