TLG 0266 001 :: TYRTAEUS :: Fragmenta TYRTAEUS Eleg. Fragmenta Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 150–163.
Citation: Fragment — (line) | ||
2 | .]...υ̣ι̣..[ . ]..ε̣ θ̣εοπρο[π .]..φ̣..ενακ[ . ].μ̣α̣ντει̣ασ̣αν̣[ | |
5 | .]τ̣ε̣ιδε̣τ̣αθ̣ἡ̣.[ . ]π̣άντ’ εἰδεν.[ .ἄ]ν̣δρα̣ς ἀνιστ[αμεν .]ι̣[.]ηγ̣αλ̣α[ . ]..[...]θ̣ε̣οῖσι φί[λ | |
---|---|---|
10 | . ]ω̣ πε̣ι̣θ̣ώμε̣θα κ[ . ]α̣ν̣ ἐ̣γ̣γύτεροι γ̣έν[εος· αὐτὸς γὰρ Κρονίων⸥ καλλιστεφάνου ⸤πόσις Ἥρης Ζεὺς Ἡρακλείδαισ⸥ ἄστυ δέδωκε τό̣⸤δε, οἷσιν ἅμα προλιπ⸥όντες Ἐρινεὸν ⸤ἠνεμόεντα | |
15 | εὐρεῖαν Πέλοπ⸥ο⸤σ⸥ νῆσον ἀφικόμ⸤εθα | |
[ ]γ̣λ̣αυκώπ[ι]δοσ[ | 150 | |
4 | Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ’ ἔνεικαν μαντείας τε θεοῦ καὶ τελέεντ’ ἔπεα· ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις, | |
5 | πρεσβυγεν͜έα͜ς τε γέροντας· ἔπειτα δὲ δημότας ἄνδρας εὐθείαις ῥήτραις ἀνταπαμειβομένους μυθεῖσθαί τε τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια, μηδέ τι βουλεύειν τῆιδε πόλει 〈σκολιόν〉· δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι. | |
10 | Φοῖβος γὰρ περὶ τῶν ὧδ’ ἀνέφηνε πόλει. | 151 |
5 | ἡμετέρωι βασιλῆϊ, θεοῖσι φίλωι Θεοπόμπωι, ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον, Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν· ἀμφ’ αὐτὴν δ’ ἐμάχοντ’ ἐννέα καὶ δέκ’ ἔτη | |
5 | νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες· εἰκοστῶι δ’ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες | |
φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων. | 152 | |
6 | ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, δεσποσύνοισι φέροντες ἀναγκαίης ὕπο λυγρῆς ἥμισυ πάνθ’ ὅσσων καρπὸν ἄρουρα φέρει. | |
7 | δεσπότας οἰμώζοντες, ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, | |
εὖτέ τιν’ οὐλομένη μοῖρα κίχοι θανάτου. | 153 | |
10 | τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρ’ ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον· τὴν δ’ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς πτωχεύειν πάντων ἔστ’ ἀνιηρότατον, | |
5 | πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι παισί τε σὺν μικροῖς κουριδίηι τ’ ἀλόχωι. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται οὕς κεν ἵκηται, χρησμοσύνηι τ’ εἴκων καὶ στυγερῆι πενίηι, αἰσχύνει τε γένος, κατὰ δ’ ἀγλαὸν εἶδος ἐλέγχει, | |
10 | πᾶσα δ’ ἀτιμίη καὶ κακότης ἕπεται. †εἶθ’ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί’ ὤρη γίνεται οὔτ’ αἰδὼς οὔτ’ ὀπίσω γένεος. | |
θυμῶι γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων θνήσκωμεν ψυχ͜έω͜ν μηκέτι φειδόμενοι. | 154 | |
15 | ὦ νέοι, ἀλλὰ μάχεσθε παρ’ ἀλλήλοισι μένοντες, μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου, ἀλλὰ μέγαν ποιεῖτε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν, μηδὲ φιλοψυχεῖτ’ ἀνδράσι μαρνάμενοι· τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ’ ἐλαφρά, | |
20 | μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς. αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, θυμὸν ἀποπνείοντ’ ἄλκιμον ἐν κονίηι, | |
25 | αἱματόεντ’ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα— αἰσχρὰ τά γ’ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν, καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ’ ἐπέοικεν, ὄφρ’ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχηι, ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶ | |
30 | ζωὸς ἐών, καλὸς δ’ ἐν προμάχοισι πεσών. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών. | |
11 | ἀλλ’, Ἡρακλῆος γὰρ ἀνικήτου γένος ἐστέ, θαρσεῖτ’· οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει· μηδ’ ἀνδρῶν πληθὺν δειμαίνετε, μηδὲ φοβεῖσθε, ἰθὺς δ’ ἐς προμάχους ἀσπίδ’ ἀνὴρ ἐχέτω, | |
5 | ἐχθρὴν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας κῆρας 〈ὁμῶσ〉 αὐγαῖς ἠελίοιο φίλας. | |
ἴστε γὰρ ὡς Ἄρεος πολυδακρύου ἔργ’ ἀΐδηλα, εὖ δ’ ὀργὴν ἐδάητ’ ἀργαλέου πολέμου, καὶ μετὰ φευγόντων τε διωκόντων τ’ ἐγέ〈νε〉σθε | 155 | |
10 | ὦ νέοι, ἀμφοτέρων δ’ ἐς κόρον ἠλάσατε. οἳ μὲν γὰρ τολμῶσι παρ’ ἀλλήλοισι μένοντες ἔς τ’ αὐτοσχεδίην καὶ προμάχους ἰέναι, παυρότεροι θνήσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω· τρεσσάντων δ’ ἀνδρῶν πᾶς’ ἀπόλωλ’ ἀρετή. | |
15 | οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα, ὅσς’, ἢν αἰσχρὰ μάθηι, γίνεται ἀνδρὶ κακά· ἀργαλέον γὰρ ὄπισθε μετάφρενόν ἐστι δαΐζειν ἀνδρὸς φεύγοντος δηΐωι ἐν πολέμωι· αἰσχρὸς δ’ ἐστὶ νέκυς κατακείμενος ἐν κονίηισι | |
20 | νῶτον ὄπισθ’ αἰχμῆι δουρὸς ἐληλάμενος. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών, μηρούς τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος· | |
25 | δεξιτερῆι δ’ ἐν χειρὶ τινασσέτω ὄβριμον ἔγχος, κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς· ἔρδων δ’ ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν, μηδ’ ἐκτὸς βελέων ἑστάτω ἀσπίδ’ ἔχων, ἀλλά τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔγχεϊ μακρῶι | |
30 | ἢ ξίφει οὐτάζων δήϊον ἄνδρ’ ἑλέτω, καὶ πόδα πὰρ ποδὶ θεὶς καὶ ἐπ’ ἀσπίδος ἀσπίδ’ ἐρείσας, ἐν δὲ λόφον τε λόφωι καὶ κυνέην κυνέηι καὶ στέρνον στέρνωι πεπλημένος ἀνδρὶ μαχέσθω, ἢ ξίφεος κώπην ἢ δόρυ μακρὸν ἔχων. | |
35 | ὑμεῖς δ’, ὦ γυμνῆτες, ὑπ’ ἀσπίδος ἄλλοθεν ἄλλος | |
πτώσσοντες μεγάλοις βάλλετε χερμαδίοις δούρασί τε ξεστοῖσιν ἀκοντίζοντες ἐς αὐτούς, τοῖσι πανόπλοισιν πλησίον ἱστάμενοι. | 156 | |
12 | οὔτ’ ἂν μνησαίμην οὔτ’ ἐν λόγωι ἄνδρα τιθείην οὔτε ποδῶν ἀρετῆς οὔτε παλαιμοσύνης, οὐδ’ εἰ Κυκλώπων μὲν ἔχοι μέγεθός τε βίην τε, νικώιη δὲ θέων Θρηΐκιον Βορέην, | |
5 | οὐδ’ εἰ Τιθωνοῖο φυὴν χαριέστερος εἴη, πλουτοίη δὲ Μίδ͜εω͜ καὶ Κινύρ͜εω͜ μάλιον, οὐδ’ εἰ Τανταλίδ͜εω͜ Πέλοπος βασιλεύτερος εἴη, γλῶσσαν δ’ Ἀδρήστου μειλιχόγηρυν ἔχοι, οὐδ’ εἰ πᾶσαν ἔχοι δόξαν πλὴν θούριδος ἀλκῆς· | |
10 | οὐ γὰρ ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμωι εἰ μὴ τετλαίη μὲν ὁρῶν φόνον αἱματόεντα, καὶ δηίων ὀρέγοιτ’ ἐγγύθεν ἱστάμενος. ἥδ’ ἀρετή, τόδ’ ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ νέωι. | |
15 | ξυνὸν δ’ ἐσθλὸν τοῦτο πόληΐ τε παντί τε δήμωι, ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένηι νωλεμέως, αἰσχρῆς δὲ φυγῆς ἐπὶ πάγχυ λάθηται, ψυχὴν καὶ θυμὸν τλήμονα παρθέμενος, θαρσύνηι δ’ ἔπεσιν τὸν πλησίον ἄνδρα παρεστώς· | |
20 | οὗτος ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμωι. αἶψα δὲ δυσμενέων ἀνδρῶν ἔτρεψε φάλαγγας | |
τρηχείας· σπουδῆι δ’ ἔσχεθε κῦμα μάχης, αὐτὸς δ’ ἐν προμάχοισι πεσὼν φίλον ὤλεσε θυμόν, ἄστυ τε καὶ λαοὺς καὶ πατέρ’ εὐκλεΐσας, | 157 | |
25 | πολλὰ διὰ στέρνοιο καὶ ἀσπίδος ὀμφαλοέσσης καὶ διὰ θώρηκος πρόσθεν ἐληλάμενος. τὸν δ’ ὀλοφύρονται μὲν ὁμῶς νέοι ἠδὲ γέροντες, ἀργαλέωι δὲ πόθωι πᾶσα κέκηδε πόλις, καὶ τύμβος καὶ παῖδες ἐν ἀνθρώποις ἀρίσημοι | |
30 | καὶ παίδων παῖδες καὶ γένος ἐξοπίσω· οὐδέ ποτε κλέος ἐσθλὸν ἀπόλλυται οὐδ’ ὄνομ’ αὐτοῦ, ἀλλ’ ὑπὸ γῆς περ ἐὼν γίνεται ἀθάνατος, ὅντιν’ ἀριστεύοντα μένοντά τε μαρνάμενόν τε γῆς πέρι καὶ παίδων θοῦρος Ἄρης ὀλέσηι. | |
35 | εἰ δὲ φύγηι μὲν κῆρα τανηλεγέος θανάτοιο, νικήσας δ’ αἰχμῆς ἀγλαὸν εὖχος ἕληι, πάντες μιν τιμῶσιν, ὁμῶς νέοι ἠδὲ παλαιοί, πολλὰ δὲ τερπνὰ παθὼν ἔρχεται εἰς Ἀΐδην, γηράσκων δ’ ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν | |
40 | βλάπτειν οὔτ’ αἰδοῦς οὔτε δίκης ἐθέλει, πάντες δ’ ἐν θώκοισιν ὁμῶς νέοι οἵ τε κατ’ αὐτὸν εἴκους’ ἐκ χώρης οἵ τε παλαιότεροι. ταύτης νῦν τις ἀνὴρ ἀρετῆς εἰς ἄκρον ἱκέσθαι | |
πειράσθω θυμῶι μὴ μεθιεὶς πολέμου. | 158 | |
13 | αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν. | |
14 | πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου. | |
17 | –⏑⏑ ἥρω̆ες –⏑⁝⏑–⏑⏑–⏑⏑–– | 159 |
18 | [ α]γ̣αλλομένη [ ]α̣ κα̣ι̣ κροκόεντα desunt versus tres | |
6 | [ ]π̣υ̣[..₍.₎].[.]ν̣ [ τερ]άεσσι Διός | |
19 | [ ].[.₍.₎].οσ[ . –τ]ῆράς τε λίθων κα̣[ὶ . ]ν ἔθνεσιν εἰδομ[ένους . βρ]οτολοιγὸς Ἄρης ακ[ | |
5 | . ]ι̣θείηι, τοὺς δ’ ὑπερα̣[ . ].[.]ν ἐοικότες η̣[ .......]α̣ι̣ κοίληις ἀσπίσι φραξά̣μ̣[ενοι, χωρὶς Πάμφυλοί τε καὶ Ὑλλεῖς ἠδ̣[ὲ Δυμᾶνες, ἀνδροφόνους μελίας χερσὶν ἀν[ασχόμενοι. | |
10 | ....]δ’ ἀθανάτοισι θεοῖς ἐπὶ πάντ̣[α τρέποντες ....]ατερμ..ιηι πεισόμεθ’ ἡγεμ[ό ἀλλ’ εὐθὺς σύμπαντες ἀλοιης͜έο͜[μεν ἀ]ν̣δ̣ρ̣άσι̣ν̣ αἰχμηταῖς ἐγγύθεν ἱσ[τάμενοι. δεινὸς δ’ ἀμφοτέρων ἔσται κτύποσ̣[ | |
15 | ἀ̣σ̣πίδα̣ς̣ εὐκύκλους ἀσπίσι τυπτ[ . ]ή̣σουσιν ἐπ’ ἀλλήλοισι π[εσόντες· θώρηκε]ς̣ δ’ ἀνδρῶν στήθεσιν ἀμ[φι λοιγὸ]ν̣ ἐρωήσ̣ουσιν ἐρεικόμενο[ι αἱ δ’ ὑπὸ] χερμαδίων βαλλόμεναι μ[εγάλων | 160 |
20 | χάλκεια]ι̣ κ̣[όρυ]θ̣ες̣ κανα̣χὴ̣ν ἕξου[σι | |
20 | [ Διωνύσο]ι̣ο τιθήνηι̣ [ –κό]μου Σεμέλησ[] [ ]ω̣ε̣μψ̣.[...]σει [] | |
5 | [].[ ] []με̣ν̣η̣[ ] [ ].[.].[.₍.₎]ε̣ι̣κε̣λ̣ο̣ν̣[..]..[ ] [ ]α̣ φέρειν [ ἀ]ε̣θλ̣ο̣φ̣[ό]ροι περὶ νίκης | |
10 | [ τέ]ρμ’ ἐπιδερκόμενοι [ καλ]λ̣ί̣τροχον ἅρμα φέροντες [ ]όμενοι [ ]εύοντας ὄπισ̣θεν [ ]χ̣αίτα̣ς̣ ὑ̣πὲρ κεφαλῆς | |
15 | [ ]συνοίσομεν ὀξὺν ἄρηα [ ].θεσ̣ι̣ν̣.[.].[ ] [ ο]ὐδὲ λο̣γήσει [ ]σ̣έχων̣[ | |
21 | χαλκ̣[ ουδεμ̣[ πιπτ[ | |
μαρνα̣[ | 161 | |
5 | Ἀργέσ[τ ὅσσουσ[ Ἀργέσ[τ ἀλλαρ̣[ εστη̣..[ | |
10 | [ ω̣[ ημελ̣[ ουταρ[ ἀλλὰ θ̣εο̣ι̣.[ | |
15 | οἷσι μέλει Σ̣[πάρτης ἱμερόεσσα πόλις .[...].[ φο̣ι̣[ | |
22 | [].ι̣ο̣ν [ ] [ ] [ ] | |
5 | []α̣ι̣ | |
23 | ο̣.[..]σ̣τευ̣ο̣[ ἑξείης πα[ τ̣εῖχος α.[.]ο̣σ̣τ̣η̣[ οις̣.μ̣παλλο̣μ̣ε̣[ | |
5 | κλῆ̣ρος καὶ ταφ[ Μεσσην͜ίω͜ν[ τεῖχος τερυ̣[ οἱ μὲν γὰρ β[ ἀντίοι ἱστ[α | 162 |
10 | οἱ δ’ ἐκτὸς̣ [βελέων ἐν δὲ μέσοις ἡμεῖς ς̣.[ πύργου δυ[ λείψους’ ἰλη̣[δὸν οἱ δ’ ὡς ἐκ πο[ | |
15 | κυ[.]αδ̣[ τοῖς ἴκελοι μ[ Ἥρης αἰδοίης̣ [ εὖτ’ ἂν Τυνδ̣α̣ρ̣ί̣[δαι | |
24 | Τυρταίου δὲ Λάκαιναν ἐνὶ στέρνοισι φυλάσσων | |
ῥῆσιν, τὰν ἀρετὰν εἵλετο πρόσθε βίου. | 163 |