TLG 0261 003 :: SIMONIDES :: Epigrammata

SIMONIDES Lyr.
(Ceus: 6–5 B.C.)

Epigrammata

  • AG 7.508: Dup. partim EMPEDOCLES Poet. Phil. (1342 004) (fr. 156)
  • AG 16.204: Dup. PRAXITELES 〈Epigr.〉 (1633 001)
  • AG 5.161: Cf. HEDYLUS Epigr. (0198 001)
  • AG 6.144: Cf. ANACREON Lyr. (0237 004)
  • AG 7.22: Cf. SIMIAS Gramm. (0211 002)
  • AG 7.344b: Cf. CALLIMACHUS Philol. (0533 004)
  • AG 7.345: Cf. AESCHRION Lyr. (0679 001)
  • AG 9.147: Cf. ANTAGORAS Epic. (0215 002)

Citation: Book — epigram — (line)

5

.

159

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἵ ποτ’ ἐρασταί, σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν. ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν, καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.

6

.

2

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντος νηῷ Ἀθηναίης κεῖται ὑπωρόφια, πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶν Περσῶν ἱππομάχων αἵματι λουσάμενα.

6

.

50

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Τόνδε ποθ’ Ἕλληνες ῥώμῃ χερὸς ἔργῳ Ἄρηος, εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι, Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.

6

.

52

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν ἧσο, Πανομφαίῳ Ζηνὶ μένους’ ἱερά· ἤδη γὰρ χαλκός τε γέρων αὐτά τε τέτρυσαι πυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ.

6

.

197

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων Παυσανίας, Φοίβῳ μνᾶμ’ ἀνέθηκα τόδε.

6

.

212

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Εὔχεό τοι δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν, ὥσπερ ὑπὸ ξείνων τε καὶ οἳ ναίουσι Κόρινθον αἶνον ἔχεις χαρίτων, δέσποτα, τοῖς στεφάνοις.

6

.

213

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους καὶ τρίποδας, πρὶν τόνδ’ ἀνθέμεναι πίνακα. τοσσάκι δ’ ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν εὐδόξου Νίκας ἀγλαὸν ἅρμ’ ἐπέβης.

6

.

214

(p1)

ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ
1Φημὶ Γέλων’, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, παῖδας Δεινομένευς, τοὺς τρίποδας θέμεναι ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων
δαρεικοῦ χρυσοῦ, τᾶς δεκάτας δεκάταν.

6

.

215

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ταῦτ’ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου ὅπλ’ ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.

6

.

216

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Σῶσος καὶ Σωσώ, σῶτερ, σοὶ τόνδ’ ἀνέθηκαν· Σῶσος μὲν σωθείς, Σωσὼ δ’, ὅτι Σῶσος ἐσώθη.

6

.

217

(p1)

[ΤΟΥ ΑΥΤΟΥ]
1Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ’ ἀλύξας Γάλλος ἐρημαίην ἤλυθ’ ὑπὸ σπιλάδα, ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ’ ἴχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·
5αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ ἤραξεν, καναχῇ δ’ ἴαχεν ἄντρον ἅπαν· οὐδ’ ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ μεῖναι, ἀν’ ὑλῆεν δ’ ὠκὺς ἔθυνεν ὄρος, δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ
10ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.

7

.

20

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν, οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.

7

.

24

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας, οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος, Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ’ ἄκρῃ στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
5ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο ἀγλαὸν ὡραίων βότρυν ἀπ’ ἀκρεμόνων καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς
10λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.

7

.

25

(p1)

[ΤΟΥ ΑΥΤΟΥ]
1Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω, ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ’ Ἐρώτων τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
5μοῦνον δ’ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων ἠέλιον Λήθης ἐνθάδ’ ἔκυρσε δόμων, ἀλλ’ ὅτι τὸν χαρίεντα μετ’ ἠιθέοισι Μεγιστέα καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον. μολπῆς δ’ οὐ λήγει μελιτερπέος, ἀλλ’ ἔτ’ ἐκεῖνον
10βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.

7

.

77

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ, ὃς καὶ τεθνηὼς ζῶντ’ ἀπέδωκε χάριν.

7

.

177

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.

7

.

248

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο ἐκ Πελοποννάσου χιλιάδες τέτορες.

7

.

249

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ὦ ξεῖν’, ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε
κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.

7

.

250

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι [δουλοσύνης· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα ἥψαμεν ἀργαλέης μνήματα ναυμαχίης.
5ὀστέα δ’ ἧμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος ἀντ’ εὐεργεσίης μνῆμ’ ἐπέθηκε τόδε].

7

.

251

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες κυάνεον θανάτου ἀμφεβάλοντο νέφος· οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφ’ ἀρετὴ καθύπερθε κυδαίνους’ ἀνάγει δώματος ἐξ Ἀίδεω.

7

.

253

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον, ἡμῖν ἐκ πάντων τοῦτ’ ἀπένειμε τύχη· Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι
κείμεθ’ ἀγηράτῳ χρώμενοι εὐλογίῃ.

7

.

254

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Χαίρετ’, ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες, κοῦροι Ἀθηναίων ἔξοχοι ἱπποσύνᾳ, οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθ’ ἥβην πλείστοις Ἑλλάνων ἀντία μαρνάμενοι.

7

254b

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι οὐ κατὰ τοῦτ’ ἐλθών, ἀλλὰ κατ’ ἐμπορίαν.

7

.

258

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Οἵδε παρ’ Εὐρυμέδοντά ποτ’ ἀγλαὸν ὤλεσαν ἥβην μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις αἰχμηταί, πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν· κάλλιστον δ’ ἀρετῆς μνῆμ’ ἔλιπον φθίμενοι.

7

.

270

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Τούσδε ποτ’ ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.

7

.

296

(p1)

[ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ]
1Ἐξ οὗ γ’ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει, οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ’ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
5οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας· μέγα δ’ ἔστεν〈εν Ἀσὶς ὑπ’ αὐτῶν〉 πληγεῖς’ ἀμφοτέραις χερσὶ κράτει πολέμου.

7

.

300

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε γαῖ’, ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν. μνῆμα δ’ ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.

7

.

301

(p1)

[ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ]
1Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο τῇδ’ ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ, πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων
Μηδείων τ’ ἀνδρῶν δεξάμενοι πολέμῳ.

7

.

302

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται· Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ.

7

.

344

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ’ ὃν ἐγὼ νῦν φρουρῶ τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.

7

.

348

(p1)

ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ
1Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.

7

.

349

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας ὀψὲ μέν, ἀλλ’ ἔθανον. ἔρρετε πάντες ὁμοῦ.

7

.

431

(p1)

ΑΔΗΛΟΝ [οἱ δὲ ΣΙΜΩΝΙΔΟΥ]
1Οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι, αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.
5ἄρσενι δ’ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον καρύσσει· „Θυρέα, Ζεῦ, Λακεδαιμονίων.“ αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ’ Ἀδράστου· Σπάρτᾳ δ’ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.

7

.

442

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος, οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται
Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.

7

.

443

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Τῶνδέ ποτ’ ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι. ἀντὶ δ’ ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων ἄψυχ’ ἐμψύχων ἅδε κέκευθε κόνις.

7

.

496

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.
5νῦν δ’ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.

7

.

507

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἄνθρωπ’, οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δ’ ἱκανός.

7

.

508

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν, τόνδ’ Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα, ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.

7

.

509

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μ’ ἐπέθηκεν Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.

7

.

510

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ, Κλείσθενες, Εὐξείνῳ μοῖρ’ ἔκιχεν θανάτου πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου ἤμπλακες οὐδ’ ἵκευ Χῖον ἐπ’ ἀμφιρύτην.

7

.

511

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ’ ἂν ἴδωμαι, οἰκτείρω σε, τάλαν Καλλία, οἷ’ ἔπαθες.

7

.

512

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Τῶνδε δι’ ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας, οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν
παισὶ λιπεῖν, αὐτοὶ δ’ ἐν προμάχοισι θανεῖν.

7

.

513

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος, ἡνίκ’ ἀφ’ ἱμερτὴν ἔπνεεν ἡλικίην· „Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ οὔτ’ ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.“

7

.

514

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου ἀενάου στονόεντ’ ἤγαγεν εἰς θάνατον Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν Διφίλου αἰχμητὴς υἱὸς ἔθηκ’ ὄνομα.

7

.

515

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν; ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.

7

.

516

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν, Ζεῦ Ξένι’· οἱ δ’ ὑπὸ γᾶν θέντες ὄναιντο βίου.

7

.

647

(p1)

[ΣΙΜΩΝΙΔΟΥ, οἱ δὲ] ΣΙΜΙΟΥ
1Ὕστατα δὴ τάδ’ ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα· „Αὖθι μένοις παρὰ πατρί, τέκοις δ’ ἐπὶ λῴονι μοίρᾳ ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.“

7

650b

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Τούσδ’ ἀπὸ Τυρρηνῶν ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία ναῦς, εἷς τάφος ἐκτέρισεν.

7

.

677

(p1)

〈ΣΙΜΩΝΙΔΟΥ〉
1Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι, μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.

9

.

700

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.

9

.

757

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἰφίων τόδ’ ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος
χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.

9

.

758

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν, τὴν δ’ ἐξιόντων δεξιὰν Διονύσιος.

10

.

105

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον· ἄλλος ἐπ’ αὐτῷ χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.

13

.

11

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Τίς εἰκόνα τάνδ’ ἀνέθηκεν; —„Δωριεὺς ὁ Θούριος.“ — Οὐ Ῥόδιος γένος ἦν; —„Ναί, πρὶν φυγεῖν γε πατρίδα,
δεινᾷ γε χειρὶ πόλλ’ ἔρξας ἔργα καὶ βίαια.“

13

.

14

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται νίκαις ἱππόβοτον πατρίδ’ ἐπευκλεΐσας
Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,
δύω δ’ ἐν Ἰσθμῷ, πεντεκαίδεκ’ ἐν Νεμέᾳ·
5τὰς δ’ ἄλλας νίκας οὐκ εὐμαρές ἐστ’ ἀριθμῆσαι.

13

.

19

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Ἄνθηκεν τόδ’ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα
ἐν Δελφοῖς ποτε Νικολᾴδας καὶ Παναθηναίοις στεφάνους λάβε πέντ’ ἐπ’ ἀέθλοις
ἑξῆς ἀμφιφορεῖς ἐλαίου·
5Ἰσθμῷ δ’ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ—οἶδεν ἑλόντα
ἀκτὰ Ποντομέδοντος ἆθλα— καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα
Πελλάνᾳ, δύο δ’ ἐν Λυκαίῳ καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ’ Ἐπιδαύρῳ
10 καὶ Θήβᾳ Μεγάρων τε δάμῳ, ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας ηὔφρανεν μεγάλαν Κόρινθον.

13

.

20

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης, τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς τούσδε σὺν Ἡφαίστῳ τελέσας ἀνέθηκ’ Ἀφροδίτῃ καλοῦ δαμασθεὶς ἱμέρῳ Βρύσωνος.

13

.

26

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδ’ Ἀρχεναύτεω κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν Ξανθίππην, Περιάνδρου ἀπέκγονον, ὅς ποθ’ ὑψιπύργου σήμαινε λαοῖς τέρμ’ ἔχων Κορίνθου.

13

.

28

(p1)

[ΒΑΚΧΥΛΙΔΟΥ ἢ ΣΙΜΩΝΙΔΟΥ]
1Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
5οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων ἔθηκαν· εὖ τούσδ’ Ἀντιγένης ἐδίδασκεν ἄνδρας, εὖ δ’ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς, τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος,
10 Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς, αἵ οἱ ἐπ’ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν θεοῦ θ’ ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.

13

.

30

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε. υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.

16

.

2

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν παῖδα, παλαισμοσύνης δεξιὸν ἡνίοχον, κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δ’ οὐ χείρονα μορφῆς, ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.

16

.

3

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.

16

.

23

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δ’ ἐνίκης; — „Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.“

16

.

24

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Μίλωνος τόδ’ ἄγαλμα καλοῦ καλόν, ὅς ποτε Πίσῃ
ἑπτάκι νικήσας ἐς γόνατ’ οὐκ ἔπεσεν.

16

.

26

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ’ ἐφ’ ἡμῖν ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται, [οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.]

16

.

60

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Τίς ἅδε; —„Βάκχα.“ —Τίς δέ νιν ξέσε; —„Σκόπας.“ — Τίς δ’ ἐξέμηνε, Βάκχος ἢ Σκόπας; —„Σκόπας.“

16

.

82

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.

16

.

204

(p1)

[ΣΙΜΩΝΙΔΟΥ]
1Πραξιτέλης, ὃν ἔπασχε, διηκρίβωσεν Ἔρωτα ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω οὐκέτι τοξεύων, ἀλλ’ ἀτενιζόμενος.

16

.

232

(p1)

ΣΙΜΩΝΙΔΟΥ
1Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,
τὸν μετ’ Ἀθηναίων στήσατο Μιλτιάδης.