TLG 0267 001 :: XENOPHANES :: Fragmenta

XENOPHANES Poet. Phil.
(Colophonius: 6–5 B.C.)

Fragmenta

Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 164–170.

frr. B1–3, 5–9, A14, B14, 45

Citation: Fragment — (line)

B1

νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους, ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάληι παρατείνει· κρητὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης·
5ἄλλος δ’ οἶνος ἑτοῖμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος· ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησιν, ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν· παρκέαται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
10 τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη· βωμὸς δ’ ἄνθεσιν ἂν τὸ μέσον πάντηι πεπύκασται, μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις,
15σπείσαντάς τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν· ταῦτα γὰρ ὦν ἐστι προχειρότερον, οὐχ ὕβρεις· πίνειν δ’ ὁπόσον κεν ἔχων ἀφίκοιο οἴκαδ’ ἄνευ προπόλου μὴ πάνυ γηραλέος. ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνει,
20ὡς ἦι μνημοσύνη καὶ τόνος ἀμφ’ ἀρετῆς,
οὔ τι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων οὐδὲ 〈 〉 Κενταύρων, πλάσμα〈τα〉 τῶν προτέρων, ἢ στάσιας σφεδανάς· τοῖς οὐδὲν χρηστὸν ἔνεστιν· θ͜εῶ͜ν 〈δὲ〉 προμηθείην αἰὲν ἔχειν ἀγαθήν.164

2

ἀλλ’ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ῥοῆις ἐν Ὀλυμπίηι, εἴτε παλαίων ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων
5εἴτε τὸ δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν, ἀστοῖσίν κ’ εἴη κυδρότερος προσορᾶν, καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο, καί κεν σῖτ’ εἴη δημοσίων κτεάνων ἐκ πόλεως, καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη—
10 εἴτε καὶ ἵπποισιν· ταῦτά κε πάντα λάχοι, οὐκ ͜ἐὼ͜ν ἄξιος ὥσπερ ἐγώ· ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἠδ’ ἵππων ἡμετέρη σοφίη. ἀλλ’ εἰκῆι μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης·
15οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη οὔτ’ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην, οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον, ῥώμης ὅσς’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει, τούνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίηι πόλις εἴη·
20 σμικρὸν δ’ ἄν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῶι, εἴ τις ἀεθλεύων νικῶι Πίσαο παρ’ ὄχθας· οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.165

3

ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν, ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς, ἤιεσαν εἰς ἀγορὴν παναλουργέα φάρε’ ἔχοντες, οὐ μείους ὥσπερ χείλιοι ὡς ἐπίπαν,
5αὐχαλέοι, χαίτηισιν †ἀγαλλομεν εὐπρεπέεσσιν,
ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι.166

5

οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον ἐγχ͜έα͜ς, ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ.

6

πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν τοῦ κλέος Ἑλλάδα πᾶσαν ἀφίξεται, οὐδ’ ἀπολήξει, ἔστ’ ἂν ἀοιδάων ἦι γένος Ἑλλαδικόν.

7

νῦν αὖτ’ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.

7a

καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος· “παῦσαι, μηδὲ ῥάπιζ’, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶν
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀϊών”.167

8

ἤδη δ’ ἑπτά τ’ ἔασι καὶ ἑξήκοντ’ ἐνιαυτοὶ βληστρίζοντες ἐμὴν φροντίδ’ ἀν’ Ἑλλάδα γῆν· ἐκ γενετῆς δὲ τότ’ ἦσαν ἐείκοσι πέντέ τε πρὸς τοῖς, εἴπερ ἐγὼ περὶ τῶνδ’ οἶδα λέγειν ἐτύμως.

9

ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος.168

A14

οὐκ ἴση πρόκλησις αὕτη, ἀσεβεῖ πρὸς εὐσεβῆ.169

B14

ἀλλ’ οἱ βροτοὶ δοκ͜έου͜σι γεννᾶσθαι θεούς, τὴν σφετέρην δ’ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε,

45

ἐγὼ δὲ ἐμαυτὸν πόλιν ἐκ πόλεως φέρων ἐβλήστριζον,170