TLG 0284 005 :: Aelius ARISTIDES :: Ἡρακλῆς

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Ἡρακλῆς

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 53–62.

Citation: Jebb page — (line)

Ἀλλ’ ὦ φίλτατε Ἡράκλεις σέ γε ἐπαινεῖν ἄθλων ὁ ἥδι‐ στος· πάντως δὲ πολυύμνητος εἶ. πολλοὶ μὲν γὰρ οἱ κα‐
10ταλογάδην ᾄδοντες τὰ σὰ, πολλὰ δὲ ποιηταὶ κατὰ πάντας τρόπους ὑμνήκασι· μέγιστον δὲ ὁ καθ’ ἡμέραν ὑπὸ πάν‐ των ἔπαινος ἐπὶ πάσης τῆς παραπιπτούσης προφάσεως ἀεὶ γιγνόμενος. καὶ θαῦμά γ’ οὐδὲν τοσοῦτον τῆς ἀνθρω‐ πείας φύσεως ὑπερᾶραι ᾧ πατὴρ μὲν τὰ πρῶτα τῶν ὄν‐
15των, μήτηρ δὲ ἣν ἐκεῖνος ἐξ ἁπασῶν προὔκρινε. τοσαύτην δὲ ἔσχε τὴν σπουδὴν εἰς τὴν γένεσιν αὐτοῦ ὥστε τρεῖς ἡμέρας καὶ νύκτας ἑξῆς, ὥς φασι, συνῆν αὐτῇ, βουλό‐ μενος τῆς αὑτοῦ φύσεως ὅτι πλεῖστον καὶ ἀκριβέστατον εἰς τὰς γονὰς καταθέσθαι. ἦν γὰρ ὑπὲρ τῶν ὅλων ἡ
20βουλὴ, ὅπως κοσμηθείη τὰ τῶν ἀνθρώπων πράγματα καὶ γῆ καὶ θάλαττα ἐνεργὰ κατασταίη. καὶ γίγνεται δὴ οὕτως Ἡρακλῆς συνεργὸς τῷ πατρὶ καὶ ὕπαρχος τῶν ὑπὸ τὸν τῆς σελήνης πόλον, καὶ τὰ σημεῖα εὐθὺς ἠκολούθησεν. ἐπελθόντας γὰρ αὐτῷ τοὺς δράκοντας ἐπὶ τὰ σπάργανα
25ἀντ’ ἄλλης κινήσεως τῆς χειρὸς διεχρήσατο· παῖς δ’ ἔτ’ ἦν καὶ Θηβαίους ἀντ’ ἄλλης παιδιᾶς ἠλευθέρωσε τοῦ
δασμοῦ, ὃν ἐκεῖνοι συχνὸν ἤδη χρόνον Ὀρχομενίοις ἔφε‐53

32

ρον. ἀρξάμενος δὲ ἀφ’ ἑστίας ἐκάθηρε τὴν Ἑλλάδα, ἔπειτα δὲ καὶ τὸ κοινὸν γένος τῶν ἀνθρώπων, πάντας ἐφεξῆς ἐπιὼν, τούς τε ἐν ταῖς νήσοις καὶ τοὺς κατ’ ἤπειρον, οὐ‐ δὲν τῶν εἰς εὐεργεσίαν φερόντων ἐλλείπων, ἀλλὰ τὰ μὲν
5θηρία χειρούμενος, ὧν ὑπὸ πλήθους καὶ μεγέθους ἀοί‐ κητα ἦν τὰ πολλὰ τῆς χώρας, τοὺς δὲ τυράννους ἀναιρῶν ὃν ἑκάστους αὐτῶν προσῆκε τρόπον, τὰς δὲ πόλεις σω‐ φρονίζων τὰς μὲν τοῖς νόμοις, τὰς δὲ τοῖς ὅπλοις, λῃστὰς δὲ χερσαίους τε καὶ θαλαττίους καὶ πάντας ὅσοι ῥώμῃ
10σώματος θαρροῦντες ὕβριζον εἰς τοὺς ἐλάττους πανωλε‐ θρίᾳ διαφθείρων, ὁμοίως ἔν τε τῇ Ἑλλάδι καὶ τῇ βαρ‐ βάρῳ. πάντα γὰρ τὰ τῇ φύσει πολέμια ἐχθρὰ ἡγήσατο ἑαυτοῦ, καὶ μόνος τῶν εἰς γῆν ἐλθόντων εἰς κοινὸν ἅπα‐ σιν ἐνομοθέτησεν, οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θη‐
15ρίοις ὡς εἰπεῖν, ὅς γε καὶ τὰς ὄρνις τὰς περὶ Στύμφηλον διαφθειρούσας τὰ πολλὰ τῆς Ἀρκαδίας εὗρεν ὅπως ἐκβάλῃ, ὥσπερ οὐ μόνον γῆν καὶ θάλατταν, ἀλλὰ καὶ τὸν ἀέρα αὐτῷ προσῆκον ἐλευθεροῦν. καὶ μὴν ὅσα μὲν ποταμῶν ῥεύμασιν ἢ λίμναις ἐπιέζετο, γῆν καθίστη ξηρὰν, ὅσα δ’
20αὖ τῆς ἐξ ὕδατος καθάρσεως ἐδεῖτο, τοὺς ποταμοὺς ἐφιεὶς οὐ μόνον φορητὰ ἰδεῖν, ἀλλὰ καὶ ἐνεργὰ ἀπέφαινε. καὶ οὕτω δὴ κατειργάσατο γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ λίμνας καὶ ἀέρα καὶ πέτρας καὶ ἄνδρας καὶ πόλεις, τοὺς νόμους τοῖς ὅπλοις συγκεραννὺς, ὥστε τῆς ἐκείνου
25δυναστείας μηδὲν εἶναι μήτε λαμπρότερον μήτε λυσιτελέ‐ στερον χρήσασθαι. βίᾳ μὲν γὰρ ἀρρήκτῳ οὐδὲν αὐτὸν ἐξέ‐ φυγε τῶν ἐγχειρισθέντων, δικαιοσύνης δὲ ὑπερβολῇ πάντ’ ἐγίγνετο ἐπ’ ὠφελείᾳ τοῦ κοινοῦ γένους. ἐκ δὲ τούτων ποιηταὶ Προμηθέας τε ὑπ’ αὐτοῦ λυομένους συνέθεσαν,54
30ὡς καὶ ὅσα δήσειεν ὁ Ζεὺς, ταῦτ’ ἐξὸν Ἡρακλεῖ λῦσαι, καὶ τὸν Ἄτλαντα ὡς ἀπέπαυσε διαδεξάμενος καὶ ἀνασχὼν τὸν οὐρανὸν αὐτὸς, καὶ τὸν Κέρβερον ὡς ἀνήγαγεν ἐξ Ἅιδου καὶ μετ’ αὐτοῦ Θησέα τὸν τῶν Ἐρεχθειδῶν, καὶ ὡς Πλού‐ τωνα καὶ Ἥραν τρώσειε, καὶ τοὺς Γίγαντας ὡς χειρώ‐
35σαιτο ἐπίκουρος τοῖς θεοῖς γενόμενος· τὰ δ’ οἶμαι βούλε‐55

33

ται λέγειν δι’ ὑπερβολῆς ὅτι Ἡρακλῆς πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλατταν διηρευνήσατο, καὶ πρὸς ἅπαντας ὅρους καὶ πάσας ἐσχατιὰς ἀφίκετο, καὶ οὐδὲ τῶν κάτω γῆς ἄρα ἠμέλησεν, οὐδὲ τῶν μέχρι οὐρανοῦ, ἀλλ’ οὕτω
5σφόδρα ἐν καιρῷ πᾶσιν ἀνθρώποις ἐγένετο ὥστε καὶ τοῖς θεοῖς Ἡρακλέους ἐδέησε πρὸς τὸ καταστήσασθαι τὰ ἑαυ‐ τῶν πράγματα. δοκεῖν δέ μοι καὶ τὴν ἔξω θάλατταν πρὸς τὴν εἴσω πρῶτος ὡρίσατο, προμνώμενος τοῖς Ἕλλησι πάντα τοῦτον τὸν τόπον ὡς οἰκεῖον οἰκίζειν, καὶ τῶν
10στηλῶν τοῦτ’ εἶναι τὸ βούλημα, ἃς ἔτι νῦν Ἡρακλέους
ὀνομάζομεν. Οὐ μόνον δὲ τοῖς ὑφ’ Ἑλλήνων λεγομένοις ἀκολου‐ θῶν ἄν τις γνοίη τὴν ἐκείνου φύσιν καὶ ὅτι κρείττων ἢ κατ’ ἀνθρώπους ἐγένετο, ἀλλ’ ἴσμεν Αἰγυπτίους ὅσον56
15τινὰ ἄγουσι θεὸν Ἡρακλέα καὶ Τυρίους ὅτι πρῶτον σέβουσι θεῶν. καίτοι εἰ μὲν ἅπαντες τὸν αὐτὸν νομίζοντες οὕτω τιμῶσι, τί μεῖζον ἂν εἴποι τις σύμβολον τῆς δυνά‐ μεως; εἰ δ’ οἱ μὲν ὡς ἕνα τῶν πρεσβυτάτων θεῶν νομί‐ ζουσιν, ἡμεῖς δ’ ὡς ὅμοιον ἐκείνῳ τοῦτον τῆς αὐτῆς
20ἠξιώκαμεν τιμῆς, καὶ οὕτω κρείττων ἢ κατ’ ἄνθρωπον γεγονὼς δείκνυται. δῆλα δὲ καὶ ταῖς τοῦ θεοῦ μαντείαις. ἐπειδὴ γὰρ ἀπῆλθεν ἐξ ἀνθρώπων Ἡρακλῆς καθαρθεὶς ὃν λέγεται τρόπον, εὐθὺς ἐξηγεῖτο νεώς τε Ἡρακλέους ἱδρύεσθαι καὶ θύειν ὡς θεῷ· καὶ ταῦτα μέντοι πρὸς τὴν57
25τῶν Ἀθηναίων φράζων πόλιν, ἣ καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας καὶ τῶν ἄλλων τῶν σπουδαιοτάτων ὥσπερ ἡγεμὼν τοῖς ἅπασιν ὑπῆρχεν. ἔτι δ’ αὐτῇ καὶ φιλίας συμβόλαια πρὸς Ἡρα‐ κλέα πάμπολλα ὑπῆρχεν ἄλλα τε καὶ ὅτι πρῶτον ξένον
30ἐμύησεν, ἕως ἦν ἐν ἀνθρώποις. καὶ τοσοῦτόν γε τὸ ἐναρ‐ γὲς τῆς σπουδῆς ἐγένετο καὶ οὕτω σφόδρα τῆς κρείττονος μοίρας ἐκρίθη τὸ ἐκείνου πρᾶγμα ὥστε καὶ ὅσα Θήσεια
ἦν κατὰ δήμους, ἅπαντα μετεσκεύασαν καὶ κατέστησαν Ἡράκλεια ἀντὶ Θησείων, νομίσαντες Θησέα μὲν ἄριστον58
35εἶναι τῶν πολιτῶν, Ἡρακλέα δὲ ὑπὲρ ἀνθρώπου φύσιν.

34

τί δ’ ἄν τις τὰ πολλὰ λέγοι; ἔτι γὰρ καὶ νῦν ἐναργὴς ἡ κίνησις τοῦ θεοῦ. τοῦτο μὲν, ὡς ἀκούομεν, περὶ Γά‐ δειρα θαυμαστὰ οἷα ἐργάζεται καὶ νομίζεται δεύτερος οὐδενὸς τῶν πάντων θεῶν, τοῦτο δὲ ἐν Μεσσήνῃ τῆς
5Σικελίας νόσων τε ἁπασῶν ἐκλύεται καὶ τοὺς ἐν τῇ θα‐ λάττῃ κινδύνους οἱ διαφυγόντες ἐξ ἴσου Ποσειδῶνί τε καὶ Ἡρακλεῖ τὴν εὐεργεσίαν λογίζονται. πολλὰ δ’ ἂν καὶ ἄλλα ἔχοι τις χωρία καὶ ἱερὰ τοῦ θεοῦ καταλέγειν καὶ δυνάμεις ἐμφανεῖς. ἀλλὰ τί δεῖ τὰ πόρρω λέγειν; ἀλλὰ
10τὸ στρατήγιον ἡμῖν Ἡράκλειον ἔοικεν εἶναι. κἀν τούτῳ πολλάκις ἤδη παίζων ὤφθη σφαίραις τισὶν Ἡρακλείοις. αὗται δέ εἰσι λίθοι στρογγύλοι σταθμὸν ἄγοντες οὐκ ὀλίγον. τούτων κτύπος τε ἀκούεται καὶ αὐτοὺς ἑτέρωθεν ἑτέρωθι φέρων τίθησι. θαυμαστὰ δὲ καὶ τὰ τῆς ἄλλης
15ἐπιφανείας· ὥστε καίπερ οὕτω κοινὸν ὂν τὸ στρατήγιον ταῖς ἀκριβείαις ταῖς περὶ τὸν θεὸν ἀντ’ ἀδύτου καθέ‐ στηκε. τί δ’ ἂν εἴποις· τὴν περιβόητον κλῆσιν ἔν τε δὴ κωμῳδίαις καὶ τραγῳδίαις καὶ πᾶσι λόγοις, ἔτι καὶ νῦν παντὸς ὡς εἰπεῖν ὦ Ἡράκλεις βοῶντος ἐπὶ ἅπαντι τῷ
20χρείας ἱσταμένῳ, τοῦτο δὴ τὸ τοῦ Σοφοκλέους, ἆρ’ οὐ μέγιστον ὑπόμνημα καὶ σύμβολον εἶναι τῆς ἐκείνου δικαιο‐ σύνης καὶ δυνάμεως καὶ ὡς τῆς ἀνθρωπείας προὔστη
φύσεως πάντας ἄγων πρὸς τὸ βέλτιστον; δι’ ἃ δὴ καὶ οἱ κατ’ αὐτὸν ὄντες τότε ἐκάλουν εἰς ἅπαντα, καὶ νῦν59
25ἐμμεμένηκε τὸ ῥῆμα ἀπὸ τῆς ἀρχαίας συνηθείας. αἱ τοίνυν ἐπωνυμίαι καλλίνικός τε καὶ ἀλεξίκακος ἡ μὲν μόνῳ θεῶν, ἡ δ’ ἐν τοῖς πρώτοις δέδοται. Κῶοι δὲ, ὡς ἐγὼ μέμνη‐ μαι, καὶ ἄλεξιν τὸν Ἡρακλέα νομίζουσι. καὶ αὐτοῖς ἕστηκεν Ἡρακλῆς ἐκ θεοπροπίου ἐπηρμένος τῷ νώτῳ τὸ
30ῥόπαλον ὡς κύριος ὢν καὶ τὸν οὐρανὸν εἰς συμμετρίαν ἄγειν. οὐ τοίνυν τοσαῦτ’ ἄν τις ἔχοι μόνον εἰπεῖν περὶ τοῦ θεοῦ, ὧν τὰ μὲν, ἡνίκ’ ἐν ἀνθρώποις ἦν, τὰ δὲ καὶ νῦν ἔτι φαίνεται πράττων αὐτὸς ἐφ’ ἑαυτοῦ. ἀλλὰ καὶ ἡ τῶν παίδων γένεσις ἐν πρώτοις ἂν εἴη· οὓς ἐκεῖνος
35ἐποιήσατο σωτῆρας κοινοὺς τῆς Ἑλλάδος καὶ τῆς αὐτοῦ

35

πολιτείας κληρονόμους. ὧν οἱ μὲν τὴν Πελοπόννησον ἐκόσμησαν μένοντες, οἱ δ’ Ἰταλίαν καὶ Σικελίαν εἰς το‐ σοῦτον σχήματος προὐβίβασαν. ἕτεροι δὲ εἰς τὴν Ἀσίαν περαιωθέντες τὰς ταύτῃ πόλεις Δωριέων ᾤκισάν τε καὶ
5διῴκησαν. ἔοικε δὲ καὶ ἡ τῶν Λακεδαιμονίων πόλις εἰκών τις Ἡρακλέους γενέσθαι, ὡς μικρὸν μεγάλῳ εἰκάσαι· καὶ
μάλα γε εἰκότως. οἱ γὰρ Λεωνίδαι καὶ οἱ Λεωτυχίδαι καὶ Ἀρχίδαμοι καὶ Ἀγησίλαοι καὶ Ἄγιδες καὶ πρὸ τούτων ὁ τοὺς νόμους θεὶς αὐτοῖς Λυκοῦργος, πάντες οὗτοι τῆς60
10Ἡρακλέους εἰσὶν ἀπορροῆς, οἳ ἐκείνους εἴθισαν ὀλίγους μὲν ὄντας ἀντὶ πολλῶν εἶναι, προΐστασθαι δὲ τῶν ἐν χρείᾳ πάντων ἀμισθὶ, στρατηγὸν δὲ Σπαρτιάτην πλέον ποιεῖν ἢ στράτευμα ἑτέρων. οὕτω καὶ δι’ αὑτοῦ καὶ διὰ τῶν ἐκγόνων ἀρετῆς ὡσπερεὶ πηγὰς τοῖς Ἕλλησιν ἐμηχα‐
15νήσατο, καὶ τοῖς μὲν ἀσκεῖν τὰ κάλλιστα, τοῖς δὲ ἔχειν ὑφ’ ὧν σωθήσονται παρεσκεύασεν. οὐ τοίνυν ἐπὶ πράξεσι μόνον καὶ ἀγῶσιν ἔχοι τις ἂν Ἡρακλέους μνημονεύειν, ἀλλὰ κἀν ταῖς εὐθυμίαις τοῦ βίου πολλοῦ τινος ἄξιος. δηλοῖ δὲ τῶν ἀγαλμάτων αὐτοῦ τὰ πίνοντα. μοῖραν δ’
20ἔλαχε θαυμαστὴν παρὰ πάντων θεῶν, ὅν γε δὴ Ζεὺς μὲν εἰς φῶς ἤγαγεν, Ἀθηνᾶ δὲ παραλαβοῦσα ἐπετρόπευσε καὶ τοὺς ἄθλους ἑξηγεῖτο, Ἀφροδίτη δὲ καὶ Διόνυσος ἠσπά‐ ζοντο καὶ τὰς ἀναπαύσεις τῶν πόνων ἀξίως ἐδωροῦντο. Ἥρας δὲ κηδεία καὶ Ἥβης γάμος ἀρχαῖα λέγειν. τοσοῦ‐
25τον γὰρ, ὡς ἔοικεν, αὐτῷ τὸ τῆς ῥώμης ἀπεδόθη ὥστε
πάντων θεῶν ἀκμήτων ὄντων δι’ αἰῶνος, διαφερόντως Ἡρακλῆς δοκεῖ τὴν ἥβην ἔχειν. ἀλλὰ μὴν Ἑρμοῦ γε καὶ Ἡρακλέους ἔστι νῦν ἀγάλματα κοινά· πρὸς τοσοῦτον ἥκουσι τῆς ἑταιρίας. ἴδοις δ’ ἂν καὶ ἐν ὄρεσι μέσοις61
30Ἡρακλέα παρὰ μητρὶ θεῶν καὶ ἐν ἄστεσι καὶ πάλιν αὖ σὺν Διοσκούροις. λουτρῶν τε τὰ ἥδιστα Ἡράκλεια ἐπωνυ‐ μίαν ἔχοντά ἐστι· χωρὶς δὲ πηγαὶ ποταμίων ὑδάτων ἐπώ‐ νυμοι καὶ αὐταὶ τοῦ θεοῦ. τοσαύτην παρὰ ταῖς Νύμφαις

36

εἴληχε τὴν προεδρίαν. εἰ δ’ ὀρθὴ δόξα τοῦ Θασίου ξένου ἤτοι Μακεδόνος γε, ὃς ἔφη ποτὲ παιᾶνα δόξαι ᾄδειν ὑπ’ ἐμοῦ πεποιημένον, εἶναι δ’ αὐτῷ τοῦτο ἐπᾳδόμενον, ἰὴ Παιὰν Ἥρακλες Ἀσκληπιὲ, εἰ ταῦτ’ ἀληθῆ καὶ κύρια,
5καλὸν ἄν τι χρῆμα καὶ τοῦτο συζυγίας πεφηνὸς, ὁ καλ‐ λίνικος ἅμα τῷ σωτῆρι. οὕτω καὶ ἐν πόνοις καὶ ἐν θυ‐ μηδίαις καὶ ἐν θεραπείαις σώματος καὶ πανταχοῦ καιρὸν ἔχων ἐστὶν ὁ θεός. ἅπασι μὲν οὖν ἀνθρώποις ἐν μνήμῃ καὶ τιμαῖς Ἡρακλῆς, ἐμοὶ δέ τι καὶ φιλίας ἴδιον πρὸς
10αὐτόν ἐστιν, ἔκ τινος φωνῆς θείας γενομένης. ἐδόκει δὲ ἥκειν ἐκ τοῦ μητρῴου. παρεκελεύετο δὲ ἀνέχεσθαι τὰ συμπίπτοντα, ἐπειδή γε καὶ Ἡρακλῆς Διὸς παῖς ὢν ἠνέσχετο. οὗτός σοι, ὦ φίλε Ἡράκλεις, ὁ παρ’ ἡμῶν λόγος ἀντ’ ἄλλου μέλους ᾐσμένος κατὰ τὴν τοῦ ἐνυπνίου
15δόξαν, ἣν ἐδόκουν Ἡρακλέους ἔπαινον λέγειν ἐν προθύ‐
ροις Ἀπόλλωνος.62