TLG 0268 001 :: MESOMEDES :: Fragmenta MESOMEDES Lyr. Fragmenta
Citation: Fragment — (line) | ||
1(t) | εἰς Μοῦσαν | |
1 | Ἄειδε μοῦσά μοι φίλη, μολπῆς δ’ ἐμῆς κατάρχου, αὔρη δὲ σῶν ἀπ’ ἀλσέων ἐμὰς φρένας δονείτω. | |
---|---|---|
4 | ||
5 | Καλλιόπεια σοφά, μουσῶν προκαθαγέτι τερπνῶν, καὶ σοφὲ μυστοδότα, Λατοῦς γόνε, Δήλιε Παιάν, εὐμενεῖς πάρεστέ μοι. | |
2(t) | ὕμνος εἰς Ἥλιον | |
1 | Εὐφαμείτω πᾶς αἰθήρ, γῆ καὶ πόντος καὶ πνοιαί, οὔρεα, τέμπεα σιγάτω, ἦχοι φθόγγοι τ’ ὀρνίθων· | |
5 | μέλλει γὰρ πορτ’ ἡμᾶς βαίνειν Φοῖβος ἀκερσεκόμας εὐχαίτας. | |
6 | χιονοβλεφάρου πάτερ Ἀοῦς, ῥοδόεσσαν ὃς ἄντυγα πώλων πτανοῖς ὑπ’ ἴχνεσσι διώκεις, | |
10 | χρυσέαισιν ἀγαλλόμενος κόμαις περὶ νῶτον ἀπείριτον οὐρανοῦ ἀκτῖνα πολύστροφον ἀμπλέκων, αἴγλας πολυδερκέα παγάν περὶ γαῖαν ἅπασαν ἑλίσσων, | |
15 | ποταμοὶ δὲ σέθεν πυρὸς ἀμβρότου τίκτουσιν ἐπήρατον ἁμέραν. σοὶ μὲν χορὸς εὔδιος ἀστέρων κατ’ Ὄλυμπον ἄνακτα χορεύει ἄνετον μέλος αἰὲν ἀείδων | |
20 | Φοιβηίδι τερπόμενος λύρᾳ, | |
γλαυκὰ δὲ πάροιθε Σελάνα χρόνον ὥριον ἁγεμονεύει λευκῶν ὑπὸ σύρμασι μόσχων· γάνυται δέ τέ 〈σ〉οι νόος εὐμενής | 25 | |
25 | πολυείμονα κόσμον ἑλίσσων. | |
3(t) | ὕμνος εἰς Νέμεσιν | |
1 | Νέμεσι πτερόεσσα βίου ῥοπά, κυανῶπι θεά, θύγατερ Δίκας, ἃ κοῦφα φρυάγματα θνατῶν ἐπέχεις ἀδάμαντι χαλινῷ, | |
5 | ἔχθουσα δ’ ὕβριν ὀλοὰν βροτῶν μέλανα φθόνον ἐκτὸς ἐλαύνεις. ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ χαροπὰ μερόπων στρέφεται τύχα, λήθουσα δὲ πὰρ πόδα βαίνεις, | |
10 | γαυρούμενον αὐχένα κλίνεις. ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς, νεύεις δ’ ὑπὸ κόλπον ὄφρυν ἀεί ζυγὸν μετὰ χεῖρα κρατοῦσα. ἵλαθι μάκαιρα δικασπόλε | |
15 | Νέμεσι πτερόεσσα βίου ῥοπά. | |
15 | Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν, Νίκην τανυσίπτερον ὀμβρίμαν νημερτέα καὶ πάρεδρον Δίκας, ἃ τὰν μεγαλανορίαν βροτῶν | |
20 | νεμεσῶσα φέρεις κατὰ ταρτάρου. | |
4(t) | εἰς τὴν Φύσιν | |
1 | Ἀρχὰ καὶ πάντων γέννα, πρεσβίστα κόσμου μᾶτερ | |
καὶ νὺξ καὶ φῶς καὶ σιγά, ἃ φρουρεῖς πάντα〈σ〉 μύ〈στασ〉 | 26 | |
5 | ἠδ’ ἀγγέλλεις τοὺς Ζηνός παῖδας κυδίστῃ Ῥείῃ, δέχει γὰρ πάντας μύθους μειλικτοὺς ἀνδρῶν ἔργοις. καί μοι πρῶτον μὲν ψυχά | |
10 | ὀρθὰν βαίνοι πρὸς γραμμά〈ν〉 ἀψευδεῖ γλώσσης ῥύμῃ· γυίων αὖθις δ’ ἀσκηθεῖς γόμφοι τ’ εἶεν καὶ ταρσοί ζωᾶς ἐς μέτρον τᾶσδε. | |
15 | σὺ δ’ ὦ λαμπραῖς ἀκτῖσι〈ν〉 γαῖαν πᾶσαν πυρσεύων Αἰὼν ἀσβέστων φλογμῶν, ταῖς σαῖς δέρκευ με γλήναις ὄλβον χεύων εὐαγῆ | |
20 | τῷ σῷ, Παιάν, βακχευτᾷ. εἰς σὲ ζωὰν γὰρ τείνω γυίοις ἐνναίων ῥευστοῖς· οἴκτειρον τόσσον, Τιτάν, ἀνθρώπου δειλοῦ δεσμόν. | |
5(t) | εἰς τὴν Ἶσιν | |
1 | Εἷς ὕμνος ἀνά τε γᾶν ἀνά τε νηῦς ἁλιπόρους ᾄδεται, πολυτρόποις ἓν τέλος ἐν ὀργίοις· | |
5 | ἁ βαθύκερως Ἶσις ἅτ’ ἔαρος ἅτε θέρεος ἅτε χείματος ἄγει νεογόνους ἡνίας. τὲ καλεῦσι πῦρ Ἄιδος {τε} | 27 |
10 | καὶ χθόνιος ὑμέναιος, αἱ φυτῶν ὠδῖνες, οἱ Κύπριδος ἵμεροι, τὲ νηπιάχου γονά, πῦρ τέλεον ἄρρητον, | |
15 | οἱ Ῥέας Κούρητες ὅ τε Κρόνιος ἄμητος· ἄστρα διφρηλάτᾳ πάντα δι’ ἀνακτόρων Ἴσιδι χορεύεται. | |
6(t) | εἰς Ἀδρίαν | |
1 | Ἀδρία βαθύπλου, πόθεν ἄρξομαι ὑμνεῖν σε, μεσαιπόλε πόντου; πῶς ἢ τίς ἔτικτέ σε παγά ἢ πῶς τὸ πανόλβιον ὕδωρ | |
5 | χθονὶ μὴ περικείμενον ἵσταται; οὐ γὰρ βλέπετ’ ἔνθεν †ἀπωροφά, οὐ βουκόλος, οὐ γένος ὀρνέων, οὐ μηκάσι σύρισε ποιμήν· ἔνθ’ ὕδατα καὶ πλατὺς ἀήρ. | |
10 | χορὸς εἰς σὲ πάλιν κέκλιτ’ ἀστέρων καὶ κέντρα φαεινὰ σελάνας καὶ Πλειάδος ἀστέρες εὐγενεῖς. δὸς ἰδεῖν χθόνα, δέσποτα, καὶ πόλιν, ἀνέμους δὸς ἀπήμονας εὐδίους· | |
15 | καὶ μητέρα γῆς ἐσιδὼν πόλιν | |
τότε σοι νεβρὸν εὔκερω θύσω. | 28 | |
7(t) | εἰς ὡρολόγιον | |
1 | Τίς ὁ λάινον ἄντρον Ἄρει ξέσας, τίς ὁ κέντρον ἐπίσκοπον ἁρμόσας συνοδοιπόρον εὗρε τὸ〈ν〉 ἁλίου, ἐνέκλεισεν ἔσω δρόμον ἁμέρας, | |
5 | ὅθεν αἰθέρος ἅρμα προσίπταται; ὦ δαιδαλέου καμάτου τέχνας· ὀλίγη λίθος ἐνδέδυται πόλον, τὸν Ἄτλας τις ἐκούφισε βαστάσας. | |
8(t) | ἄλλο εἰς ὡρολόγιον | |
1 | Τίς ἐτεύξατο χαλκελάτῳ τέχνᾳ μακάρων δρόμον ἐς μέτρον ἁμέρας; τίς ἔταξε κύκλῳ δρόμον ἀστέρων, παγχάλκεον εἰκόνα κόσμου, | |
5 | μερίσας κανόνων τύπον εὐδρόμων, ὁρίσας ἀτραπῶν ὁδὸν εὐαγῆ ζῴων ἀριθμὸν τρὶς τεσσάρων; ὁ δὲ δίσκος ἔχει πυκινὰν γλυφάν, τετορευμένα τείρεα χρύσεα· | |
10 | Κριὸν βριαρὸν λασιὸν κόμαν, Ταῦρον κεραὸν, Πλειάδων δρόμον, μορφὰν κρατερῶν Διδύμων ἴσαν, ὤμοισι κεχηνότα Καρκίνον, κρατερὸν δὲ Λέοντα πελώριον, | |
15 | ξανθὰν εὐώπιδα Παρθένον, Ζυγὸν ἀμφιρεπῆ, μερόπων δίκαν, καὶ Σκορπίον εὔοπλον ὀργίλον, Κένταυρον ἀναιδέα τοξόταν, | |
διφυὲς καλὸν Αἰγόκερω δέμας, | 29 | |
20 | ὑετοῦ μέγαν ὄμβρον Ὑδρηχόου, πελάγους ἁλικύμονος Ἰχθύας. φέρεται δὲ μέσον κανόνων λίθ[ος τὰν τάξιν ἔχων ἰδίων μέτρων, ἀνόδευτον ὁδὸν φανερὰν ἔχων, | |
25 | θέμενος χορὸν εἰς μέτρον ἀφθίτων. καὶ δείκνυτο πᾶσι τέχνα σοφά· μετὰ δῆριν ἀπείριτον οὐρανοῦ μυκήσατο χάλκεος ἁδονά, δηλοῦσα βροτοῖς μέτρον ἁμέρας. | |
9(t) | ἔκφρασις σπόγγου | |
1 | Ἄνθος τόδε σοι βυθίων πετρῶν πολύτρητον ἁλὸς παλάμαις φέρω σμήνεσσι πανείκελον †α δων† ἅτε κηρὸν Ὑμήττιον ἐκ πετρῶν, | |
5 | ᾧ Γλαῦκος ἐν ὕδασι τέρπεται, Τρίτωνος ὅδ’ ἐστὶ χαμεύνα. τούτῳ παρὰ κύμασι παρθένοι παίζουσιν, ἀγάλματα Νηρέως, πώλων ὅδ’ ἀφρώδε’ ἀθυ〈ρμάτ〉ων | |
10 | Ἐνοσίχθονος ἄσθματα λούει. τοῦτον τάμε νηχόμενος δύτας ἁλὸς ὕδασιν ἄτρομος ἐργάτας, ἵνα σου κατὰ χιονέων μελῶν λύσῃ μετὰ νύκτα, γύναι καλά, | |
15 | κάματον †τῶν ἐρωτικῶν ὀμμάτων. | |
10(t) | εἰς κύκνον | |
1 | Κύκνον ἐνὶ ποταμῷ κάτεχεν ἄτερ βρόχου | |
παγόδετον ὕδωρ· ὃν ἄμουσος ἰδών | 30 | |
5 | αἰπόλος ἀγρότας ἔθελε διολέσαι, κεφαλὰν λιγύθρουν τῷ σταχυοτόμῳ δρεπάνῳ θερίσας. | |
10 | κατὰ δ’ ὑδατοπαγοῦς βαῖνε κελεύθου βήμασι κούφοις, Τιτὰν δὲ κύκνῳ πυρόεντι βολᾷ | |
15 | σύμμαχος ἐφάνη· γίγνετο μὲν ὑγρόν πάλι ποταμὸς ὕδωρ· ἔπεσεν ὁ βούτας, ὁ δὲ κύκνος ἀνέθορε | |
20 | κἄμπτατο χαίρων. | |
11(t) | εἰς κώνωπα | |
1 | Ἐλέφαντος ἐπ’ οὔατι κώνωψ πτερὸν οὐ πτερὸν ἵστατο σείων, φάτο δ’ ἄφρονα μῦθον· ἀφίπταμαι, βάρος οὐ γὰρ ἐμὸν δύνασαι φέρειν. | |
5 | ὃ δ’ ἔλεξε γέλωτος ὑφ’ ἁδονᾷ· ἀλλ’ οὔτ’ ἐδάην ὅτ’ ἐφιπτάθης οὔθ’ ἡνίκ’ ἀφίπτασαι, κώνωψ. | |
12 | Ἕρπουσα ποτωμένα βεβῶσα κούρα, νόθον ἴχνος ἀραμένα δρομαία λέαινα, πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά, | |
τὰ δὲ μέσ〈σ〉α βρέμουσα λέαινα θήρ, | 31 | |
5 | τὰ δ’ ὄπισθεν ἑλισσόμενος δράκων. οὔθ’ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά οὔτ’ ὄρνις ὅλον δέμας οὔτε θήρ· κο〈ύ〉ρη γὰρ ἐφαίνετ’ ἄνευ ποδῶν, κεφαλὰν δ’ οὐκ ἔσχε βρέμουσα θήρ. | |
10 | φύσιν ἔσχεν ἄτακτα κεκραμένα〈ν〉 ἀτέλεστα τέλεια μεμ〈ε〉ιγμένα. | |
13 | Τὰν ὕελον †ἐκόμιζε κόψας† ἐργάτας ἀνήρ, ἐς δὲ πῦρ ἔθηκε βῶλον ὡς σίδηρον εὐσθενῆ. | |
5 | ἁ δ’ ὕελος οἷα κηρός ἐξεχεῖτο παμφάγοισι φλοξὶν ἐκπυρουμένα. θαῦμα δ’ ἦν ἰδεῖν βροτοῖς ὁλκὸν ἐκ πυρὸς ῥέοντα | |
10 | καὶ τὸν ἐργάταν τρέμοντα μὴ πεσὼν διαρραγῇ. ἐς δὲ διπτύχων ἀκμάς | |
χηλέων ἔθηκε βῶλον ... | 32 |