TLG 0267 002 :: XENOPHANES :: Fragmenta (Silli et De natura) XENOPHANES Poet. Phil. Fragmenta (Silli et De natura) Source: Diehl, E. (ed.), Anthologia lyrica Graeca, fasc. 1, 3rd edn. Leipzig: Teubner, 1949: 68–74. frr. 9–11, 13–34 Citation: Fragment — (line) | ||
t9-18 | ΣΙΛΛΩΝ ΒΙΒΛΙΑ Ε | |
9 | ἐξ ἀρχῆς καθ’ Ὅμηρον, ἐπεὶ μεμαθήκασι πάντες ... | |
10 | πάντα θεοῖς’ ἀνέθηκαν Ὅμηρός θ’ Ἡσίοδός τε, ὅσσα παρ’ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. | 68 |
11 | ὡς πλεῖστ’ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. | |
13 | ἀλλ’ εἰ χεῖρας ἔχον βόες 〈ἵπποι τ’〉 ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί 〈κε〉 θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν | |
5 | τοιαῦθ’, οἷόν περ καὐτοὶ δέμας εἶχον 〈ἕκαστοι〉. | 69 |
---|---|---|
14 | Αἰθίοπές τε 〈θεοὺς σφετέρουσ〉 σιμοὺς μέλανάς τε Θρῆικές τε γλαυκοὺς καὶ πυρρούς 〈φασι πέλεσθαι〉. | |
15 | ἑστᾶσιν δ’ ἐλάτη〈ς βάκχοι〉 πυκινὸν περὶ δῶμα. | |
16 | οὔ τοι ἀπ’ ἀρχῆς πάντα θεοὶ θνητοῖς’ ὑπέδειξαν, ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον. | |
17 | καί 〈κ’〉 ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. | |
18 | πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρηι | |
ἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους· ‘τίς πόθεν εἷς ἀνδρῶν; πόσα τοι ἔτε’ ἐστί, φέριστε; | 70 | |
5 | πηλίκος ἦσθ’, ὅθ’ ὁ Μῆδος ἀφίκετο;‘ | |
t19-34 | ΕΠΗ ΠΕΡΙ ΦΥΣΙΟΣ | |
19 | εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα. | |
20 | οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέ τ’ ἀκούει. | |
21 | ἀλλ’ ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει. | |
22 | αἰεὶ δ’ ἐν ταὐτῶι μίμνει κινεύμενος οὐδέν, | |
οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι. | 71 | |
23 | ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι. | |
24 | γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται ἠέρι προσπλάζον, τὸ κάτω δ’ ἐς ἄπειρον ἱκνεῖται. | |
25 | γῆ καὶ ὕδωρ πάντ’ ἔσθ’ ὅσα γίνοντ(αι) ἠδὲ φύονται. | |
26 | πηγὴ δ’ ἐστὶ θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· | |
οὔτε γὰρ ἐν νέφεσιν 〈πνοιαί κ’ ἀνέμοιο φύοιντο〉 〈ὀμβροφυέσσιν〉 ἔσωθεν ἄνευ πόντου μεγάλοιο οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰ〈θέροσ〉 ὄμβριον ὕδωρ, | 72 | |
5 | ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε καὶ ποταμῶν. | |
27 | ἠέλιός θ’ ὑπεριέμενος γαῖάν τ’ ἐπιθάλπων. | |
28 | ἥν τ’ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε, πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι. | |
29 | πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα. | |
30 | καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται | |
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ’ ἐπὶ πᾶσι τέτυκται. | 73 | |
31 | ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι. | |
32 | ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι, | |
33 | καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ. | |
34 | εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον | |
γλύσσονα σῦκα πέλεσθαι. | 74 |