TLG 0282 001 :: ANONYMUS DE VIRIBUS HERBARUM :: Carminis de viribus herbarum fragmentum

ANONYMUS DE VIRIBUS HERBARUM, vel Carminis de viribus herbarum fragmentum vel Anonymi carmen Graecum de herbis
(A.D. 3)

Carminis de viribus herbarum fragmentum

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 2. Göttingen: Vandenhoeck & Ruprecht, 1964: 23–38.

Citation: (Line)

Τοὺς δὲ πυρέσσοντας τὸ χαμαίμηλον θεραπεύει σὺν ῥοδίνῳ λεῖον τετριμμένον, ὠφέλιμον δέ τοῖς μετριάζουσιν τὸ φυτόν. φύεται δ’ ἐπὶ θινῶν
τὸ βραχὺ καὶ κάλλιστον, ὃ βαστάζουσιν ἰητροί23
5ἀρχομένου θέρεος, μέγας Ἥλιος ἡνίχ’ ὁδεύῃ ἕβδομον ἱππεύσας τετράζυγον ἄντυγα πώλων. Ῥάμνος ἔχει πανάκεια〈ν〉 ἐν οἴκοισιν παναρίστην φυομένη φραγμοῖσιν ἀκανθῆεν πετάλειον. ὤρου δ’ ἐστὶ φυτόν. τὸ δὲ σύμφορόν ἐστι βροτοῖσιν
10βαστάζειν τότε ῥάμνον, ὅταν φθίνουσα Σελήνη δέρκηται πάντεσσι βροτοῖς κατὰ μακρὸν Ὄλυμπον. κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας φαρμακίδων τε κακῶν καὶ βάσκανα φῦλ’ ἀνθρώπων. πρώτη γὰρ μακάρων ἐχρήσατο τῇδε φυτείᾳ
15Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, Πάλλαντα κτείνασα μάχαις κρατερῆφι βίηφι τῆμος ὅτ’ ἀθάνατοί τε θεοὶ θνητοί τε Γίγαντες σύμβαλον εἰς ἔριδα κρατερὴν κάρτιστοι ἐόντες· πανδερκὴς δ’ ἄρ’ ἔπειτα θεὰ Νέμεσις πολύμορφος
20καὶ νηοὺς ἐκάθηρε θεῶν καὶ ἀγάλματα ῥάμνῳ. θρέμματά τε νέποδάς τε καλὸν φυτόν ἐστι φορῆναι πρός τε πόνον κεφαλῆς καὶ δαίμονας ἠδ’ ἐπιπομπάς· πάντα γὰρ ἰήσαιτο βροτοφθόρα φάρμακα λυγρά. Ἀρτέμιδος βοτάνην δὲ συνώνυμον αἶρ’ ἐπιφώσκειν24
25Ἠελίου μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν, ἥντινα τοξότιν ἄνδρες ἐφήμισαν ἢ βοτρυῖτιν, πασιθέην δ’ ἕτεροι Χαρίτων στέργηθρον ἔχουσαν, οἳ δέ τε λυσίκοπον φιλοπαννύχου ἀγροιῶται ἀθανάτης καλέουσι φυτὸν μέγα δῶρον ἔχοντες·
30λύει γὰρ κόπον ἀνδρὸς ὁδοιπόρου ὅς 〈κ’〉 ἐνὶ χερσίν τὴν μονόκλωνον ἔχῃ, περὶ δ’ αὖ ποσὶν ἕρπετα πάντα φεύγει, ἤν τις ἔχῃ ἐν ὁδῷ, καὶ φάσματα δεινά. αἷμα δέ οἱ σκιρρωθὲν ἐπὴν ἄρθροισιν ἐλάσσῃ, κλῶνας ἑλὼν μῖξον ῥοδίνῳ, ζέσσας δ’ ἐνὶ κύθρῃ
35σύγχριε τὸν κάμνοντα ὅλον μέλλοντα καθεύδειν, κεὐθὺς ἀπαλλάξεις ἀλγήματος ἐκ μεγάλοιο. ὑστερικαῖς δὲ γυναιξὶν ἄγαν σωτήριόν ἐστιν στραγγουροῦντά τε παύει ὀπισθοτόνοιό τε ῥῆγμα.
πάντα δ’ ἀεὶ νοσοεργὰ πάθη στέλλουσα διώκει.25
40Αὐτίκα δ’ Ἑρμείαο τὸ δάκτυλον αἶρε χλοανθές πενταπετές, †διοπουν ερμαιαν† πᾶσιν ἀρωγόν, τὴν καὶ ὀνειροδότειραν, ἐπεὶ καὶ θέσφατα πάντα θνητοῖς ἀνθρώποισιν ὀνείρατα καλὰ προφαίνει. πάντα γὰρ ἀλθήσαιο πόνον φορέων περὶ σῶμα,
45ὀφθαλμῶν δέ τε πᾶσαν ἐρητύσειας ἀνίην, χοιράδας, ἀντιάδας, σταφυλήν, οἴδημ’ ὑπὸ γλῶσσαν, ἄρθρα τε καὶ νεύρων ὀδύνας καὶ ἕρκος ὀδόντων ψώραν τ’ †εξανιατον βροτοφθόρον ἐκ κακότητος καὶ λοχίων ἔμμηνα καταπλασθέντα γυναικῶν.

(50)

ἐν δ’ ὕδατι λιαρῷ προσκλυζομένη παλάμαισιν πρός τε φόβους καὶ βασκοσύνας καὶ δαίμονας ἐχθρούς ἔστιν ἄκος πανάριστον, ὅθεν καὶ λάμβανε ποίην μήνης αὐξομένης φαεσιμβρότου Ἠελίου τε
ἀντέλλειν μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν.26
54a[....]
55πρὸς τὰ Κυθηρίδος ἔργα θεᾶς κυδρῆς Ἀφροδίτης. τρυγόνιον τόδε πάντες ἐπιχθόνιοι καλέουσιν, ἄλλοι δ’ ἀρρενικόν 〈τ’〉 ἰδ’ ἀριστερεῶνα τὸν ὀρθόν, ὕπτιον αὖθ’ ἕτεροι χθαμαλὴν ἐπὶ γαῖαν †φιλεργον. δοιοὶ γὰρ πεφύασιν ὁμοιότατοι πετάλοισιν·
60ὀρθὸς μὲν τείνει νεύρων φύσιν εἰς Ἀφροδίτην, ὕπτιος εὐνάζει, δύναμις δ’ αὐτοῖσι μεγίστη. εὖ δ’ ὁπόταν ἐθέλῃς πόνον ὀφθαλμῶν ἀκέσασθαι, ἁμματίσας περὶ σῶμα περιστερεῶνα τὸν ὀρθόν Ἠελίου κόσμον τὸν ἀτέρμονα κυκλώσαντος
65παύσεις ὀφθαλμοῖο δυσαυγέας ἀμβλυντῆρας. καὶ κεφαλῆς πόνος ἐν ταύτῃ παράχρημα μειοῦται, καὶ κόπον ἐξελάσαι δυνατὴ τριφθεῖσα μετ’ ὄξους
χοιράδας ἀντιάδας τε καλῶς παύει παράχρημα. ἔσθ’ ὅτε τοι γαῦρος χαρίτων, στέργειν δὲ γυναῖκας27
70τεύχειν τ’ εἰς φιλίαν δυνάμει〈σ〉 κοίταις παρέχουσα. φρικάζῃ δ’ ὁπόταν τις ἀνήρ, βοτάνης ἀπὸ ταύτης κλῶνας ἑλὼν κάμνοντος ἐναντίος ἵστασο μοῦνον, κεὐθὺς ἀπαλλάξεις τὸν δαίμονα μηκέτ’ ἐπελθεῖν. Δίκταμνον βοτάνην αἴρειν ἐπιβάλλεο, κοῦρε,
75φροντίδι, ἀθάνατοι τὴν αὐτοὶ θέσπισαν ἡμῖν, ὡς εἰδῇς δύναμιν βοτανῶν καὶ χρήσιμα ἔργα. δικτάμνου γὰρ ὅταν αὖον δέμας ἐν παλάμαισιν τρίψας ἀλφιτοειδὲς ἐνιστάξῃς Διόνυσον
Κουρήτων μακάρων ὑπερασπίζοντα πρεπόντως28
80καὶ νέβρῳ στολίσῃς, ἕξεις περὶ σῶμα προσάψας νῖκος ἀμίμητον πρὸς κνώδαλα πάντα 〈τὰ〉 γαίης. ἰητροὶ δ’ ἅμα πάντες ὅσοις σωτήριόν ἐστιν βαστάζοντες ἔχουσιν ἐν ἄγγει πρὸς τὰ μαδαῖα ἕλκη, καὶ μυσαρὰς δὲ νομὰς πληροῖ προκαθαῖρον.
85κἂν σκόλοπες θραυσθῶσιν ὑ〈π’ ἴ〉χνεσιν ἢ περὶ σῶμα, πάντα τόπον κατάπλασσε, καὶ αὐτόματος προφανεῖται. καὶ σπληνὸς πόνος ἐν ταύτῃ παράχρημα μειοῦται· ξηρὴ κοπτομένη καταπλάσσεται ἄλφιτον ὥσπερ. καὶ τ(ὰ) ἐν τοῖς κρυφίμοισιν ἀναγκαίοις τε τόποισιν
90φλεγμαίνοντα πάθη καταπλάσμασι τοῖσδ’ ἀκέσαιο. εἴαρι δ’ αἶρε πόην καὶ καύματι καὶ φθινοπώρῳ. Κισσίον τόδε πάντες ἐπὶ χθόνα ναιετάοντες ἄνθρωποι κλῄζουσι λελίσφακον, οἱ δέ τε θεῖον.
λύει γὰρ ψυγμὸν κακοτέρμονα βῆχά τ’ ἀνιγρήν,29
95πάντα δ’ ὅς’ ἀνθρώποις ἕλκη πέλεται κακοποιά μιγνύμενον ῥοδίνοιο λίπει κηρῷ τε λυθέντι ἰᾶται σπληνός τε πόνον λειεντερίην τε πινόμενον μέθυος πολιοῦ ἰσορρεπὲς ἄχθος. τοὺς δ’ αἱμοπτυικοὺς προποτιζόμενον θεραπεύει,

(100)

πρὸς δὲ γυναικείους κόλπους καὶ πάντα λοχείης μωλυθεῖσα πυρὶ σμαλερῷ ἔμμηνα καθαίρει. αἱ μυσαραὶ δὲ γυναῖκες ὅσαι 〈κακὰ〉 μηχανοῶνται πεσσοποιησάμεναι †τε κακης ενκυμονι ρυσαι† καρπὸν καλλιγένεθλον ὑπέμβρυον ἐκβάλλουσιν.
105Φράζεο καὶ βοτάνην πατρὸς Κρόνου ἀγκυλομήτεω, ἥντε χαμαικυπάρισσον ἐπὶ ζείδωρον ἄρουραν ἄνθρωποι κλῄζουσιν, ἐπεὶ μέγα τε σθεναρόν τε ἔστιν ἄκος βρόγχοιο καὶ οὔατος ἀντιάδων τε. τοῦτο θεὸς γὰρ ἔδωκε βροτοῖς σωτήριον εἶναι,
110καὶ δίδοται πρὸς ὕδρωπα καὶ ἰσχιάδας θεραπεύει. τὴν βοτάνην ταύτην πολυώνυμος εὕρετ’ Ὄσιρις Αἰγύπτου γαίης προκαθήμενος ἠδὲ Κανώπου,
ἐξ ἀρετῆς ἕνα πρῶτον ἐφημερίων θεραπεύσας. Νῦν δ’ ἤτοι ἐρ〈έ〉ω μάλ’ ἀριφραδὲς οὐδέ σε κεύσω30
115κενταύρου Κρονίδαο φερώνυμον εὕρεμα ῥίζαν Χείρωνος σθεναροῦ, ἣ〈ν〉 πὰρ νάπῃ εἰνοσιφύλλου Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ· ἣν βαθύρους Ἀχελῷος ἐγείνατο καὶ φάτο πᾶσιν ἐσθλὴν Παιήων Ἀσκληπιὸς ἠπιόδωρος
120κικλήσκει〈ν〉 πανάκειαν, ἐπεὶ πάνθ’ ὅσσα βροτοῖσιν φλεγμαίνοντα πάθη παύει καὶ κρούσματα πληγῶν ὑστερικαῖς τε γυναιξὶ λίην σωτήριόν ἐστιν στραγγουροῦντά τε παύει ἐν ἤματι καὶ λιθιῶντα. ἣν κέλομαί σε λαβεῖν φαεσιμβρότου Ἠελίοιο
125ἀντέλλειν μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν ὥρῃ ἐν εἰαρινῇ, ὅτε οἱ πληροῦνται ἅπαντα·
πάντα γὰρ ἰήσαιτο πάθη πολυφάρμακος οὖσα. Βούφθαλμον δ’ αἴρειν ἐπιβάλλεο Εἰλειθυίης Μήνης αὐξομένης φαεσιμβρότου, ἀγλαὲ κοῦρε,31
130πολλοῖσίν τε δίδου πολλῶν ἀντάξιον ἔργων πρός τε φόβους τοὺς γινομένους καὶ δαίμονας ἐχθρούς βασκοσύνας τε κακὰς μερόπων καὶ φάρμακα λυγρά. ταύτην τὴν βοτάνην Διὸς ὀφρύα πᾶς ὀνομάζει (nonnulli versus desunt)
135χρυσωπὸν στίλβει πανυπεύκυκλος ἀνθεμὶς ἁβρή.
135τῆς βοτάνης τὴν ῥίζαν, ὅταν ἀλγῇ τις ὀδόντα, λαμβανέτω, μούνην δὲ μασησάμενος παράχρημα
εὐθὺς ἀποπτυσάτω, καὶ ἐλεύσεται ἔκτοθι ῥεῦμα. γαστέρα δ’ εἴ τις ἔχει στεγνὴν καὶ ἀνέκκριτον οὖσαν, μωλυθεῖσα καθαίρει ἀνεγκλήτως καὶ ἀλύπως.32
140Πασάων βοτανῶν βασιληίδα δίζεο, κοῦρε, Σειρίου ἀντέλλοντος, ὅτε σκυλακόδρομος ὥρη νυκτιφαής τ’ ἄστροισι θεὰ πλήθουσα Σελήνη δέρκηται †τότε δ’ ἠελίῳ μέλλουσα συνάπτειν†, πασιθέην, ἣν πάντες ἐδωρήσαντο ἄνακτες
145Λητοίδῃ Παιᾶνι θεοὶ κατὰ μακρὸν Ὄλυμπον· δῶκε δὲ Παιονίην καλέσας κατ’ ἀπείρονα γαῖαν ἥν ποτε πεντόροβον κλῇζον Ῥε〈ί〉ης πολιῆται κύμβαλά τε Φρυγίης μητρός, μακάρων βασιλείης,

(150)

Κρῆτες †δικταιον διος μελοψο γενεθλης† γλαβρήνην κλῄζουσι φερώνυμον ἀθανάτου γῆς· ἣν πάντες καλέουσι θεοὶ μάκαρες γλυκυσίδην, ἀμβρόσιον βλάστημα καὶ Ἰδαίαν Ἑκατείαν, ἠελίου† δ’ Αἴγυπτον ὅσοι περιναιετάουσιν33
155ἀγλαοφώτιδα πάντες ἐπικλῄζουσι βοῶντες, φέγγεος οὕνεκα λαμπομένου πυρὸς ἄνθος ἀναίθει. ἣν Κυνὸς ἀντέλλοντος ἀναίρεο, κοῦρε δαίφρον, πρὶν μέγαν Ἠέλιον τὸν ἀτέρμονα κύκλον ὁδεύειν, μή σε θεοὶ βλάψωσι νόῳ καὶ ἐχέφρονι βουλῇ
160ὥρην ἐκπρολιπόνθ’ 〈ἥν〉 σε φράζεσθαι ἄνωγα· οὐ γὰρ ἐν ἀθανάτοισιν ἀτημελίῃ πεφάτισται· οὕνεκα δὴ καλέουσι Κυνόσπαστον κατ’ Ὄλυμπον ἀθάνατοι μάκαρες Ἐφιάλτειόν τε βοῶσιν. κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας
165φαρμακίδων φοβερῶν καὶ βάσκανα φῦλ’ ἀνθρώπων
πρός τε φόβους δυνατὴ καὶ δαίμονας ἠδ’ ἐπιπομπάς καὶ πυρετὸν φρίκεσσι καταρχόμενον στυγέοντι νυκτερινόν τε καὶ ἡμερινὸν χαλεπόν τε τέταρτον. ἥντινα καὶ τηροῦσι Διὸς φύλακες μεγάλοιο34
170ἄγγελοι ἑξήκοντα τριηκόσιοί τ’ ἐπὶ τούτοις. ταύτην γὰρ λέγεταί ποτ’ ἐν οὔρεσι ῥιζωθεῖσαν δαίμονας ἐξελάσαι τοὺς τὸν τόπον οἰκήσαντας. Δεῖ δέ σε καὶ περὶ σῶμα φορεῖν πολίοιο κόρυμβον πρὸς τὸν ἀπαυλισμὸν τὸν ἀπ’ αἰθέρος, ὃν καλέουσιν
175ἄνθρωποι χαλεπὴν ἱερὴν νόσον ἀμπλακιῶτιν, οἳ δὲ σεληνιακὴν ἐπὶ σῶμα κακὴν ἐπιπομπήν. καὶ κόπον ἐξελάσαι δύναται τριφθεῖσα μετ’ ὄξους ἡ βοτάνη καταχειομένη πόδας ἀκροκορύμβους.
Μῶλυ δὲ ῥιζοτομισθὲν ἀρῶ πρὸς φάρμακα λυγρά35
180φαρμακίδων χαλεπῶν καὶ βάσκανα φῦλ’ ἀνθρώπων. τοῦτο γὰρ Ἑρμείας Λαερτιάδῃ Ὀδυσῆι δῶκε φορεῖν περὶ σῶμα προσαψάμενον φυλάκειαν, Αἰαίην εἰς νῆσον ὅτ’ εἰς κλυτὰ δώματα Κίρκης ἤιε, πολλὰ δέ οἱ κραδίη φρεσὶ μερμήριζεν.
185οὐδὲ γὰρ †ως εταρους ειδεεν δυνατους δυπαξαι†, εἰ μὴ τοῦτό γ’ ἔδωκε διάκτορος Ἀργειφόντης ἐκ γαίης ἐρύσας, ἐναλίγκιον ἄνθει λευκῷ, ὡς γάλα λαμπόμενον κουροτρόφον, αὐτὰρ ἔπειτα ναρκίσσῳ ἴκελον, ῥίζῃ ζοφοειδὲς ἰδέσθαι.
190πάντα γὰρ ἐξακέσαιο βροτοφθόρα φάρμακα λυγρά· τὴν βοτάνην περὶ σῶμα φορῶν ἐχθροὺς ὑπαλύξεις. Αὐτὰρ ἁλὸς κόλποισιν ἀεξομένην ἱερὴν δρῦν κύμασιν ἐν νοτεροῖσι τετιμένον ἔρνος ἄφυλλον ἠδ’ αὐτῷ πόντοιο Ποσειδάωνι ἄνακτι,
195ἀντιπαθῆ τὴν πάντες ἐπιχθόνιοι καλέουσιν,
λάμβανε τεχνήεντι νόῳ καὶ ἐχέφρονι βουλῇ, ηνλιτεν† Οὐλύμποιο θεὰ φθίνουσα Σελήνη δέρκηται, καὶ μίσγε ῥόδων εὐῶδες ἔλαιον καὶ χρῖσαι τὸ πρόσωπον, ἐπὴν ἐπὶ πρᾶγμα πορεύῃ,36

(200)

καὶ τότε σοι συνέριθος ἅμ’ ἕψεται Ἀφρογένεια. τοῦτο γάρ ἐστιν ἄκος καὶ ἀλεξητήριον ἐχθρῶν πάντων ὅσσα τε γαῖα φέρει καὶ πόντιον οἶδμα, ζωογονεῖ τε βρέφη 〈ἀλόχοισ〉 ὑπὸ γαστρὶ φορηθέν. πρός τε φόβους τοὺς γινομένους ἔχε μιν κατὰ νύκτα
205βασκανίην τε κακὴν μερόπων καὶ πήματα λυγρά, ἣ καὶ σῶμα φυλάσσει ἀπόρρητόν τ’ ἀποπέμπει· ὅσσον γὰρ φθονεροὶ μὲν ἀφεστήκασι, μέμυκεν, ἐρχομένων δ’ ἐγγὺς τούτων τότε κάρφος ἀνοίγει. ταύτη〈ν〉 παμμήτωρ φύσις εὕρε〈το〉· μηκέτι ταούς
210πτηνοὺς ἄνθρωποι θαυμάζετε· καὶ γὰρ ἐκεῖνοι βασκοσύνης ἕνεκεν δόλιχα πτερὰ μηκύνονται.
Ἔνδροσον ἐκ γαίης αἴρειν χρυσάνθεμον ἁγνόν πρὶν μέγαν Ἠέλιον τὸν ἀτέρμονα κύκλον ὁδεύειν, καὶ περὶ σῶμα φόρει καὶ ἔχ’ ἔντοσθ’ εἵματος αἴρων·37
215κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας
φαρμακίδων ἀλόχων καὶ βάσκανα φῦλ’ ἀνθρώπων.38