TLG 0284 007 :: Aelius ARISTIDES :: Ἀσκληπιάδαι

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Ἀσκληπιάδαι

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 71–80.

Citation: Jebb page — (line)

41

Κλῦτε φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος, ἔφη αὐτὸ τὸ ὄναρ. ταύτην γὰρ δὴ ἐδόκουν ἀρχὴν ποιεῖσθαι τοῦ λόγου, ὡς ὕπαρ τὸ ὄναρ σκοπῶν ἐπ’ ἐμαυτοῦ· ἐχέτω δὴ καὶ τὸ ἐνύπνιον ὡς ὕπαρ, καὶ τὸ δρώμενον ὡς ἡ
5πρόρρησις εἶχεν. ἦν δὲ ὁ νοῦς ἄρα ἐγκώμιον ποιῆσαι Πο‐ δαλειρίῳ· τὸ μὲν πρῶτον Ποδαλειρίῳ, μετὰ δὲ τοῦτο ὑπήχθην εἰς Μαχάονα. ἀποροῦντι δέ μοι ὁπότερον χρὴ ἐπαινεῖν, τέλος ἔδοξεν ἀμφοτέρους. οὔτε γὰρ ἔτι θεμιτὸν εἶναι παραλιπεῖν τὸν ἕτερον, ἐπειδή γε ἀμφοῖν ἔσχον
10ἔννοιαν, ὁπότερός τε εἴη ὁ ἐκ τοῦ ὀνείρατος, ἓν ἔσεσθαι πάντως ἀμφοῖν ἐπαινουμένων· καὶ ἐμοὶ πρός τε ἐκεῖνον καὶ πρὸς ἀμφοτέρους ἕξειν καλῶς. εἶεν. θεοῦ δὴ προβα‐ λόντος, πότερον δεδιέναι χρὴ μειζόνως ἢ θαρρεῖν, δεδιέναι μὲν ἀνάγκη, μὴ χεῖρον ἐπιδειξώμεθα ἐν τοσούτῳ κριτῇ,
15αἱ δὲ ἐλπίδες καλλίους· αὐτῷ γὰρ μελήσειν εἰκός. οὐ γὰρ ἂν προὔβαλεν, εἰ μὴ κατὰ νοῦν ἔμελλεν αὐτῷ γενήσεσθαι τὸ συμβαῖνον ἐκ τοῦ λόγου. πρὸς δὲ καὶ καλέσαι βοηθὸν τῷ λόγῳ θαυμαστῶς ὡς εἰς ἐπιτήδειον καθέστηκεν. εἰ γὰρ
οἱ ποιηταὶ τὰ δοκοῦνθ’ ἑαυτοῖς ὥστ’ εἰπεῖν τὸν Ἀπόλλω71
20καὶ τὰς Μούσας καλοῦσιν, ἦ που καλλίων ἡ κλῆσις ἡμῖν, ὅταν αὐτοῦ τοῦ προβαλόντος δεώμεθα μουσηγέτην ἅμα τῷ πατρὶ γενέσθαι. ἀλλ’ ὦ πολλὰ δὴ πολλάκις κληθεὶς, ἔχω δ’ εἰπεῖν ὅτι καὶ παραδείξας καὶ ἄλλα καὶ περὶ αὐτοὺς τοὺς λόγους, ἔξαγε καὶ νῦν ὅπη σοι φίλον τὸν

42

λόγον. σχεδὸν δὲ οὐ πόρρω ἡ ἀρχὴ τῷ ἐγκωμίῳ, ἀλλ’ ὁ αὐτὸς πατὴρ τοῦ τε λόγου καὶ τῶν νεανίσκων. τετραγονίαν γὰρ τοιάνδε οὐδείς πω Ἑλλήνων ἤκουσεν οὐδὲ διηγήσατο. ὥσπερ γὰρ οἱ θεσμοθέται διὰ τεττάρων εἰσὶν εὐπατρίδαι,
5μᾶλλον δὲ ὡς οὐδένες θεσμοθέται, οὐδ’ ἄλλο γε οὐδὲν γένος ἀνθρώπων. τέταρτοι γάρ εἰσιν ἐκ Διὸς διὰ πάντων ἄκρων. Ἀπόλλων μὲν γὰρ ἐξ αὐτοῦ Διὸς, Ἀσκληπιὸς δὲ ἐξ Ἀπόλλωνος, οἱ δὲ ἐξ Ἀσκληπιοῦ διὰ πάσης τῆς κρα‐ τίστης φύσεως τὴν εὐγένειαν ἀνῃρημένοι. Ἀχιλλεὺς μὲν
10γὰρ τέταρτος ἀπὸ Διὸς διὰ Πηλέως καὶ Αἰακοῦ, Μίνως δὲ καὶ Ῥαδάμανθυς Διὸς παῖδες καὶ Θησεὺς Ποσειδῶνος, οὐδέτεροι μόνοι ὁποτέρου, ἀλλὰ σὺν πολλοῖς καὶ θεοῖς καὶ ἥρωσιν, ὧν τῶν μὲν ἡττῶνται, τοῖς δ’ εἰς ἴσον καθί‐
στανται. μόνοι δὲ οὗτοι πλήθει καὶ ἀρετῇ προγόνων εἰσὶν72
15ἀνανταγώνιστοι, τοὺς ἐκ Διός τε καὶ Ἀπόλλωνος Ἀσκλη‐ πιοῦ προσθήκῃ νικῶντες, ὅσοι γε ἥρωες αὐτῶν· γενομένους δ’ αὐτοὺς τρέφει ὁ πατὴρ ἐν Ὑγιείας κήποις. καὶ ἐπειδὴ ἐδέχετο ἡ ἡλικία, οὐκ ἐδιδάξατο τὴν τέχνην τὴν ἰατρικὴν, ἀλλ’ ἐδίδαξεν αὐτός. οὐ γὰρ ἔτι εἰς Χείρωνος ἔδει βαδί‐
20ζειν ἔχοντας οἴκοι τὸν ἐπιστάτην, οὗ πολὺ δὴ κατ’ ἐπω‐ νυμίαν ὁ Χείρων ἤδη ἦν δεύτερος. Οὕτω δὴ φύντες καὶ τραφέντες καὶ παιδευθέντες μέ‐ χρι μὲν ἡσύχαζε τὰ τῶν Ἀχαιῶν, οἵδ’ ἐν Θετταλίᾳ τε ἦσαν κόσμος πολὺ λιμνῶν τε καὶ πεδίων καὶ ποταμῶν
25ἐπιφανέστερος καὶ τοὺς ταύτῃ Ἕλληνας ὤρθουν, εἴς τε τὸ κοινὸν πολιτευόμενοι τὰ ἐκείνοις πρέποντα καὶ τὰς ἰδίας ἑκάστου συμφορὰς ἐπανορθοῦντες, οὐδ’ ἦν νοσεῖν ὅπου φανείη Μαχάων ἢ Ποδαλείριος. κινηθέντων δὲ Ἑλλήνων διὰ τὴν τῶν Τρώων ἀδικίαν οὔτε ἐξωνεῖσθαι τὴν οἴκοι
30μονὴν ἠξίουν οὔτε ἀπέκρυπτον ἑαυτοὺς ὥσπερ ἄλλοι τινες, ἀλλὰ γνόντες ὡς αὐτῶν ὁ καιρὸς εἴη καὶ προειδόμενοι τὰς τοῦ πολέμου τύχας προὔστησαν ἑκόντες τῆς ἁπάντων σω‐
τηρίας. ἀφικόμενοι δ’ εἰς Τροίαν διπλῆν χρείαν παρεί‐73

43

χοντο τοῖς Ἀχαιοῖς καὶ οὐχ ὅσον ἰατροὶ συνῆσαν, ἀλλὰ καὶ τοῖς ὅπλοις ὠφέλουν, καὶ πολλάκις μὲν δὴ τῶν πολε‐ μίων τροπὴν ποιήσασθαι λέγονται, τὸ δ’ ἁλῶναι τὴν Τροίαν καὶ παντάπασιν ἦλθεν εἰς αὐτοὺς τῇ τε ἄλλῃ καὶ
5τὴν Φιλοκτήτου νόσον, ἣν Ὀδυσσεὺς καὶ Ἀτρεῖδαι προ‐ καταγνόντες ἀνίατον εἶναι Φιλοκτήτην οὐχὶ δικαίως ἐν Λήμνῳ κατέλιπον, οὗτοι δὲ δέκα ἔτεσιν αὐξηθεῖσαν ἰάσαντο. καὶ γίγνεται Φιλοκτήτης τε ἐνεργὸς τοῖς Ἀχαιοῖς καὶ Φι‐ λοκτήτῃ τὰ βέλη τοῦ Ἡρακλέους χρήσιμα τῇ ’κείνων τέχνῃ.
10ἐπεὶ δὲ ἑάλω Τροία, προειδότες τὰς ἐσομένας ὕστερον Ἑλλήνων εἰς τὴν Ἀσίαν ἀποικίας καὶ ἅμα βουλόμενοι τῆς αὐτῶν εὐεργεσίας ὅτι πλείστους ἀπολαύειν, τοῦτο μὲν Τευ‐ θρανίαν ἡμεροῦσιν εἰς ὑποδοχὴν τοῦ πατρὸς, τοῦτο δὲ, ὡς ὁ Κώων λόγος, πλεύσαντες εἰς Κῶ τὴν Μεροπίδα, ἣν
15οἰκουμένην ὑπὸ Μερόπων Ἡρακλῆς ἐκ Τροίας ἀνιὼν ἔτι πρότερον ἀδικίαν ἐγκαλέσας ἐπόρθησεν, οἰκίζουσί τε καὶ εἰς ἤθη πρέποντα τῇ φύσει τῆς χώρας κατέστησαν, τὸ λεγόμενον περὶ τοῦ προγόνου τοῦτο, ὡς ἔοικε, μιμησά‐ μενοι. Ἀπόλλω τε γάρ φασιν οἱ ποιηταὶ τὴν Δῆλον φε‐
20ρομένην πρότερον στῆσαι κατὰ τοῦ πελάγους ἐρείσαντα, ἐπειδὴ πρῶτον ἐν αὐτῇ ἐγένετο, καὶ οὗτοι τῆς Μεροπίδος τότε ἐπιβάντες, προκρίναντες ἁπασῶν εἶναι καλλίστην,
ὅσαι παραπλήσιαι μέγεθος, ἰάσαντό τε καὶ ἀπέφηναν ἐμβατὸν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, πρότερον σφαλερὰν74
25καὶ ὕποπτον οὖσαν, καὶ τὴν εὐδαιμονίαν κυρίαν τῇ νήσῳ κατέστησαν. οἶμαι δὲ καὶ Ῥοδίοις πολλῶν ἐκ πολλοῦ σεμνῶν ὑπαρχόντων ἐν πρώτοις εἶναι τὴν ἐκείνων ἀρχὴν, ἣν αὐτοὶ προκρίναντες εἵλοντο σφῶν ἄρχειν Ἀσκληπιάδας, Ἡρα‐ κλειδῶν ποιησάμενοι διαδόχους. ἔσχον δὲ καὶ τὸν Καρι‐
30κὸν τόπον καὶ Κνίδον τὴν τῆς Ἀφροδίτης ἱεράν· ὅ τι γὰρ ἢ ὁ ἕτερος ἢ ἀμφότεροι, κεκοινωνήσθω τὰ νῦν. ἀπέ‐ λαυσε δέ τι καὶ Κύρνος αὐτῶν. Ἀλλὰ ταῦτα μέν ἐστι λόγων πολλῶν. ποιησάμενοι δὲ

44

παῖδας συνεργούς τε καὶ διαδόχους τῆς σφετέρας ἐπιστή‐ μης ὡσπερεὶ κεφάλαιον τοῦτο ἐπέθηκαν τῶν εἰς τοὺς Ἕλ‐ ληνας εὐεργεσιῶν, προσθήσω δὲ καὶ εἰς ἅπαντας ἤδη, ἵνα μή ποτε ἐπιλίπῃ τὸ τῶν ἀνθρώπων γένος ἡ παρ’ αὐτῶν
5ἐπικουρία καὶ χάρις, ἀλλ’ ὦσιν ἐκ προγόνων τε καὶ ἐκγό‐ νων σωτῆρες ἀθάνατοι τῆς φύσεως, τὸν ἅπαντα χρόνον κατ’ ἀνθρώπους πολιτευόμενοι καὶ συνόντες ἅπασιν ὥσπερ τοῖς ἐφ’ αὑτῶν. καὶ γάρ τοι κατέλυσαν μὲν τοὺς ἐν Αἰ‐
γύπτῳ βεβοημένους, τὰς δ’ εὐεργεσίας σύμβολον τοῦ γέ‐75
10νους ἐποιήσαντο. ἵδρυνται δὲ οὔτε ἐν Θετταλίᾳ οὔτε ἐν τοῖς τῶν Κώων προαστείοις, ἀλλὰ πάντα ἰατρικῆς ἐνέπλη‐ σαν, ὥσπερ ὁ Τριπτόλεμος σίτου διὰ τῶν σπερμάτων· πάντα γὰρ ἐκ τούτων καὶ παρὰ τούτων ἐξεφοίτησε. καὶ καθάπερ τὴν Μήδειάν φασι διὰ τοῦ Θετταλῶν πεδίου
15φεύγουσαν, ἐκχυθέντων τῶν φαρμάκων, ποιῆσαι Θεττα‐ λίαν ἅπασαν πολυφάρμακον, οὕτως ἡ τούτων ἐπιστήμη τε καὶ φιλανθρωπία χυθεῖσα ἐπὶ πλεῖστον πάσας μὲν πόλεις Ἑλλήνων, πολλοὺς δὲ καὶ τῶν βαρβάρων τόπους ἐκόσμησέ τε καὶ κοσμεῖ, καὶ προσέτι γε ἔσωσε καὶ σώζει, καὶ ὁ
20τρίτος ἐπ’ ἀμφοῖν προσέστω χρόνος. εἰ δ’ ἀνὴρ εἷς ἀπὸ τούτων Ἱπποκράτης ἔφυ κληρονόμος τῆς τέχνης, διὰ πάν‐
των ἰδιωτῶν τῶν μέσων ἱκανὴ τῇ τε γῇ φορὰ καὶ χάρις τούτοις παρ’ ἀνθρώπων ἦν ἂν τῆς σπορᾶς· νῦν δὲ ὥσπερ ἔθνος τὸ τῶν Ἀσκληπιαδῶν κατεσκευάσθη δι’ αἵματος76
25τὴν τέχνην σῶζον, οὕτω θεία μοῖρα ἡγήσατο Μαχάονι καὶ Ποδαλειρίῳ τῆς γενέσεως. μάθοι δ’ ἄν τις τοῖς Ἡρακλεί‐ δαις αὐτοὺς ἀντεξετάζων τῆς χρείας ἕνεκα τῆς κοινῆς καὶ τῆς ἰδίας τύχης. Ἡρακλεῖδαι γὰρ ἓν μὲν καὶ πρῶτον ἐσκε‐ δάσθησαν καὶ οὐχ ἓν σύνταγμα αὐτῶν ἐγένετο, ὡς δ’
30εἰπεῖν οὐδὲ ἓν φῦλον. οὐ γὰρ ἦσαν ὁμότιμοι, ὥστε ἀλλή‐ λοις ἀντὶ ξένων καθειστήκεσαν· ἔπειθ’ ὅσον αὐτῶν ἦν κράτιστον, οὔτε συμφορῶν ἄμοιρον λέγεται γενέσθαι τήν τε πατρῴαν οὐ παντελῶς διασώσασθαι τέχνην. οὐ γὰρ ταῖς εἰς τὸ κοινὸν εὐεργεσίαις, ἀλλὰ τῇ καθ’ αὑτοὺς δυ‐

45

νάμει τὴν λαμπρότητα ἐκτήσαντο. Ἀσκληπιάδαι δὲ ἐκ Μαχάονος ἀρξάμενοι καὶ Ποδαλειρίου κοινὴ πᾶσιν ἀσφά‐ λεια καὶ σωτηρία τοῖς ἀνθρώποις γεγόνασι, τὴν τοῦ προ‐ γόνου διασωσάμενοι τέχνην, ὥσπερ ἄλλο τι σύμβολον τοῦ
5γένους. πρὸς δὲ καὶ ἡ τύχη τῆς προαιρέσεως ἀξία. οὔτε γὰρ ἠλάθησαν οὔθ’ ἱκέτευσαν εἰς πόλιν οὐδεμίαν, ἀλλὰ διεξῆλθον καθαροὶ συμφορῶν, μιᾷ φατρίᾳ καὶ μιᾷ γνώμῃ καὶ τύχῃ χρησάμενοι διὰ τέλους. Ἐπάνειμι δὲ ὅθεν ἐξέβην, ἐπὶ τοὺς ἀρχηγέτας τε καὶ
10τοὔνομα πρώτους λαβόντας τὸ τῶν Ἀσκληπιαδῶν. οἱ δὲ ἕως μὲν ἦσαν ἐν ἀνθρώποις, στρατείαις καὶ ὁμιλίαις καὶ
γενέσει παίδων πρεπόντων ἑαυτοῖς, καὶ συλλήβδην ἁπάσῃ τῇ πολιτικῇ δυνάμει τὰς πόλεις ὠφέλουν, οὐ μόνον τὰς τοῦ σώματος νόσους ἐξαιροῦντες, ἀλλὰ καὶ τὰ τῶν πόλεων77
15νοσήματα ἰώμενοι, μᾶλλον δὲ οὐδ’ ἐγγίγνεσθαι τὴν ἀρχὴν ἐῶντες, ἀπ’ ἀμφοῖν σώζοντες τοὺς ὑπηκόους, καὶ τῇ τέχνῃ τὴν ἀρχὴν ἀκόλουθον κατασκευασάμενοι. ἐπεὶ δὲ κρείττους ἦσαν ἢ παρ’ ἡμῖν μένειν, οἱ δὲ ὑπὸ τοῦ πα‐ τρός τε καὶ τῶν προγόνων ἀποδύντες τὰ σώματα εἰς ἕτε‐
20ρον θεσμὸν ἔρχονται, οὐχ ὥσπερ Μενέλεώς τε καὶ ὁ ξαν‐ θὸς Ῥαδάμανθυς, εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς ἔξω νήσους, ἀλλ’ ἀθάνατοι γενόμενοι τὴν γῆν διέρχονται, τοσοῦτον τῆς ἀρχαίας φύσεως ἀποστάντες ὅσον τὴν ἡλι‐ κίαν φυλάττουσι. καὶ αὐτοὺς πολλοὶ μὲν ἤδη ἐν Ἐπιδαύρῳ
25εἶδόν τε καὶ ἔγνωσαν ἐμφανῆ κινουμένους, πολλοὶ δὲ ἄλ‐ λοθι πολλαχοῦ· ὃ καὶ μέγιστον ἔστω κατ’ αὐτῶν. Ἀμφιά‐ ραος μὲν γὰρ καὶ Τροφώνιος ἐν Βοιωτίᾳ καὶ Ἀμφίλοχος ἐν Αἰτωλίᾳ χρησμῳδοῦσί τε καὶ φαίνονται, οὗτοι δὲ παν‐ ταχοῦ τῆς γῆς διᾴττουσιν, ὥσπερ ἀστέρες, περίπολοι κοι‐
30νοὶ καὶ πρόδρομοι τοῦ πατρός. ὁσαχοῖ δὲ Ἀσκληπιῷ εἴσο‐ δοι, καὶ τούτοις κλισιάδες τε αὐτοῖς ἀνεῖνται πανταχοῦ
γῆς καὶ διὰ πάντων ἡ κοινωνία τῷ πατρὶ σώζεται, νεῶν,78

46

θυσιῶν, παιάνων, προσόδων, ἔργων ἃ πράττουσιν. ὦ μα‐ καριστοὶ μὲν ὑμεῖς τῶν ἄνω προγόνων ἐπ’ ἀμφότερα, εὐδαίμονες δὲ τῶν ἀφ’ ὑμῶν φύντων, ἔτι δὲ ὑμῶν τε αὐτῶν καὶ ἀδελφῶν, οἷς Ἰασώ τε καὶ Πανάκεια καὶ Αἴγλη
5σύνεστι καὶ Ὑγίεια, ἡ πάντων ἀντίρροπος, Ἠπιόνης δὴ παῖδες ἐπώνυμοι· οὐδ’ ὑμῖν θᾶκοι χωρὶς ἀλλήλων οὐδὲ διεσκηνώσατε. ὦ κάλλιστος μὲν αὐτοὶ χορὸς τῷ πατρὶ, πολλοὺς δὲ ἀνάγοντες παρὰ ἀνθρώπων, χοροποιοὶ μακρῷ πάντων ἄριστοι, καὶ προσέτι ἱεροποιοί τε καὶ ἐπιστάται
10κρατήρων καὶ χαρίτων ἁπασῶν, αἱ μὲν ἄλλαι θυσίαι τε καὶ ἑορταὶ νόμῳ καθεστᾶσιν, ὡς εἰπεῖν, αἱ δ’ ἀφ’ ὑμῶν καὶ τοῦ περὶ ὑμᾶς ἐργαστηρίου πλεῖσται μὲν ἐφ’ ἡμέρᾳ καὶ πρὸς ἁπάσας τὰς ἄλλας, καθαρῶς δὲ ἀπὸ καρδίας ἔρχονται, τὴν εὐθυμίαν ἀφ’ ὧν σύνισμεν φέρουσαι, ὑμῶν
15ἴχνη πλεῖστα καὶ φανερώτατα. ἀεὶ δ’ ὥσπερ ἀνθρώπῳ
σκιὰ, φῶς ὅποι κινοῖσθε ἕπεται. ὦ Διοσκούροις ἰσόμοιροι καὶ ἡλικιῶται ἐν ἑτέρῳ χρόνῳ τῆς γενέσεως, οἳ πολλὰς μὲν ἤδη τρικυμίας κατεπαύσατε, πολλοὺς δὲ καὶ στιλπνοὺς λαμπτῆρας ἔν τε νήσοις καὶ κατ’ ἤπειρον ἀνήψατε, οὗτος79
20ὑμῖν ὁ παρ’ ἐμοῦ λόγος ἐξ ὕπνου τε καὶ ἐνυπνίου συν‐ τεθεὶς εὐθύς. ὑμεῖς δὲ τῇ ὑμετέρᾳ πρᾳότητι καὶ φιλαν‐ θρωπίᾳ διαθέντες αὐτὸν εἰς καλλίους, τῆς τε νόσου παύετε καὶ διδοίητε ὑγιείας τε ὅσον οἷς ἡ ψυχὴ βούλεται τὸ σῶμα
ὑπακούειν, καὶ τὸ σύμπαν εἰπεῖν, βίου ῥᾳστώνην.80