|
TLG 0268 002 :: MESOMEDES :: Epigrammata MESOMEDES Lyr. Epigrammata Citation: Book — epigram — (line) | ||
14.63(p1) | ΜΕΣΟΜΗΔΟΥΣ | |
| 1 | Ἕρπουσα, βεβῶσα, ποτωμένα, νόθον ἴχνος ἀειρομένα δρομάς, πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά, τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ, | |
|---|---|---|
| 5 | τὰ δ’ ὄπισθεν ἑλισσόμενος δράκων. οὔθ’ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά, οὔτ’ ὄρνις ὅλον δέμας οὔτε θήρ· κούρα γὰρ ἐφαίνετ’ ἄνευ ποδῶν, κεφαλὰν δ’ οὐκ ἔσχε βρέμουσα θήρ. | |
| 10 | φύσιν εἶχεν ἄτακτα κεκραμέναν· | |
| ἀτέλεστα τέλεια μεμιγμένα. | ||
16.323(p1) | ΜΕΣΟΜΗΔΟΥΣ | |
| 1 | Τὰν ὕελον ἐκόμιζε κόψας ἐργάτας ἀνήρ· ἐς δὲ πῦρ ἔθηκε βῶλον, ὡς σίδηρον εὐσθενῆ· | |
| 5 | ἁ δ’ ὕελος οἷα κηρὸς ἐξεχεῖτο παμφάγοισι φλοξὶν ἐκπυρουμένα· θαῦμα δ’ ἦν ἰδεῖν βροτοῖς ὁλκὸν ἐκ πυρὸς ῥέοντα | |
| 10 | καὶ τὸν ἐργάτην τρέμοντα, μὴ πεσὼν διαρραγῇ· ἐς δὲ διπτύχων ἀκμὰς | |
| χηλέων ἔθηκε βῶλον ... | ||