TLG 0265 002 :: TIMOCREON :: Fragmenta

TIMOCREON Lyr.
(Rhodius: 5 B.C.)

Fragmenta

Source: Page, D.L. (ed.), Poetae melici Graeci. Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 375–378.

frr. 1–6

Citation: Fragment — (line)

1

ἀλλ’ εἰ τύ γε Παυσανίαν ἢ καὶ τύ γε Ξάνθιππον αἰνεῖς, ἢ τύ γε Λευτυχίδαν, ἐγὼ δ’ Ἀριστείδαν ἐπαινέω ἄνδρ’ ἱερᾶν ἀπ’ Ἀθανᾶν ἐλθεῖν ἕνα λῶιστον, ἐπεὶ Θεμιστοκλῆν ἤχθαρε Λατώ,
4
5ψεύσταν ἄδικον προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντα ἀργυρίοισι κοβαλικοῖσι πεισθεὶς οὐ κατᾶγεν πατρίδ’ Ἰαλυσὸν εἴσ〈ω〉, λαβὼν δὲ τρί’ ἀργυρίου τάλαντ’ ἔβα πλέων εἰς ὄλεθρον,
8
τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δ’ ἐκδιώκων, τοὺς δὲ καίνων·375
10ἀργυρίων δ’ ὑπόπλεως Ἰσθμοῖ γελοίως πανδόκευε ψυχρὰ 〈τὰ〉 κρεῖα παρίσχων· οἱ δ’ ἤσθιον κηὔχοντο μὴ ὤραν Θεμιστοκλέος γενέσθαι.

2

Μοῦσα τοῦδε τοῦ μέλεος κλέος ἀν’ Ἕλλανας τίθει, ὡς ἐοικὸς καὶ δίκαιον.

3

οὐκ ἆρα Τιμοκρέων μόνος Μήδοισιν ὁρκιατομεῖ· ἀλλ’ ἐντὶ κἄλλοι δὴ πονη‐ ροὶ κοὐκ ἐγὼ μόνα κόλου‐
5ρις· ἐντὶ κἄλλαι ’λώπεκες.376

4

λό[γ]ον δέ σοι λ̣ε̣[ |...].ον ταυτ̣α̣ σοι̣ π..[ |..τ]ῶν τριῶν ταλ[άντων |.......]ων ξένος [ (fin. col.)

5

ὤφελέν ς’ ὦ τυφλὲ Πλοῦτε
1 μήτε γῆι μήτ’ ἐν θαλάσσηι μήτ’ ἐν ἠπείρωι φανῆμεν,
2 ἀλλὰ Τάρταρόν τε ναίειν κἈχέροντα· διὰ σὲ γὰρ πάντ’
3αἰὲν ἀνθρώποις κακά.377

6

Σικελὸς κομψὸς ἀνὴρ
ποτὶ τὰν ματέρ’ ἔφα378