TLG 0280 001 :: ANDROMACHUS :: Fragmentum ANDROMACHUS Poet. Med. Fragmentum Citation: (Line) | ||
Κλῦθι πολυθρονίου βριαρὸν σθένος ἀντιδότοιο, Καῖσαρ, ἀδειμάντου δῶτορ ἐλευθερίης, κλῦθι Νέρων· ἱλαρήν μιν ἐπικλείουσι Γαλήνην εὔδιον, ἣ κυανῶν οὐκ ὄθεται λιμένων, | ||
5 | οὐδ’ εἴ τις μήκωνος ἀπεχθέα δράγματα θλίψας χανδὸν ὑπὲρ στυγνῆς χεῖλος ἔχει κύλικος, οὐδ’ εἰ κωνείου πλήσει γένυν· οὐκ ἀκονίτου μέμψεται, οὐ ψυχροῦ χυλὸν ὑοσκυάμου, οὐ θερμὴν θάψον τε καὶ ὠκύμορον πόμα Μήδης, | |
---|---|---|
10 | οὐδὲ μὲν αἱμηρῶν ἕλκεα κανθαρίδων, οὐ ζοφερῆς ἔχιός τε καὶ ἀλγεινοῖο κεράστου τύμματα, καὶ ξηρῆς διψάδος οὐκ ἀλέγοι. σκορπίος οὐκ ἐπὶ τήνδε κορύσσεται, οὐδὲ μὲν αὐτή ἀσπὶς ἀδηρίτων ἰὸν ἔχουσα γόων. | |
15 | οὐ μὲν †απεχθομενος και δρυας† ἀντιάσειε καὶ κατὰ φωλειὸν θερμὸς ἔνερθε μένοι· οὐκ ἀλέγοι δρυίναο, ἀναίμακτον δ’ ἔχει ἰόν αἱμοροῒς τοίῳ δαμναμένη πόματι. οὐ μὲν ἀπεχθήεντα φαλάγγια σίνεται οὕτως | |
20 | ἀνέρα, φρικαλέον δ’ ἄχθος ἔθηκε πόνων. | |
οὐχ ὕδρος οὐδ’ ἐπὶ χέρσον, ὅθ’ ὕδατα καρκίνος αἴθει, βοσκόμενος, θερμῆς 〈τ’〉 ἤρξατο πρῶτον ἄλης, χέρσυδρος θανάτῳ πεπαλαγμένα χείλεα σύρων ἀντόμενος γλυκεροῦ τέρμα φέροι βιότου. | 8 | |
25 | τῇ πίσυνος λειμῶσι θέρους ἔνι τέρπεο, Καῖσαρ, καὶ Λιβυκὴν στείχων οὐκ ἀλέγοις ἄμαθον· οὐδὲ μὲν ἀμφίσβαινα φέροι μόρον, οὐδέ τις ἤδη φρυνὸς ἐνὶ ξηροῖς βοσκόμενος πεδίοις. ῥεῖα δὲ καὶ στομάχοιο φέροις ἄκος οἰδήναντος | |
30 | καὶ θοὸν ἰήσαι’ ἄσθμα κυλινδόμενον· ἢ ὁπόταν περὶ γαστρὶ κυκώμενον ἔνδοθι πνεῦμα κυμαίνῃ κωφὸν κῦμα βιαζόμενον· ἢ ὅτ’ ἐνὶ στροφάλιγγι ἀπηνέι κυμήνειεν ἔντερον ἢ ταναοῦ σφυγμὸν ἔχωσι κόλου· | |
35 | ἢ ὁπόταν χολόεντες ὅλον δέμας, ἔξοχα δ’ ὄσσε, καὶ μερόπων χροιὴν πάμπαν ἀνηνάμενοι ἴκτερον ἱλάσκωνται ἀπηνέα, μηδ’ ἐπὶ θοίνην, εἰ καί σφιν μακρὸν Ζεὺς πετάσειε πέρας, νεύοιεν, μοῦνον δὲ κατηφέα θυμὸν ἔχοντες | |
40 | φεύγωσι σφετέρων ἤθεα κηδομένων. εἰ δέ που ἢ κακοεργὸν ἴδοις ἐπὶ σώμασιν ὦχρον, ῥύσαι’ ὑδρηλὴν νοῦσον ἐπεσσυμένην, καὶ φαέων ἀμβλεῖα ἄφαρ λάμψειεν ὀπωπή τῷ καὶ ἀρχομένης οὐκ ἀλέγοι φθίσιος. | |
45 | οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου ἤ τ’ ἄρα καὶ θώρηκος, ὅσην ὠτρύνατο χώρην | |
λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν, ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην | 9 | |
(50) | ἕλκεος ἢ καί που δαμναμένοιο πόρου οὖρον ἐπιφράσσοιτο, ὅτ’ ἄσχετα πολλάκι καυλός ὁρμαίνῃ κενεὴν σεύμενος ἐς Κυθέρην. νεφρῶν δ’ ἡνίκα φῶτα κατ’ ἰξύος ἄλγος ἐπείγοι, θαρσήσας ταύτην ἐξελάσεις ὀδύνην. | |
55 | καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλύν πινομένη πολλοὺς μέχρις ἐπ’ ἠελίους. ἀλθήσει〈σ〉 καὶ λοιμὸν ἀηδέα πᾶσαν ἐπ’ ἠῶ δύσπνοον ἐκ τοίης παρθέμενος πόσιος, καὶ κυνὸς ὑδροφόβην γενύων λυσσῶσαν ἐρινύν | |
60 | φεύξεαι εὐόδμῳ γαῦρος ἐπ’ ἀντιδότῳ. Τῆς δ’ ἤτοι κυάμοιο, τὸν εὔσκιον ἔτρεφεν ὕδωρ τέλμασι καὶ πολλοῖς κρυπτόμενον πετάλοις, Νειλώου κυάμοιο δίδου βάρος ἄμμιγα χεύας θερμὸν ὕδωρ τρισσῶν κιρνάμενος κυάθων. | |
65 | πίνοιεν δ’ ὅτε κοῖτον ἄγοι κνέφας, ἄλλοτε δ’ ἠοῦς, ἄλλοτε καὶ διπλῆν ἐς πόσιν ὀρνύμενοι· ἠοῦς μὲν κεράσαιο παρηγορέων κακοῦ ὁρμήν ὅσσοις ἀλγεινὸς λάμπεται ἠέλιος· νυκτὶ δ’ ὁμῶς ὅσσοις περ ἐπώδυνος ἕσπεται ὄρφνη | |
70 | εὐνάστειραν ἔχοις τειρομένων πρόποσιν· ἰοβόλων δ’ εἰ καί τις ὑπὸ γναμπτῆρι δαμείη ἢ μογερὸν κυανοῦ πῶμα λάβοι θανάτου, ἴσην ἐντύναιο κατ’ ὀρφναίην τε καὶ ἠῶ δαμναμένοις ἱλαρὴν παρθέμενος κύλικα. | |
75 | καί κεν ἀυπνείοντας ἄγοις ἐπὶ κοῖτον ἑτοίμως | |
γηθαλέους ταύτῃ, Καῖσαρ, ἀνωδυνίῃ. Πρῶτα μὲν ἀγρεύσαιτο κακήθεας ἐμπέραμος φώς τολμηρῇ μάρπτων χειρὶ θοοὺς ὄφιας, τοὺς ἤδη κρυεροῦ ἀπὸ χείματος οὐκέτι γαίης | 10 | |
80 | κρύπτουσι στεινοὶ πάμπαν ἔνερθε μυχοί, εἰαρινὴν δ’ ἐφ’ ἅλωα χυτὸν βόσκονται ἀν’ ἄλσος διζόμενοι χλοεροῦ σπέρμα λαβεῖν μαράθου, ὀξυτέρην τὸ τίθησιν ἐφ’ ἑρπηστῆρσιν ὀπωπήν πιαῖνον δειλοῖς ἄλγεα βουπελάταις. | |
85 | τῶν δ’ αὐτῶν οὐράς τε καὶ ἰοβόλους ἀπὸ κόρσας τάμνοις καὶ κενεὰς γαστέρας ἐξερύοις· οὖλα γὰρ ἀμφοτέρωθε φέρει ἐπὶ τύμμασιν ἄχθη λυγρὸν ὑπ’ οὐραίην ἰὸν ἔχων φολίδα· τούνεκά οἱ τμήσαιο κατ’ αὐχένα ἠδὲ κατ’ ἄκρα | |
90 | ὅσσον πυγμαίης χειρὸς ἔνερθε βάθος· λοίγια δὲ σταλάουσι σὺν αἵματι, τῶν ἀπὸ πέζαν ἐκτὸς ἔχων ἱλαρὴν δέ〈ρ〉ξεαι ἀντολίην. ὁππότε δὴ τὰ γένοιτο, τότ’ ἐν κεραμηίδι χύτρῃ κατθέμενος πυρσῷ σάρκας ἐπιφλεγέτω | |
95 | ὕδατος ἐγχεύας ὅσον ἄρκιον ἠδέ τ’ ἀνήθου κλῶνας, ἐχιδναίῃ σαρκὶ συνεψόμενος· ἡνίκα δὲ σκολιαὶ μὲν ἀπορρείωσιν ἄκανθαι καὶ κακὸν οἰδήνῃ νῶτον ὕπερθεν ἔχις, ἐκτὸς ἕλοι ζείοντα καταψύχων κυκεῶνα, | |
(100) | ὄφρ’ ἑκὰς ἐντύναι σάρκας ἀπεχθομένας ἑρπηστῶν τ’ ἰόεντας ἀπορρίψειεν ἀκάνθας πάμπαν ὑπ’ εὐδίφου χειρὸς ἐλεγχομένας. αὐαλέου δ’ ἐπὶ τῇσι βαλὼν εὐεργέος ἄρτου ὅσσον τερσῆναι σάρκα δύναιτο, τροχούς | 11 |
105 | πλάσσασθ’, ὁππότε μίγδα κύτει περιηγέος ὅλμου θλασθῇ, καὶ σκιεροῦ κάτθες ὑπὲρ δαπέδου. αὐτίκα δὲ σκίλλην τριχοειδέσιν ἄμμιγα φλοιοῖς σταιτὶ περιπλάσσας θάλπε κατὰ φλογιῆς, ὄφρα κεν ὀπταλέην τε καὶ οὐ σκληρὴν περὶ κόρσην | |
110 | ἐντύναις σποδιῆς ἠρέμα δαιομένης. καὶ ρ’ ὅτε θαλπομένη〈ν〉 ῥήξῃ σέλας, ἔκτοθι πυρσοῦ κάτθεο καὶ τρισσὴν σαρκὸς ἕλοις μερίδα ὁλκῆς καὶ στρυφνοῖο βάλοις δοιὼ ὀρόβοιο· εὐ δ’ ὑπέρῳ μίξας συνδονέων μυχόθεν | |
115 | αἴνυσο καὶ δινήεντας ἀνάπλασσε τροχίσκους· τοὺς δ’ ἑκὰς ἠελίου ψύχεο τερσομένους. τῶν δ’ ἤτοι δραχμὰς μὲν ὑπὸ πλάστιγγος ἀφέλκοις δοιὰς τὴν πέμπτην παρθέμενος δεκάδα, ἥμισυ θηρείοιο βαλὼν τροχοειδέος ἄρτου, | |
120 | καὶ δολιχὸν σταθμῷ τόσσον ἔχοι πέπερι· | |
ἶσα δ’ ὀποῦ μήκωνος ἕλοι〈σ〉 καὶ μάγματος αὕτως, μάγματος ἡδυχρόου τόσσον ἐφελκομένου. δώδεκα δὲ ξηροῖο ῥόδου δραχμαῖσιν ἰσάζοις φύλλα καὶ Ἰλλυρίην ἴριδα κατθέμενος | 12 | |
125 | κυανέης μίξαιο μελιπτόρθου γλυκυρίζης τόσσον καὶ γλυκερῆς σπέρματα βουνιάδος, σκόρδ〈ε〉ιον καὶ κλεινὸν ὀπὸν μίσγοιο θυώδη βαλσάμου Συρίης ἔνδοθεν αἰνύμενος· τοῖς δ’ ἔπι καὶ κινάμωμον ἰσάζεο, μηδέ σε λήθῃ | |
130 | ἀγαρικὸν τούτοις ἰσοβαρὲς θέμεναι. ἢ ἔτι καὶ σμύρνης καὶ εὐόδμου κόστοιο καὶ κρόκου, ὅν τ’ ἄντρον θρέψατο Κωρύκιον, καὶ κασίην Ἰνδήν τε βάλοις εὐώδεα νάρδον καὶ σχοῖνον νομάδων θαῦμα φέροις Ἀράβων | |
135 | καὶ λιβάνου μίσγοιο καὶ ἀγλαΐην στήσαιο ἄμμιγα κυανέῳ κατθέμενος πεπέρει δικτάμνου τε κλῶνας ἰδὲ χλοεροῦ πρασίοιο καὶ ῥῆον, στοιχὰς δ’ οὐκ ἀπάνευθε μένοι, οὐδέ νυ πετροσέλινον ἰδ’ εὐώδης καλαμίνθη | |
140 | δριμύ τε τερμίνθου δάκρυ Λιβυστιάδος, θερμὸν ζιγγίβερι κεὔκλωνον πενταπέτηλον· τὰς δοιὰς δραχμῶν πάντα φέροι τριάδας. αὐτίκα καὶ πολίου πίσυρας ὁλκὰς βαρυέσσας ἠδὲ χαμαιζήλου πτόρθος ἄγοι πίτυος | |
145 | καὶ στύρακος μήου τ’ ἰδὲ βοτρυόεντος ἀμώμου καὶ νάρδου, Γαλάτης ἣν ἐκόμισσεν ἀνήρ, Λημνιάδος μίλτοιο καὶ ἐκ Πόντου παράλοιο φοῦ καὶ ἐρημαίης πρέμνα χαμαιδρυάδος, μαλαβάθρου καλὰ φύλλα καὶ ὀπταλέην χαλκῖτιν | 13 |
(150) | μίσγεσθαι ῥίζης οὐ δίχα γεντιάδος, ἄννησον χυλόν θ’ ὑποκιστίδος ἠδέ νυ καρπόν βαλσάμου λιπαρὸν κόμμι διηνάμενος καὶ μαράθοιο σπέρμα καὶ Ἰδαῖον κραδάμωμον ἠδ’ ἄκορον στήσαις παρθέμενος σέσελι, | |
155 | δάκρυον εὖ μίσγοιο βαλὼν κυανωπὸν ἀκάνθης θλάσπι τε σὺν τούτοις ἰσοβαρὲς τελέθοι, τόσσον δ’ ὑπερικοῦ, τόσσον δ’ ἐπιμίσγεο ἄμμι, καὶ σαγαπηνὸν ἄγοι τετράδα τοσσατίην. δοιὰς δ’ εἰσάξεις τά περ Ἴστριος ἔκβαλε κάστωρ | |
160 | μήδεα καὶ λεπτὴν ῥίζαν ἀριστολόχου δαυκείου τε σπέρμα καὶ αὐαλέην ἄσφαλτον ἰοβόλων κοίταις ἀντία δαιομένην, ἶσα δ’ ὀποῦ πάνακος συμμίσγεο κενταυρείῳ χαλβανίδος λιπαρῆς ἰσόμορον θέμενος. | |
165 | καὶ τὰ μὲν ἐν θυίῃ πολιῷ μαλθάσσεο οἴνῳ ὅσσα περ ὑγροτέροις δάκρυσιν ἐμφέρεται· κόψας δ’ εὖ λείαινε, τά κεν ξυλοειδέα πάντα Ἀκταίῳ μίσγοις συγκεράσας μέλιτι. | |
Ἱλήκοις ὃς τήνδε μάκαρ τεκτήναο, Παιών, | 14 | |
170 | εἴτε σε Τρικκαῖοι, δαῖμον, ἔχουσι λόφοι ἢ Ῥόδος ἢ Βούρινα καὶ ἀγχιάλη Ἐπίδαυρος, ἱλήκοις, ἱλαρὴν δ’ αἰὲν ἄνακτι δίδου παῖδα τεὴν Πανάκειαν· ὁ δ’ εὐαγέεσσι θυηλαῖς | |
ἱλάσεται τὴν σὴν αἰὲν ἀνωδυνίην. | 15 |