TLG 0284 002 :: Aelius ARISTIDES :: Ἀθηνᾶ

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Ἀθηνᾶ

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 12–28.

Citation: Jebb page — (line)

9

Ἔστω τοίνυν ἡμῖν ὕπαρ τὸ ὄναρ· σὺ δ’, ὦ δέσποινα Ἀθηνᾶ, τήν τε ἄλλην δίδου τύχην καὶ χάριν καὶ τοῦ παρόντος ἔφαψαι λόγου, τά τε φανθέντα τέλει πρὸς τὴν ἀξίαν, ὡς ἐναργῆ τῆς νυκτὸς ἐδείκνυτο· ὡς δὲ καὶ ἔργῳ
5συμβῆναι σαφῆ καὶ βέβαια, ὅδε σοὶ λόγος ἔσται μικτὸς
εὐχῆς τε καὶ ὕμνου τὰ νῦν. πάντα μὲν οὖν τὰ κάλλιστα περὶ Ἀθηνᾶν τε καὶ ἐξ Ἀθηνᾶς, ἐν δὲ τοῖς ἀξιολογώτα‐ τον αἱ γοναὶ τῆς θεοῦ, κεφάλαιον μὲν εἰπεῖν ὅτι τοῦ πάντων δημιουργοῦ καὶ βασιλέως παῖς ἐστι μόνη δὴ μόνου.12
10οὐ γὰρ εἶχεν ἐξ ὅτου ὁμοτίμου ποιήσειεν αὐτὴν, ἀλλ’ ἀναχωρήσας αὐτὸς εἰς αὑτὸν αὐτὸς ἐξ αὑτοῦ γεννᾷ τε καὶ τίκτει τὴν θεόν· ὥστε ἐστὶ μόνη βεβαίως γνησία τοῦ πατρὸς, ἐξ ἴσου καὶ ὁμολογοῦντος ἑαυτῷ τοῦ γένους γενο‐ μένη. τὸ δὲ ἔτι τούτου μεῖζον, ὅτι καὶ ἐκ τοῦ καλλίστου
15τῶν ἑαυτοῦ, ἐκ τῆς κεφαλῆς, ἀνῆκεν αὐτὴν, ὡς ἄρα οὔτε ἐκ τῆς ἐκείνου κεφαλῆς κάλλιον ἦν ἀνελθεῖν οὐδὲν οὔτε Ἀθηνᾷ τόπος βελτίων ἀνασχεῖν· ἀλλὰ κατ’ ἀξίαν ἄμφω συνέβαινε. γενομένη δ’ ἐκ Διὸς καὶ μόνου καὶ ἐκ τῆς κεφαλῆς οὐχ ἧττον τούτων θαυμαστὸν τὸ τέταρτον ἐφείλ‐
20κετο, ὃ δή φασι συμβῆναι περὶ τὸ χάσμα τῆς κεφαλῆς τοῦ θεοῦ φάσμα· ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ

10

πατρός. διὸ δὴ καὶ οὐ θέμις οὐδέποτε αὐτὴν καταλιπεῖν
τὸν πατέρα, ἀλλ’ ἀεὶ πάρεστί τε καὶ συνδιαιτᾶται, κα‐ θάπερ συμπεφυκυῖα, ἀναπνεῖ τε εἰς αὐτὸν καὶ σύνεστι μόνη μόνῳ τῆς γενέσεως μεμνημένη, καὶ τῶν ὠδίνων ἀπο‐13
5διδοῦσα πρέποντα τὸν μισθόν. δοκεῖ δέ μοι καὶ πρεσβυ‐ τάτη θεῶν φῦναι, ἢ κομιδῆ τινῶν εὐαριθμήτων καὶ τῶν πρώτων ὄντων ἐν τῷ τότε· οὐ γὰρ ἂν ἄλλως ἕκαστα ὁ Ζεὺς διεῖλεν, εἰ μὴ πάρεδρόν τε καὶ σύμβουλον τὴν Ἀθη‐ νᾶν παρεκαθίσατο. καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα δι’
10αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται· οἷα δὲ ἐν αὐλῇ θαυματο‐ ποιῶν ἅμα τοῖς αὐτοῖς ὅ τε Ζεὺς καὶ ἡ θεὸς χρῆται. οὕ‐ τως δ’ ἐστὶν αἰδέσιμος τῷ πατρὶ καὶ πάντων κεκοινώνηκε καὶ τὰ πρεσβεῖα μόνη κατείληφεν, ὥστε καὶ τῶν ποιητῶν
15οὓς ἂν μάλιστά τις εἴποι τυχεῖν τῆς θεοῦ, Ὅμηρος μὲν τῆς αἰγίδος αὐτῆς μνησθεὶς καὶ τοῦ τρῶσαι δαίμονος ἐπι‐ χειρήσαντος λέγει Σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνὸς,
λέγων ἀσφαλῶς, ἐπειδή γε καὶ τῷ Διὶ τῶν σκηπτῶν καὶ14
20κεραυνῶν πλείονος ἄξια τὰ παρὰ τῆς Ἀθηνᾶς. Πίνδαρος δ’ αὖ φησι δεξιὰν κατὰ χεῖρα τοῦ πατρὸς αὐτὴν καθεζο‐ μένην τὰς ἐντολὰς τοῖς θεοῖς ἀποδέχεσθαι. ἀγγέλου μὲν γάρ ἐστι μείζων, ἥ γε τῶν ἀγγέλων ἄλλοις ἄλλα ἐπιτάτ‐ τει πρώτη παρὰ τοῦ πατρὸς παραλαμβάνουσα, ἀντ’ ἐξη‐
25γητοῦ τινος οὖσα τοῖς θεοῖς [καὶ εἰσαγωγέως, ὅταν καὶ τούτου δέῃ]. ἅτε δὲ ἐν κορυφῇ τε τοῦ Ὀλύμπου καὶ ἐκ κο‐ ρυφῆς τοῦ Διὸς γενομένη πόλεών τε πασῶν τὰς κορυφὰς ἔχει κατὰ κράτος ὡς ἀληθῶς ᾑρηκυῖα καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς οὐκ Ἄτη πατεῖ τὰς κεφαλὰς, Ἀθηνᾶ δὲ
30ἀνέχει καὶ ἐμβατεύει, τηροῦσα τὸ σύμβολον τῆς αὑτῆς γενέσεως. Τὸ μὲν δὴ κράτος τῆς θεοῦ τοσοῦτον ἐν οὐρανῷ καὶ γῇ. ὅσου δὲ ἀξία θεοῖς τε καὶ ἀνθρώποις ἐστί τε καὶ γε‐ γένηται καὶ γενήσεται θεῶν μὲν ἂν παῖδες ἄμεινον εἴποιεν
35ὅσοι χορευταὶ τῆς Ἀθηνᾶς, πειρατέον δὲ καὶ ἡμῖν ἀμωσγέ‐

11

πως εἰπεῖν, ποιηταῖς τε ἄχρι τοῦ μετρίου προσχρωμένους καὶ τῷ λόγῳ τοσοῦτον ἐφιέντας, ὡς μὴ πολύ τι παρενεγ‐ κεῖν ἢ τὸν πάντα ἰσομέτρητον συμβῆναι τῷ ὀνείρατι. λέ‐ γεται γὰρ ὡς ἐπειδὴ οἱ Γίγαντες παρετάξαντο ἐν τῇ
5Φλέγρᾳ, Ἐγκέλαδον μὲν καὶ τοὺς ἡγουμένους αὐτῶν κτεί‐ νει ἡ θεὸς, τοῖς δ’ ἄλλοις θεοῖς ὀλίγον τὸ ἔργον γίγνε‐ ται, ἐπεὶ καὶ τῶν ἄλλων Γιγάντων ὅσον ἦν κράτιστον κτείνει ἡ θεὸς, ἅτε καὶ φύσει πολεμίους ὄντας ἑαυτῇ δια‐
φερόντως ἀμυνομένη· ἦσαν γὰρ ἀπ’ ἐναντίου τοῦ γένους15
10αὐτῇ. οἱ μὲν γὰρ ἐκ τῶν κοίλων τῆς γῆς ἐπεφύκεσαν καὶ τῶν ἀλογωτάτων, ἡ δὲ ἐκ τοῦ καθαρωτάτου τῶν ἐν τῷ αἰθέρι. πρὸς οὖν τοὺς ἐκείνων ὄφεις συμφύτους καὶ τἄλλα ὅσα τῆς γῆς ἐφείλκοντο τὸν αὑτῇ σύμφυτον κόσμον καὶ τὸ παρ’ αὑτῆς ἀντεπήγαγε πῦρ, ἕως ἐξέκαυσε καὶ ἐξεῖλε τὸ
15γένος. τόδε μὲν τὸ ἔργον αὐτῆς ὑπὲρ θεῶν τε καὶ τῆς θείας φύσεως ἁπάσης ᾄδεται καταπραχθέν. τὴν δὲ Τιτά‐ νων καὶ τῶν Ὀλυμπίων θεῶν κληθέντων μάχην οὐχ ἥδιον ἐμοὶ γοῦν λέγειν. ἀλλὰ μὴν εἴς γε τὰ τῶν ἀνθρώπων πράγματα ὅσας εὐεργεσίας κατέθετο ἐνθυμηθῆναι ῥᾷον
20ἢ διελθεῖν λόγῳ. ἡ μὲν οὖν μεγίστη τῶν εὐεργεσιῶν καὶ διὰ πάντων τῶν γιγνομένων διήκουσα καὶ παρατείνουσα πάντας χρόνους καὶ τόπους, ὅτι Ἀθηνᾶς ἡγουμένης οὐδὲν πώποτε ἀνθρώποις ἡμαρτήθη, οὐδ’ αὖ πράξουσί ποτε χρηστὸν οὐδὲν ἄνευ τῆς Ἀθηνᾶς. εἰ δὲ δεῖ καὶ τῶν ἐν
25μέρει μνησθῆναι καὶ τοὺς μύθους μὴ ἀτιμάσαι, προσθῶ‐ μεν ἔλαιον ὑγιείας φάρμακον φανθὲν ὑπ’ αὐτῆς, καὶ
ἐσθῆτα, ὁμοῦ μὲν κόσμον τῷ σώματι, ὁμοῦ δὲ τῆς αὐτῆς ὑγιείας φάρμακον. ἀλλὰ μὴν ἀμφοτέρῳ γε τῷ γένει τῶν ἀνθρώπων ἐπίκουρος γεγένηται, γυναιξὶ μὲν ταλασίαν πα‐16
30ραδοῦσα, ἀνδράσι δὲ ὅπλων χρῆσιν ἀναθεῖσα· ἀμφοτέρων αὖ τῶν καιρῶν ἐπεμελήθη, πολέμου καὶ εἰρήνης, δι’ ὅπλων καὶ νόμων. διχῆ δ’ αὖ καὶ τούτων ἑκατέρῳ προση‐ νέχθη. πρῶτον μὲν γὰρ τῆς ὀρείου καὶ καθ’ ἑκάστους διαίτης ἀπαλλαγῆναι καὶ συνελθόντας οἰκεῖν ἐν ταὐτῷ

12

μίαν συνοικίαν κοινὴν περιβαλλομένους ἥδ’ ἐστὶν ἡ πεί‐ σασα, καὶ εἰσὶν αἱ πόλεις δῶρα Ἀθηνᾶς· ὅθεν δὴ καὶ πολιοῦχος ἅπασι κέκληται. τὰς δὲ ἀκροπόλεις ἐξεῖλον αὐτῇ δικαίως, ἅμα μὲν σύμβολον τῆς γενέσεως, ἅμα δὲ ὥσπερ
5τοῖς βασιλεῦσι καὶ ἡγεμόσι τεμένη καὶ χώρους ἐξαιροῦσιν, οὕτω τῇ τοῦ παντὸς ἡγησαμένῃ θεῷ τὰ ἐπικαιρότατα
ἐξεῖλον. ἓν μὲν δὴ τοῦτο λέγω κοινὸν εὐεργέτημα τῆς θεοῦ, πρὸς τὴν καθ’ ἡμέραν δίαιταν, πολιτείαν καὶ νόμους, ἕτερον δὲ τὰς ἐμπύρους τε καὶ ἀπύρους τέχνας, ἃς τοῖς17
10καθ’ ἑκάστους διεῖλέ τε καὶ διαιρεῖ· μόνη γὰρ ἁπάσης σοφίας ἡγεμών ἐστι. καὶ μὴν τῶν γε πρὸς τὸν πόλεμον συστημάτων τὰ πρωτεύοντα δύ’ ἐξεῦρέ τε καὶ κατεσκευά‐ σατο· ὁπλῖται γὰρ καὶ ἱππεῖς τῶν Ἀθηνᾶς εὑρημάτων εἰσί. διττὰ δὲ ἑκατέρου μαρτύρια· τῶν μὲν ὁπλιτικῶν Αἰ‐
15γύπτιοι μὲν τῶν κατὰ τὴν Ἀσίαν, οἱ δὲ ἐπώνυμοι τῆς θεοῦ τῶν ἐπὶ τῆς Εὐρώπης πρῶτοι προβαλόμενοι τὴν ἀσπίδα· ἔστι γὰρ καὶ κατ’ Αἴγυπτον Ἀθηνᾶς νομὸς ἱερὸς, ᾧ ταῦτα ἀνάκειται. παραπλησίως δὲ καὶ περὶ τῆς ἱππικῆς. λέγεται γὰρ Ἐριχθόνιον μὲν τὸν τῆς θεοῦ τρόφιμον πρῶ‐
20τον ἀνθρώπων ἅρμα ζεῦξαι ἵππων· Βελλεροφόντῃ δὲ αὖ
πρὸς τὸν κέλητα γενέσθαι χαλινὸν παρὰ τῆς Ἀθηνᾶς. Τριπτόλεμος δὲ Ἐριχθονίου νεώτερος· εἴη δ’ ἂν καὶ τούτῳ τὰ μὲν σπέρματα παρὰ τῆς Δήμητρος, τὸ δὲ ἅρμα παρὰ τῆς Ἀθηνᾶς. ὥστε νομίζειν χρὴ τοιαῦτ’ εἶναι πάντα τὰ18
25δῶρα τῆς Ἀθηνᾶς τοῖς ἀνθρώποις, οἷα πρὸς τοὺς πολέ‐ μους ἐστὶν, ὁπλιτῶν φάλαγξ καὶ τάξις ἱππέων. ἔοικα δὲ προσθήσειν ὅ με ἀρτίως διέφυγεν, ὅτι καὶ τὰ ναυτικὰ Ἀθη‐ νᾶς ἦν. ἐχέτω δὲ χώραν διττὴν τῷ λόγῳ. πρός τε γὰρ τοὺς πολέμους, εἴ τις καὶ οὕτω διχῆ διαιροῖτο τῶν κατ’ ἤπει‐
30ρον καὶ τῶν ἐν θαλάττῃ, δείξει προνοηθεῖσαν τὴν θεόν· εἰ καὶ διχῆ πάλιν τῶν κατ’ ἤπειρον, ἕν τε τὸ αὐτὸ τὸ τῶν ναυτικῶν εἰς ἄμφω τείνει· εἰρηναῖον μὲν τὰς ὁλκάδας

13

καὶ τὴν διὰ τούτων ἐμπορίαν, πολεμιστήριον δὲ τὰς τριή‐ ρεις, ὥσπερ ἅρμα ἁμιλλητήριον καὶ πολεμιστήριον· περι‐ δέξιος γὰρ ἡ θεὸς αὐτή τε καὶ τὰ δῶρα αὐτῆς. ἔοικα δὲ σμῆνος ἐπεγείρειν, καί μοι σύνδυο ἐφίησιν ἡ θεός. ἐνιδὼν
5γὰρ ἐμπορίᾳ τε καὶ ναυμαχίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέ‐ ροις, ἐνεῖδον γεωργίᾳ τε καὶ ἐμπορίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέροις, καὶ Βουζύγης τις ὑπῆλθέ με τῶν ἐξ ἀκροπό‐ λεως, καὶ ὡς οὐκ ἦν τῷ γεωργῷ οὔτε τὸ ἄροτρον οὔτ’, ἐπειδὴ καὶ τὸ ἄροτρον, τό γε ζεῦξαι τὰς βοῦς,19
10 εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη, δι’ ἧς ἄροτρον μὲν καὶ ναῦς ἐδημιουργήθη, ἐζεύχθησαν δὲ ἵπποι καὶ βόες. Φιλανθρωποτάτη δὲ ἡ αὐτὴ καὶ δυνατωτάτη. τῆς μὲν οὖν δυνάμεως τί χρὴ μεῖζον εἰπεῖν σημεῖον ἢ τὸ νι‐
15κᾶν πανταχοῦ; οὐ γάρ ἐστιν Ἀθηνᾶς νίκη κυρία, ἀλλ’ Ἀθηνᾶ νίκης ἀεί· τὴν δὲ φιλανθρωπίαν οἱ περὶ Ὀρέστην λόγοι μαρτύρονται. ὃν φυγόντα μὲν ἐξ Ἄργους Ἀθήναζε,
φεύγοντα δ’ Ἀθήνησι δίκην ὑπ’ Εὐμενίδων, ἴσων τῶν ψήφων γενομένων, προσθεμένη τὴν παρ’ αὑτῆς σώζει. καὶ20
20τοίνυν ἔτι νῦν σώζει πάντας, ἐὰν ἴσαι γένωνται· ἔδοξε γὰρ ἐξ ἐκείνου ταῖς ἴσαις προστιθέναι τὴν παρὰ τῆς Ἀθηνᾶς ἀφιεῖσαν. ἐπεὶ δὲ ἔδει παρθένον εἶναι δι’ αἰῶνος τὴν Ἀθη‐ νᾶν καὶ μηδένα μήτε θεῶν μήτε ἀνθρώπων ψαῦσαι κατὰ τὸν τῆς πανδήμου νόμον, θαυμαστὰ οἷα κἀνταῦθα εὑ‐
25ρίσκεται παρὰ τοῦ πατρός· τὰ γὰρ τῆς καλλιτέκνου γέρα λαμβάνει. τῇ γὰρ Λητοῖ πλανωμένῃ διὰ πάσης γῆς καὶ θαλάττης ἡγεῖται πρὸς τὸν τόπον ὅπου εἱμαρμένον ἦν αὐτῇ τεκεῖν. καὶ ἐπειδὴ ἔτικτε, μαιοῦταί τε καὶ δέχεται τοὺς παῖδας, καὶ στεφανοῖ τὸν Ἀπόλλω κατὰ τὸν τῶν Ἑλ‐
30λήνων παιᾶνα· ὥστε ἡ μὲν Ἄρτεμις λοχία ταῖς ἄλλαις ἐστὶν, αὕτη δὲ τῇ Ἀρτέμιδι λοχία πρὸς τὰς γονὰς ἡ θεὸς γεγένηται. καὶ ἔοικεν ἀμφοτέρων διδάσκαλος αὐτὴ καταστῆ‐ ναι, τῆς τέχνης καὶ τῆς προαιρέσεως. παρθένος γάρ ἐστι

14

μετ’ Ἀθηνᾶν μόνη. εἰ τοίνυν κάλλη θαυμαστὰ Ἀπόλλων
καὶ Ἄρτεμις, τὴν πρόνοιαν Ἀθηνᾶν ἔχοι τις ἂν αἰτιά‐ σασθαι. καίτοι εἰ καὶ θεοὺς ὑπὲρ αὑτῶν χάριν εἰκὸς ἔχειν, πῶς οὐχ ἡμᾶς γε εἰκὸς ὑπὲρ τῶν θεῶν, ὅτι πλείους ἡμῖν21
5τοὺς εὐεργέτας προὐξένησε; θῆραι τοίνυν καὶ κυνηγέσια ἔστι μὲν Ἀπόλλωνος καὶ Ἀρτέμιδος παιδιὰ, καθίσταται δ’ εἰς τὸ προσήκειν τῇ θεῷ, δι’ ἓν μὲν ὅτι τῆς πολεμι‐ κῆς μόριον τέχνης ἐστὶ, μᾶλλον δὲ εἰκών. ταῦτα δὲ Ἀθηνᾷ μέλειν φασὶν, ἕτερον δ’ ὅτι καὶ αὐτοῖς τοῖς ἐπωνύμοις
10αὐτῶν ὅπως ἔσονται προσεξεῦρε. προσήκοι δ’ ἂν ταύτῃ καὶ τῷ Ἀσκληπιῷ μεγάλῳ μέρει τοῦ παντός. Ἀθηναίων δὲ οἱ πρεσβύτατοι καὶ ὑγιείας Ἀθηνᾶς βωμὸν ἱδρύσαντο. εἰ δὲ ἐκείνων ὀρθὴ ψῆφος, τί χρὴ μεῖζον εὑρεῖν εἰς τὴν Ἀσκληπιοῦ καὶ Ἀθηνᾶς συμφωνίαν; μετέχει δὲ καὶ τῷ
15Ποσειδῶνι τῶν ἔργων, τῷ τε ἱππίῳ καὶ τῷ ποντίῳ, πρώτη μὲν τὸν χαλινὸν εὑροῦσα, πηξαμένη δὲ τὴν πρώτην ναῦν. ἀλλὰ μὴν ἥ γε πρὸς Ἑρμῆν κοινωνία τῆς θεοῦ
παντὶ δήλη, ὅστις Ἑρμῆν καλεῖ λόγιον καὶ ἀγοραῖον καὶ ἐμπολαῖον· ἐναγωνίῳ δὲ καὶ ἀντὶ χορηγοῦ καθέστηκεν.22
20Ὅμηρος μὲν γὰρ καὶ ἄντικρυς αὐτὴν ἐναγώνιον ἀποφαί‐ νει· τὰ γὰρ ἆθλα κρίνει δι’ αὐτῆς. αὐλῳδίαν τοίνυν καὶ λυρῳδίαν καὶ κιθαρῳδίαν ἐξευροῦσα, τὴν μὲν τῶν Μουσῶν μιᾷ δωρεῖται, τὴν δ’ Ἑρμῇ, τὴν δ’ Ἀπόλλωνι. οὕτω δὲ πανταχοῦ χώραν ἔχει ὥστε ὁ μὲν Ἄρης παῖς ἐστι πρὸς
25αὐτὴν ἐν αὐτοῖς τοῖς ἑαυτοῦ πράγμασιν, ὁ δ’ Ἀπόλλων τῶν αὑτοῦ χρησμῳδιῶν ταύτην προὐστήσατο καὶ προθύειν
ἐπέταξεν. Ἥφαιστος δὲ ὑπὸ μὲν τοῦ ἔρωτος ἀναγκάζεται φιλοτεχνεῖν, ἡ δὲ φύσις λείπεται. Χάριτες δ’ αὐτῆς περὶ χεῖρας ἵστανται. Διόσκουροι δ’ ὑπ’ αὐτῇ πυρριχίζουσιν.23
30Ἴακχος δὲ καὶ αἱ Ἐλευσίνιαι τοὺς τῆς θεοῦ χοροὺς διώκουσι, Ποσειδῶν δὲ συνεχώρησεν ἡττώμενος. ἡ δὲ

15

ὑπερβολὴ τοῦ κράτους ὅτι καὶ τὸ φυτὸν κατεδείχθη νίκης εἶναι σύμβολον, ὡς οὐ μόνον αὐτῇ θεμιτὸν ὂν νικᾶν,
ἀλλὰ καὶ τοὺς νικῶντας στεφανοῦν. καὶ γάρ τοι πάντα μὲν τὰ ἀπορώτατα οἱ ποιηταὶ ταύτῃ προστιθέασιν, ἐπει‐24
5δὰν πόριμα καὶ δυνατὰ ἀποφῆναι βούλωνται, Ὀδυσσέας τε νηχομένους ἐν μέσοις τοῖς ἐρήμοις πελάγεσι καὶ νέους ἐκ γερόντων καὶ καλοὺς ἐξ οὐ καλῶν γιγνομένους, καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν μνηστῆρας ἀπολλύντας ἀπὸ φαύλου καὶ γελοίου τοῦ ἐπικουρικοῦ μειρακίου καὶ νομέοιν δυοῖν,
10καὶ ἕτερα τούτων ἀτοπώτερα. φασὶ γὰρ Βελλεροφόντην μὲν ἐπὶ πτηνοῦ τοῦ Πηγάσου φέρεσθαι ἐχόμενον τοῦ δώρου τῆς Ἀθηνᾶς καὶ καταπρᾶξαι ἄλλα τε καὶ τὴν Χίμαιραν χειρώσασθαι, ἔξω βέλους ὄντα αὐτῇ τοῦ παρ’ αὐτῆς πυρός· Περσέα δὲ αὐτόπτερον εἰς Γοργόνων χώρους
15κομισθῆναι τῆς Ἀθηνᾶς προπεμπούσης, καὶ οὔτε ἁλῶναι τῇ θέᾳ καὶ ὡς ἀπέτεμε τὴν κεφαλὴν κομίσαντα ὀπίσω τοὺς μὲν σὺν ὕβρει ταῦτα ἐπιτάξαντας καὶ τὸ πολὺ τοῦ δήμου λίθους ποιῆσαι, αὐτὸν δ’ ἀπαθῆ διαφυγεῖν εἰς τέλος, ἀλεξιφάρμακον τὴν τῆς Ἀθηνᾶς ἔχοντα παρουσίαν
20εἰς ἅπαντα. ἀκόλουθα δὲ καὶ ἔτι μείζω τούτων τὰ πρὸς Ἡρακλέα. φαίνεται γὰρ αὕτη καταλεξαμένη θεὸν εἰς θεοὺς αὐτὸν, εἰ δὴ καὶ ὅτε ἦν ἐν ἀνθρώποις, εἰς ἅπαντας ἡγεῖτο τοὺς ἄθλους αὐτῷ. καὶ τοῦτο μὲν εἰς Ἅιδου ζῶντα
κομίσασα ζῶντα ἐξήγαγε, κρατήσαντα τοῦ Κερβέρου, καὶ25
25τοσοῦτον παρὰ τὸ εἰκὸς ἐξελθόντα, ὥστε καὶ ἕτερον τῶν ἐπιτηδείων πρὸ ὥρας αὐλιζόμενον αὐτόθι λῦσαι καὶ συνεξαγαγεῖν μεθ’ ἑαυτοῦ, τοῦτο δ’ ὁσαχοῦ τοῖς ἀντι‐ πράττουσι τῶν δαιμόνων ἐναντίον ἔδει τὸ τόξον ἄρασθαι, τῆς Ἀθηνᾶς παρούσης ἐθάρρει. ὥστ’ ἐμοὶ μὲν οὐδὲν
30ἄλλο ἐκ τούτων ἢ γνώμην εἰπεῖν Ἀθηνᾶ δοκεῖ πρὸς τοὺς θεοὺς, Ἡρακλέα θεὸν εἶναι ψηφίσασθαι· οἱ δ’ ὥσπερ ἂν εἰ ὁ Ζεὺς αὐτὸς εἰσηγεῖτο, δέξασθαι. φαίνεται τοίνυν Ἀπόλλωνος μὲν καὶ Ἀρτέμιδος προνοηθεῖσα ὅπως ἔσονται,

16

Ἡρακλέους δὲ ὅπως ἔσται θεός· ταῦτα δὴ καὶ ὁ Ἀπόλλων συνειδὼς τοῖς μὲν ἄλλοις αὐτός ἐστι προπύλαιος, αὑτοῦ δὲ τὴν Ἀθηνᾶν πεποίηται. Ἀλλὰ γὰρ τίνι τῶν πάντων οὐ λυσιτελὴς ἡ θεός;
5ἢ τίς ἀσφαλεστέρα κοινωνός; ἢ ποῖον πῦρ ἄφυκτον ταύ‐ της οὐχ ἑπομένης, ἀλλ’ ἡγουμένης; ἣ μόνη μὲν ἁπάντων θεῶν, ὁμοίως δὲ πασῶν, οὐκ ἐπώνυμος τῆς νίκης ἐστὶν, ἀλλ’ ὁμώνυμος. μόνη δ’ ἐργάνη καὶ πρόνοια κέκληται, τὰς τοῦ σώζειν ἅπαντα τὸν θεσμὸν ἐπωνυμίας ἀνῃρημένη.
10προφῆται δὲ καὶ ἱερεῖς καθάρσιον αὐτὴν ἐπικαλοῦνται καὶ
ἀλεξίκακον καὶ τῶν τελεωτάτων ἔφορον καθαρμῶν· εἰκότως. εἰ γὰρ δεῖ καταλύσαντα τοὺς μύθους εἰπεῖν εἰς τὸ μέσον τὰ τῆς θεοῦ, ἥδ’ ἐστὶν ἡ τοὺς ὡς ἀληθῶς καὶ κοινοὺς πολεμίους ἡμῶν ἀπείργουσα, καὶ τὸν οἰκεῖον ἑκάστου26
15πόλεμον εὖ τιθεμένη, τοὺς συνεχεῖς καὶ συμφύτους ἐχθροὺς ἀπαλλάττουσα, ὑφ’ ὧν καὶ οἶκοι καὶ πόλεις ἀνάστατοι γίγνονται πρὶν σάλπιγγος ἀκοῦσαι, φαίη τις ἂν, καὶ τὴν ἀληθῆ καὶ κυρίαν νίκην ἑκάστῳ διδοῦσα πολὺ τῆς Καδμείας κεχωρισμένην καὶ τῷ ὄντι Ὀλυμπικήν.
20δι’ ἣν ἀφροσύνη μὲν καὶ ἀσέλγεια καὶ δειλία καὶ ἀταξία καὶ στάσις καὶ ὕβρις καὶ ὑπερηφανία θεῶν καὶ πάνθ’ ὅσα τοιαῦτ’ ἂν εἴποι τις ἐκχωρεῖ· φρόνησις δὲ καὶ σω‐ φροσύνη καὶ ἀνδρεία καὶ ὁμόνοια καὶ εὐταξία καὶ εὐπρα‐ γία καὶ τιμὴ θεῶν τε καὶ ἐκ θεῶν ἀντεισέρχεται. ὡς δ’
25εἰπεῖν ἐν κεφαλαίῳ, τὸ τῆς Ἀθηνᾶς μέρος ἡ θεῶν ἀγορὰ πάντ’ ἐστὶ τὰ πράγματα. ταῦτ’ ἄρα καὶ τοῦ Διός ἐστιν ἐγγυτάτω καὶ περὶ παντὸς ἀεὶ ταυτὸν ἐν ἀμφοῖν δοκεῖ. κἀμοὶ πεπαῦσθαι καλὸν ἐνταῦθά που. ἀνελήλυθε γὰρ εἰς τὴν ἀρχὴν ὁ λόγος, μᾶλλον δὲ ἐλήλυθε πρὸς αὐτὸ τὸ
30ἔσχατον. σχεδὸν γὰρ δύναμιν τοῦ Διὸς εἶναι λέγων τις αὐτὴν ἐκ τούτων οὐκ ἂν ἁμαρτάνοι. ὥστε τί δεῖ μικρολο‐ γεῖσθαι τὰς ἐν μέρει πράξεις αὐτῆς διηγούμενον, ὁπότ’ ἔξεστι τὰ τοῦ Διὸς ἔργα κοινὰ τοῦ Διὸς εἶναι φῆσαι καὶ

17

τῆς Ἀθηνᾶς. ἀλλ’ ὦ τῶν βασιλείων πρόδρομος μελάθρων, Αἰσχύλῳ χορὸς ᾖσε, τῶν τε οὐρανίων καὶ πατρῴων καὶ
τῶν ἐν τῇ ἡμετέρᾳ μεγίστων, ἃ νύκτωρ μοι προὔφαινες, δίδου μὲν τιμὰς παρ’ ἀμφοτέρων τῶν βασιλέων, δίδου δὲ27
5ἄκρον εἶναι φρονεῖν καὶ λέγειν. ὅστις δ’ ἐμοὶ τἀναντία λέγοι, τούτῳ μεταμέλοι. νικῷμι δὲ ὅσον βούλομαι· ἐν αὐτῷ
δ’ ἐμοὶ πρώτῳ νικῴη τὰ βελτίω.28