TLG 0273 001 :: SCOLIA ALPHABETICA :: Fragmenta (P. Oxy. 15.1795) SCOLIA ALPHABETICA Hexametr.
Lyr. Fragmenta (P. Oxy. 15.1795)
Citation: Column — fragment — (line) | ||
1.1 | []κεφαλὴ στεφανω[ []ν μετὰ τοῦ μέλαν[ος | |
[]κω καὶ κλωνία [ []ω μετ’ ἐμοῦ δύο κ[ | Column end | |
5 | []οις φανερῷ γὰρ ε.[ [].οι καὶ σ〈ε〉ίσατε τω[ []κ̣ων ἀνέμων ι̣.[ []ς περὶ δάκτυλον[ [π]λοκαμοὺς λευκ[οὺς | |
---|---|---|
10 | []θ̣ανεῖν ὅτι πα[ []ε γούνατα ν.[ [ ]σ̣σ̣οθε[ | |
[ ].[ | Column end | |
1.2 | [ ]ν [ ] | |
[ ]ν̣ω [ ]υς. αὔλ〈ε〉ι μο[ι | 38 | |
5 | [ ]ω[....]ου [].[......] [ ]εσας | |
[ ]η̣ς̣. αὔλ〈ε〉ι μο[ι | Column end | |
2.1 | [Θ....... μηδ’ ἀδικεῖν ζήτει, μηδ’ ἂν ἀδι[κῇ πρ]οσερίσῃς, φεῦγε φόνους καὶ φεῦγε μάχας, φ[εῖ]σ̣αι̣ δι̣α̣φρο̣ν̣ε[ῖ]ν̣, εἰς δ’ ὀλίγον πονέσεις, καὶ δεύτερον οὐ μεταμέλῃ. | |
5 | αὔ[λει μοι. 〈ε〉Ἶδες ἔαρ, χειμῶνα, θέρος· ταῦτ’ ἐστὶ διόλου· ἥλιος αὐτὸς [ἔδυ], καὶ νὺξ τὰ τεταγμέν’ ἀπέχει· μὴ κοπία ζητεῖν πόθεν ἥλιος ἢ πό̣θ̣ε̣[ν] ὕδωρ, ἀλλὰ π[ό]θεν τ[ὸ] μύρον καὶ τοὺς στεφάνου[ς] ἀγοράσῃς. | |
10 | αὔλει μο[ι. Κρήνας αὐτορύ[το]υς μέλ[ιτ]ος τρεῖς ἤθελον ἔχειν, πέντε γαλακτορύτους, οἴνου δέκα, δ[ώδε]κα μύρου, καὶ δύο πηγαίων ὑδάτων, καὶ τρεῖς χ̣ι̣ο̣ν̣έ̣ων· παῖδα κατὰ κρήνην καὶ παρθένον ἤθελον ἔχειν. | |
15 | αὔλει μο[ι. Λύδιος αὐλὸς ἐμοὶ τά τε Λύδια παίγματα λύρας κα̣[ὶ] Φρύ̣γ̣[ιο]ς κάλαμος, τὰ δὲ τ̣α̣ύρ̣ε̣α τύμπανα πονεῖ· ταῦτα ζ̣ῶ̣ν̣ ᾆσα̣ί̣ τ’ ἔραμαι, καὶ ὅταν ἀποθάνω αὐλὸν ὑπὲρ κεφαλῆς θέτε μοι, παρὰ ποσ〈σ〉ὶ δὲ λύρη[ν. | |
20 | αὔλει μοι. Μέτρα τί[ς] ἀ̣ν̣ πλούτου, τίς ἀνεύρατο μέτρα πενίας, ἢ τίς ἐν ἀνθρώποις χρυσοῦ πάλιν εὕρατο μέτρον; | |
νῦν γὰρ ὁ χρήματ’ ἔχων ἔτι πλε[ί]ονα χρήματα θέλει, πλούσιος ὢν δ’ ὁ τάλας βασανίζεται ὥσπερ ὁ πένης. | 39 | |
25 | αὔλ[ει μοι. Νεκρὸν ἐάν ποθ’ ἴδῃς καὶ μνήματα κωφὰ παράγῃς, κοινὸν ἔσοπτρον ὁρᾷ〈σ〉· ὁ θανὼν οὕτως προσεδόκα. ὁ χρό[ν]ος ἐστὶ δάνος, τὸ ζῆν πικρός ἐσθ’ ὁ δανίσας, κἂν τότ’ ἀπαιτῆσαί σε θέλει, κλαίων [ἀ]ποδιδοῖς. | |
30 | αὔλει μοι. Ξέρξης ἦν βασιλε[ὺ]ς ὁ λέγων Διὶ πάντα μερίσαι, ὃς δυσ〈ὶ〉 πηδα̣λ̣[ί]ο[ι]ς μόνος ἔσχισε Λήμνιον ὕδωρ· ὄλβι〈ο〉ς ἦν ὁ Μίδας, τρὶς δ’ ὄλβιος ἦ̣ν̣ ὁ̣ [Κ]ι̣ν̣ύρ̣[α]ς̣· ἀλλὰ̣ τ̣ί̣ς̣ ε̣ἰ̣ς̣ Ἀ̣ί̣δ̣α̣ ὀβολοῦ πλέον ἤλυθεν ἔχων; | |
35 | αὔλει μοι. | 40 |