TLG 0261 001 :: SIMONIDES :: Fragmenta SIMONIDES Lyr. Fragmenta Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 112–117. frr. 2–17 + titulus Citation: Fragment — (line) | ||||
t1(+2-3?) | ἡ ἐν Σαλαμῖνι ναυμαχία | 112 | ||
2 | κυανοπρώϊραν. | |||
3 | ξύλα καὶ λάους ἐπιβάλλων. | |||
t4-7 | CONVIVIALIA | |||
4 | ἀμύντορα δυσφροσυνάων. | |||
5 | οὐ γὰρ ἀπόβλητον Διονύσιον οὐδὲ γίγαρτον, | 113 | ||
6 | ⊗ | τήν ῥά ποτ’ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν ὠκὺς ἀπὸ Θρήικης ὀρνύμενος Βορέης, ἀνδρῶν δ’ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη ζωὴ Πιερίην γῆν ἐπιεσσαμένη, | ||
5 | ἔν τις ἐμοὶ καὶ τῆς χείτω μέρος· οὐ γὰρ ἔοικεν | |||
---|---|---|---|---|
θερμὴν βαστάζειν ἀνδρὶ φίλωι πρόποσιν. | ⊗ | |||
7 | οὐδὲ γὰρ 〈οὐδ’〉 εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο. | |||
8(t) | DUBIUM | |||
1 | ἓν δὲ τὸ κάλλιστον Χῖος ἔειπεν ἀνήρ· “οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν”· παῦροί μιν θνητῶν οὔασι δεξάμενοι στέρνοις ἐγκατέθεντο· πάρεστι γὰρ ἐλπὶς ἑκάστωι | |||
5 | ἀνδρῶν, ἥ τε νέων στήθεσιν ἐμφύεται. θνητῶν δ’ ὄφρά τις ἄνθος ἔχηι πολυήρατον ἥβης, κοῦφον ἔχων θυμὸν πόλλ’ ἀτέλεστα νοεῖ· οὔτε γὰρ ἐλπίδ’ ἔχει γηρασέμεν οὔτε θανεῖσθαι, οὐδ’, ὑγιὴς ὅταν ἦι, φροντίδ’ ἔχει καμάτου. | 114 | ||
10 | νήπιοι, οἷς ταύτηι κεῖται νόος, οὐδὲ ἴσασιν ὡς χρόνος ἔσθ’ ἥβης καὶ βιότου ὀλίγος θνητοῖς. ἀλλὰ σὺ ταῦτα μαθὼν βιότου ποτὶ τέρμα | |||
ψυχῆι τῶν ἀγαθῶν τλῆθι χαριζόμενος. | ⊗ | |||
t9-16 | INCERTUM AN EX EPIGRAMMATIS | |||
9 | εἰ δ’ ἄρα τιμῆσαι θύγατερ Διός, ὅστις ἄριστος, | |||
δῆμος Ἀθηναίων ἐξετέλεσ〈σ〉α μόνος. | 115 | |||
10 | μέσσοις δ’ οἵ τ’ Ἐφύρην πολυπίδακα ναιετάοντες, παντοίης ἀρετῆς ἴδριες ἐν πολέμωι, οἵ τε πόλιν Γλαύκοιο Κορίνθιον ἄστυ νέμοντες· | |||
11 | κάλλιστον μάρτυν ἔθεντο πόνων, χρύσου τιμήεντος ἐν αἰθέρι· καί σφιν ἀέξει αὐτῶν τ’ εὐρεῖαν κληδόνα καὶ πατέρων. | |||
12 | ξεινοδόκων †δ’ ἄριστος ὁ χρυσὸς ἐν αἰθέρι λάμπων, | |||
13 | ὅ τοι Χρόνος ὀξὺς ὀδόντας, | |||
καὶ πάντα ψήχει καὶ τὰ βιαιότατα. | 116 | |||
14 | μνήμην δ’ οὔτινά φημι Σιμωνίδηι ἰσοφαρίζειν. ὀγδωκονταέτει παιδὶ Λεωπρέπεος, | |||
15 | πόλις ἄνδρα διδάσκει | |||
16 | σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ’ ἂν ἴδωμαι, οἰκτίρω σε τάλαν Καλλία, οἷ’ ἔπαθες. | |||
17 | ⊗ | Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε· | ||
υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου. | 117 |