TLG 0284 004 :: Aelius ARISTIDES :: Διόνυσος

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Διόνυσος

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 47–52.

Citation: Jebb page — (line)

Ἡγείσθω μὲν αὐτὸς Ἀσκληπιὸς ὁ φήνας τὸ ὄναρ, ἡγεί‐
20σθω δὲ Διόνυσος αὐτὸς, ᾧ χορεῦσαι δεῖ, Ἀπόλλων τε μουσηγέτης, τοῦ μὲν πατὴρ, τοῦ δὲ ἀδελφὸς, ὡς λόγος. τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου Ὀρφεῖ καὶ Μουσαίῳ παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομο‐ θετῶν· αὐτοὶ δὲ ὡσπερεὶ συμβόλου χάριν ὡς οὐ τῶν ἀμυή‐
25των ἄρ’ ἦμεν, συμμέτρῳ τῇ φωνῇ προσείπωμεν τὸν θεόν· πάντως δὲ καὶ μήκη καὶ βραχύτητες καὶ ὁτιοῦν τῶν ἐν τῇ φύσει φίλον αὐτῷ. καί πως καὶ τὰ ἐκ τοῦ ὀνείρατος συμ‐ βαίνει, τὸ δεῖν εἶναι πολυμηχάνους περὶ τοὺς λόγους. Ζεὺς

29

Σεμέλῃ συγγίγνεται· καὶ ἐπειδὴ ἐκύει ἡ Σεμέλη, ὁ Ζεὺς βουλόμενος ἀμφότερα αὐτὸς ᾧ Διονύσῳ γενέσθαι, πατήρ τε καὶ μήτηρ, τὴν μὲν Σεμέλην ἐκ τῆς γῆς εἰς τὸν Ὄλυμ‐
πον κομίζει διὰ πυρὸς, αὐτὸς δὲ ἀναλαβὼν τὰς αὑτοῦ47
5γονὰς ἐρραψάμενος τῷ μηρῷ ἐφόρει δέκα μῆνας ἐξ ἀρχῆς, δίαιταν ἔχων ἐν Νύσῃ τῇ ὑπὲρ Αἰθιοπίας. καὶ ἐπειδὴ ὡραῖον ἦν, καλέσας τὰς Νύμφας λύει τὸ ῥάμμα, καὶ γίγνε‐ ται δὴ οὕτως ὁ Διόνυσος διχόθεν προσήκων τῷ πατρί. οὕτω δή τι διαφερόντως αὐτὸν ὁ Ζεὺς ἐτίμησε παρὰ πάν‐
10τας θεούς τε καὶ ἀνθρώπους. οὔτε γὰρ αὐτὸς ἄλλῳ τῳ ταῦτα ἄμφω κατέστη οὔτε ἄλλος ἄλλῳ τῳ. ταῦτ’ ἄρα καὶ
ἄρρην τε καὶ θῆλυς ὁ θεὸς, φασὶν, ὅτι αὐτῷ καὶ ὁ πα‐ τὴρ ἑκατέρας τῆς φύσεως μετέσχεν εἰς αὐτόν. ἤδη δέ τι‐ νων ἤκουσα καὶ ἕτερον λόγον ὑπὲρ τούτων ὅτι αὐτὸς ὁ48
15Ζεὺς εἴη ὁ Διόνυσος. καὶ τί ἂν εἴποις ὑπὲρ τοῦτο; ἔστι δὲ τῇ φύσει καὶ τὴν μορφὴν προσεοικώς. ὥσπερ γὰρ δίδυ‐ μος πάντη αὐτὸς πρὸς ἑαυτόν ἐστι. καὶ γὰρ ἐν ᾐθέοις καὶ ἐν κόραις * * καὶ αὖ ὡς ἐν ἄρρεσιν ἀγένειός τε καὶ Βρισεὺς, καὶ πολεμικός τε δὴ καὶ εἰρηναῖος διαφερόντως
20θεῶν. διδόασι δ’ αὐτῷ καὶ τὸν Πᾶνα χορευτὴν τελεώτα‐ τον θεῶν ὄντα, ὡς Πίνδαρός τε ὑμνεῖ καὶ οἱ κατ’ Αἴ‐ γυπτον ἱερεῖς κατέμαθον. καὶ μὴν καὶ τὴν Ἥραν λέγου‐ σιν ὡς μόνος θεῶν τῷ υἱεῖ διήλλαξε κομίσας τὸν Ἥφαιστον ἄκοντα εἰς τὸν οὐρανὸν, καὶ ταῦτά γε ἀναθεὶς ὄνῳ. καὶ
25ὡς μὲν αἴνιγμά ἐστιν ἐν τῷ λόγῳ δῆλον, δῆλον δὲ καὶ οἷ τελευτᾷ τὸ αἴνιγμα, ὡς ἄρα πολλή τις καὶ ἄμαχος ἡ δύναμις τοῦ θεοῦ, καὶ δύναιτ’ ἂν καὶ ὄνους πτεροῦν, οὐχ ἵππους μόνον· ὥσπερ καὶ λεόντων γάλα ἀμέλγειν ἀνέθηκέ τις αὐτῷ Λακωνικὸς ποιητής· καὶ οὐδὲν ἄρα
30οὕτως βεβαίως δεδήσεται, οὐ νόσῳ, οὐκ ὀργῇ, οὐ τύχῃ
οὐδεμιᾷ, ὃ μὴ οἷόν τ’ ἔσται λῦσαι τῷ Διονύσῳ. ἀλλὰ καὶ συμπότης ὁ τέως πολέμιος, καὶ ὁ γέρων ἀνηβήσει, καὶ πίεται κινοῦντος τοῦ θεοῦ. ταῦτα αὖ Σειληνοί τε μαρτυ‐49

30

ροῦσι καὶ οἱ περὶ τοῦτον χορευταί· καὶ τήν γε ῥᾳστώνην τοῦ κράτους νάρθηκές τε ἀντὶ δόρατος καὶ νεβρὶς ἀντὶ λεοντῆς αὐτῷ πεπορισμένα, καὶ κύλιξ ἀντὶ ἀσπίδος κοίλης, ὡς τὸ αὐτὸ ποιούντων Διονύσῳ μάχεσθαί τε καὶ πίνειν.
5καὶ οὐ πολὺ τοὐμμέσῳ τοῦ τε ἀγῶνος καὶ τῶν ἐπινικίων. Ἰνδοὺς δὲ καὶ Τυρρηνοὺς λέγουσιν ὡς κατεστρέψατο, αἰ‐ νιττόμενοι δοκεῖν ἐμοὶ διὰ μὲν τῶν Τυρρηνῶν τὰ πρὸς ἑσπέραν, διὰ δὲ τῶν ἑτέρων τὸν πρὸς ἕω τόπον τῆς γῆς ὡς ἁπάσης αὐτὸν ἄρχοντα. Βάκχαι δὲ καὶ ἀνθ’ ἱππέων
10αὐτῷ προϊοῦσαι καὶ τοξοτῶν, τῆς τε σκευῆς ἀκόλουθα ἣν ἀρτίως ὑμνοῦμεν καὶ ἅμα καὶ τοῦτο ἐπισφραγίζονται ὅτι τῆς Διονύσου πολιτείας ἄρα ἦν καὶ γυναικεῖα στρα‐ τόπεδα ὁμοῦ τοῖς τῶν ἀνδρῶν, καὶ οὐ τοὺς ἄνδρας θη‐ λύνειν μᾶλλον ἢ τὰς γυναῖκας εἰς ἀνδρῶν τάξιν καθιστά‐
15ναι Διονυσιακόν· οὕτω μέγας καὶ πολύτροπος καὶ παναρ‐ μόνιός ἐστι. δῆλον δὲ καὶ ἐνθένδε. Ἀφροδίτῃ μὲν γὰρ κοι‐ νωνήσας θέατρά τε ἀνοίγνυσι καὶ συμποσίων καὶ θιάσων ἔξαρχος γίγνεται, Ἄρει δὲ εἰς ταυτὸν ἐλθὼν ἔνοπλος γίγνε‐ ται· καὶ μὴν ἔμπυρός γε ἅμα Ἀθηνᾷ καὶ Ἡφαίστῳ γε‐
20νόμενος. κήρυκες δὲ καὶ Εὐμολπίδαι πάρεδρον Ἐλευσινίαις
αὐτὸν ἐστήσαντο, καρπῶν ἔφορον καὶ τροφῆς ἀνθρώποις. ὃ δὲ τούτῳ πρέπειν μοι δοκεῖ προσθεῖναι, μόνος γὰρ τῶν ἱερῶν φασμάτων ἐξεφοίτησεν ἐν τῷ κινδύνῳ τῷ Μηδικῷ. οὕτω τοῖς ὅλοις φιλάνθρωπος ὢν ἐπὶ τοὺς Ἕλληνας ῥέπει.50
25Νύμφαις τοίνυν ἀνακραθεὶς πολλὰ δὴ καὶ παντοῖα ἐχό‐ ρευσέ τε καὶ χορεύει κατ’ ἀνθρώπους, ἀκριβέστερον Εὐρυ‐ κλέους τἄνδοθεν καταλαμβάνων, καὶ ποιεῖ χορευτὴν κἂν ἄμουσος ᾖ τὸ πρίν. ὁ δὲ σκιρτᾷ τε καὶ παίζει καὶ μελῳ‐ δεῖν ἐθέλει, καὶ ταῦτα μέντοι ἀπὸ κλίνης καὶ σκίμποδος.
30οὕτως πᾶν δρᾶν ὁ θεὸς πεφυκώς ἐστιν. ὁ δὲ θαυμαστὸς ἀνθρώπων τύραννος Ἔρως ἐκ Διονύσου πηγῶν ἀρυσάμε‐ νος γῆν ἅπασαν ἐπέρχεται προηγητῇ Διονύσῳ χρώμενος, οὐδ’ αὐτῷ θᾶκοι τούτου χωρὶς οὐδ’ ἔργα οὐδ’ εὐναί. νυκτὸς τοίνυν καὶ ἡμέρας πέρατα ἐπισκοπεῖ, τὴν μὲν ἡμέ‐51

31

ραν αὐτὸς δᾳδοῦχός τε καὶ ἡγεμὼν τῆς ὄψεως γιγνόμενος, τὴν δὲ νύκτα ἑτέροις παριείς· ἀργῶν δ’ ὅμως οὐδ’ οὕτως, ἀεὶ δ’ ἐν φορᾷ καὶ κινήσει τὸν αἰῶνα διεξέρχεται. πρεσβύ‐ τατος δὲ ὢν θεῶν αὐτὸς καὶ νεώτατός ἐστι, τῆς δ’ ἀεὶ
5παρούσης ὥρας καὶ μοίρας φίλος. καί μοι χαίρειν ἤδη τὸν Ἴακχόν τε καὶ τὰ πολλὰ δὴ ταῦτα κεκλημένον. πλή‐
ρης γὰρ ὡς τὰ νῦν ἡ φιλοτησία.52