TLG 0266 002 :: TYRTAEUS :: Fragmenta TYRTAEUS Eleg. Fragmenta Source: FGrH #580. : 3B:690–692. Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3b,580,F1 | ARISTOT. Pol. 5, 6 p. 1306b 22: ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στά‐ σεις αἱ μὲν διὰ τὸ ὀλίγους τῶν τιμῶν μετέχειν, ὅπερ εἴρηται κινεῖν καὶ τὰς ὀλιγαρχίας .... μάλιστα δὲ τοῦτο συμβαίνειν ἀναγκαῖον, ὅταν ἦι τι πλῆθος τῶν πεφρονηματισμένων ὡς ὁμοίων κατ’ ἀρετήν, οἷον ἐν Λακεδαίμονι οἱ λεγόμενοι Παρθενίαι (ἐκ τῶν ὁμοίων γὰρ ἦσαν), | |
5 | οὓς φωράσαντες ἐπιβουλεύσαντας ἀπέστειλαν Τάραντος οἰκιστάς· (2) ἢ ὅταν τινὲς ἀτιμά‐ ζονται μεγάλοι ὄντες καὶ μηδενὸς ἥττους κατ’ ἀρετὴν ὑπό τινων ἐντιμοτέρων, οἷον Λύσανδρος ὑπὸ τῶν βασιλέων· ἢ ὅταν ἀνδρώδης τις ὢν μὴ μετέχηι τῶν τιμῶν, οἷον Κινάδων ὁ τὴν ἐπ’ Ἀγησιλάου συστήσας ἐπίθεσιν ἐπὶ τοὺς Σπαρτιάτας· ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν, οἱ δ’ εὐπορῶσιν—καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται. συνέβη δὲ καὶ τοῦτο ἐν | |
---|---|---|
10 | Λακεδαίμονι ὑπὸ τὸν Μεσσηνιακὸν πόλεμον· δῆλον δὲ [καὶ τοῦτο] ἐκ τῆς Τυρταίου ποιήσεως τῆς καλουμένης Εὐνομίας (F 1 Bgk)· θλιβόμενοι γάρ τινες διὰ τὸν πόλεμον ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώραν. ἔτι ἐάν τις μέγας ἦι καὶ δυνάμενος ἔτι μείζων εἶναι, ἵνα μοναρχῆι, ὥσπερ ἐν Λακεδαίμονι δοκεῖ Παυσανίας | |
ὁ στρατηγήσας κατὰ τὸν Μηδικὸν πόλεμον καὶ ἐν Καρχηδόνι Ἄννων. | 3 | |
3b,580,F2 | STRABON 8, 4, 10 p. 362: πλεονάκις δ’ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσση‐ νίων. τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος (F 8 Bgk) ἐν τοῖς ποιήμασιν αὐτοῦ κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι· τὴν δὲ δευτέραν, καθ’ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ † Ἠλείους καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων | |
5 | μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Παντα‐ λέοντα τὸν Ὀμφαλίωνος, ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοις· καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῆι ἐλεγείαι, ἣν ἐπιγρά‐ φουσιν Εὐνομίαν (F 2 Diehl)· «αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης / Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν, / οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα / | |
10 | εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα». ὥστ’ ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα, ἢ Φιλοχόρωι (328 F 215) ἀπιστητέον τῶι φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον καὶ Καλλισθένει (124 F 24) καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι, δεηθέντων Λακεδαιμονίων κατὰ χρησμόν, ὃς ἐπέταττε παρ’ Ἀθηναίων λαβεῖν ἡγεμόνα. ἐπὶ μὲν οὖν τοῦ Τυρταίου ὁ δεύτερος ὑπῆρξε πόλεμος. | |
3b,580,F3a | PLUTARCH. Lykurg. 6, 7: ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας διαστρεφόντων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε τῆι ῥήτραι παρενέγραψαν· (8) «αἰ δὲ σκολιὰν ὁ δᾶμος ἔροιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν» ... (9) ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν, ὡς τοῦ | |
5 | θεοῦ ταῦτα προστάσσοντος, ὥς που Τυρταῖος (F 3b D) ἐπιμέμνηται διὰ τούτων· «Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ’ ἔνεικαν / μαντείας τε θεοῦ καὶ τελέεντ’ ἔπεα· / ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, / οἷσι μέλει Σπάρτας ἱμερόεσσα πόλις, / πρεσβύτας τε γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας / εὐθείαις ῥήτραις ἀνταπαμειβομένους». | |
3b,580,F3b | DIODOR. 7, 12, 5: ὅτι ὁ αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελφῶν περὶ τῆς φιλαρ‐ γυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον «ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν». (6) ⟦ἡ Πυθία ἔχρησε τῶι Λυκούργωι περὶ τῶν πολιτικῶν οὕτως (F 3a D)·⟧ «ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων / χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου· / | |
5 | ἄρχειν μὲν βουλῆι θεοτιμήτους βασιλῆας, / οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις, / [πρεσβυ‐ γενεῖς δὲ γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας / εὐθείην ῥήτρα〈ι〉ς ἀνταπαμειβομένους]· / μυθεῖσθαι δὲ τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια / μήδε τι † ἐπιβουλεύειν τῆιδε πόλει· / δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι· / Φοῖβος γὰρ περὶ τῶν ὧδ’ ἀνέφηνε πόλει». | |
3b,580,F4 | PAUSAN. 4, 6, 5: οὗτος δὲ ὁ Θεόπομπος ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῶι πολέμωι· μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα (F 4, 1—2 D) «ἡμετέρωι βασιλῆι, θεοῖσι φίλωι Θεοπόμπωι, / ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον». | 690 |
3b,580,F5 | SCHOL. PLAT. Legg. 1 p. 629 A: ἀφικόμενος δὲ οὗτος (Tyrtaios) εἰς Λακεδαί‐ μονα καὶ ἐπίπνους γενόμενος, συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον, προτρέπων παντοίως, ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος (F 4, 3 D) «Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν». | |
3b,580,F6 | STRABON 6, 3, 3 p. 279: (Ephoros 70 F 216) Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεα‐ καίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησι (F 4, 4—8 D)· «ἀμφ’ αὐτὴν δ’ ἐμάχοντ’ ἐννεα‐ καίδεκ’ ἔτη, / νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες, / αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες· / εἰκοστῶι 〈δ’〉 οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες / φεῦγον Ἰθωμαίων ἐκ μεγάλων | |
5 | ὀρέων». | |
3b,580,F7 | PAUSAN. 4, 14, 4: τὰ δὲ ἐς αὐτοὺς Μεσσηνίους παρὰ Λακεδαιμονίων ἔσχεν οὕτως· πρῶτον μὲν αὐτοῖς ἐπάγουσιν ὅρκον μήτε ἀποστῆναί ποτε ἀπ’ αὐτῶν μήτε ἄλλο ἐργάσασθαι νεώτερον μηδέν, δεύτερα δὲ φόρον μὲν οὐδένα ἐπέταξαν εἰρημένον, οἳ δὲ τῶν γεωργουμένων τροφῶν σφισιν ἀπέφερον ἐς Σπάρτην πάντων τὰ ἡμίσεα. προείρητο δὲ καὶ ἐπὶ τὰς ἐκφορὰς | |
5 | τῶν βασιλέων καὶ ἄλλων τῶν ἐν τέλει καὶ ἄνδρας ἐκ τῆς Μεσσηνίας καὶ τὰς γυναῖκας ἐν ἐσθῆτι ἥκειν μελαίνηι· καὶ τοῖς παραβᾶσιν ἐπέκειτο ποινή. 〈ἐσ〉 τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους, Τυρταίωι (F 5 D) πεποιημένα ἐστιν «ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, / δεσποσύνοισι φέροντες ἀναγκαίης ὑπὸ λυγρῆς / ἥμισυ πᾶν ὅσσων καρπὸν ἄρουρα φέρει». ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῶιδε· «δεσπότας | |
10 | οἰμώζοντες ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, / εὖτε τιν’ οὐλομένη μοῖρα κίχοι θανάτου». | 691 |