TLG 0260 001 :: SEMONIDES :: Fragmenta SEMONIDES Eleg.
Iamb. Fragmenta frr. 1–28, 30–31a, 41–42 Citation: Fragment — (line) | |||
1 | ⊗ | ὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος πάντων ὅς’ ἐστὶ καὶ τίθης’ ὅκηι θέλει, νοῦς δ’ οὐκ ἐπ’ ἀνθρώποισιν, ἀλλ’ ἐπήμεροι ἃ δὴ βοτὰ ζόουσιν, οὐδὲν εἰδότες | |
5 | ὅκως ἕκαστον ἐκτελευτήσει θεός. ἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφει ἄπρηκτον ὁρμαίνοντας· οἱ μὲν ἡμέρην μένουσιν ἐλθεῖν, οἱ δ’ ἐτ͜έω͜ν περιτροπάς· νέωτα δ’ οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν | ||
---|---|---|---|
10 | Πλούτωι τε κἀγαθοῖσιν ἵξεσθαι φίλος. φθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβὸν πρὶν τέρμ’ ἵκηται, τοὺς δὲ δύστηνοι βροτῶν | ||
φθείρουσι νοῦσοι, τοὺς δ’ Ἄρει δεδμημένους πέμπει μελαίνης Ἀΐδης ὑπὸ χθονός· | 97 | ||
15 | οἱ δ’ ἐν θαλάσσηι λαίλαπι κλον͜εό͜μενοι καὶ κύμασιν πολλοῖσι πορφυρῆς ἁλὸς θνήσκουσιν, εὖτ’ ἂν μὴ δυνήσωνται ζόειν· οἱ δ’ ἀγχόνην ἅψαντο δυστήνωι μόρωι καὐτάγρετοι λείπουσιν ἡλίου φάος. | ||
20 | οὕτω κακῶν ἄπ’ οὐδέν, ἀλλὰ μυρίαι βροτοῖσι κῆρες κἀνεπίφραστοι δύαι καὶ πήματ’ ἐστίν. εἰ δ’ ἐμοὶ πιθοίατο, οὐκ ἂν κακῶν ἐρῶιμεν, οὐδ’ ἐπ’ ἄλγεσιν κακοῖς ἔχοντες θυμὸν αἰκιζοίμεθα. | ||
2 | τοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα, εἴ τι φρονοῖμεν, πλεῖον ἡμέρης μιῆς. | ||
3 | πολλὸς γὰρ ἥμιν ἐστὶ τεθνάναι χρόνος, ζῶμεν δ’ ἀριθμῶι παῦρα †κακῶς ἔτ͜εα͜. | ||
4 | πάμπαν δ’ ἄμωμος οὔ τις οὐδ’ ἀκήριος. | 98 | |
5 | ἄθηλος ἵππωι πῶλος ὣς ἅμα τρέχ– | ||
6 | γυναικὸς οὐδὲν χρῆμ’ ἀνὴρ ληΐζεται ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς. | ||
7 | χωρὶς γυναικὸς θ͜εὸ͜ς ἐποίησεν νόον τὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος, τῆι πάντ’ ἀν’ οἶκον βορβόρωι πεφυρμένα | ||
ἄκοσμα κεῖται καὶ κυλίνδεται χαμαί· | 99 | ||
5 | αὐτὴ δ’ ἄλουτος ἀπλύτοις ἐν εἵμασιν ἐν κοπρίηισιν ἡμένη πιαίνεται. τὴν δ’ ἐξ ἀλιτρῆς θ͜εὸ͜ς ἔθηκ’ ἀλώπεκος γυναῖκα πάντων ἴδριν· οὐδέ μιν κακῶν λέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων· | ||
10 | τὸ μὲν γὰρ αὐτῶν εἶπε πολλάκις κακόν, τὸ δ’ ἐσθλόν· ὀργὴν δ’ ἄλλοτ’ ἀλλοίην ἔχει. τὴν δ’ ἐκ κυνός, λιτοργόν, αὐτομήτορα, ἣ πάντ’ ἀκοῦσαι, πάντα δ’ εἰδέναι θέλει, πάντηι δὲ παπταίνουσα καὶ πλανωμένη | ||
15 | λέληκεν, ἢν καὶ μηδέν’ ἀνθρώπων ὁρᾶι. παύσειε δ’ ἄν μιν οὔτ’ ἀπειλήσας ἀνήρ, οὐδ’ εἰ χολωθεὶς ἐξαράξειεν λίθωι ὀδόντας, οὐδ’ ἂν μειλίχως μυθ͜εό͜μενος, οὐδ’ εἰ παρὰ ξείνοισιν ἡμένη τύχηι, | ||
20 | ἀλλ’ ἐμπέδως ἄπρηκτον αὑονὴν ἔχει. τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοι ἔδωκαν ἀνδρὶ πηρόν· οὔτε γὰρ κακὸν οὔτ’ ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή· ἔργων δὲ μοῦνον ἐσθίειν ἐπίσταται. | ||
25 | κὤταν κακὸν χειμῶνα ποιήσηι θεός, ῥιγῶσα δίφρον ἄσσον ἕλκεται πυρός. τὴν δ’ ἐκ θαλάσσης, ἣ δύ’ ἐν φρεσὶν νοεῖ· τὴν μὲν γελᾶι τε καὶ γέγηθεν ἡμέρην· ἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών· | ||
30 | “οὐκ ἔστιν ἄλλη τῆσδε λωΐων γυνὴ ἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων”· τὴν δ’ οὐκ ἀνεκτὸς οὐδ’ ἐν ὀφθαλμοῖς ἰδεῖν οὔτ’ ἄσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε ἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων, | 100 | |
35 | ἀμείλιχος δὲ πᾶσι κἀποθυμίη ἐχθροῖσιν ἶσα καὶ φίλοισι γίνεται· ὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμὴς ἕστηκ’, ἀπήμων, χάρμα ναύτηισιν μέγα, θέρ͜εο͜ς ἐν ὥρηι, πολλάκις δὲ μαίνεται | ||
40 | βαρυκτύποισι κύμασιν φορ͜εο͜μένη. ταύτηι μάλιστ’ ἔοικε τοιαύτη γυνὴ ὀργήν· φυὴν δὲ πόντος ἀλλοίην ἔχει. τὴν δ’ ἔκ †τε σποδιῆς† καὶ παλιντριβ͜έο͜ς ὄνου, ἣ σύν τ’ ἀνάγκηι σύν τ’ ἐνιπῆισιν μόγις | ||
45 | ἔστερξεν ὦν ἅπαντα κἀπονήσατο ἀρεστά· τόφρα δ’ ἐσθίει μὲν ἐν μυχῶι προνὺξ προῆμαρ, ἐσθίει δ’ ἐπ’ ἐσχάρηι. ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον ἐλθόντ’ ἑταῖρον ὁντινῶν ἐδέξατο. | ||
7(50) | τὴν δ’ ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος· κείνηι γὰρ οὔ τι καλὸν οὐδ’ ἐπίμερον πρόσεστιν οὐδὲ τερπνὸν οὐδ’ ἐράσμιον. εὐνῆς δ’ ἀδηνής ἐστιν ἀφροδισίης, τὸν δ’ ἄνδρα τὸν περῶντα ναυσίηι διδοῖ. | ||
55 | κλέπτουσα δ’ ἔρδει πολλὰ γείτονας κακά, ἄθυστα δ’ ἱρὰ πολλάκις κατεσθίει. τὴν δ’ ἵππος ἁβρὴ χαιτέεσς’ ἐγείνατο, ἣ δούλι’ ἔργα καὶ δύην περιτρέπει, κοὔτ’ ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον | 101 | |
60 | ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι, οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλ͜εο͜μένη ἵζοιτ’. ἀνάγκηι δ’ ἄνδρα ποιεῖται φίλον· λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται, | ||
65 | αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην. κᾱλὸν μὲν ὦν θέημα τοιαύτη γυνὴ ἄλλοισι, τῶι δ’ ἔχοντι γίνεται κακόν, ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ἦι, | ||
70 | ὅστις τοιούτοις θυμὸν ἀγλαΐζεται. τὴν δ’ ἐκ πιθήκου· τοῦτο δὴ διακριδὸν Ζεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν. αἴσχιστα μὲν πρόσωπα· τοιαύτη γυνὴ εἶσιν δι’ ἄστ͜εο͜ς πᾶσιν ἀνθρώποις γέλως· | ||
75 | ἐπ’ αὐχένα βραχεῖα· κινεῖται μόγις· ἄπυγος, αὐτόκωλος. ἆ τάλας ἀνὴρ ὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται. δήν͜εα͜ δὲ πάντα καὶ τρόπους ἐπίσταται | ||
ὥσπερ πίθηκος· οὐδέ οἱ γέλως μέλει· | 102 | ||
80 | οὐδ’ ἄν τιν’ εὖ ἔρξειεν, ἀλλὰ τοῦτ’ ὁρᾶι καὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται, ὅκως τι κὠς μέγιστον ἔρξειεν κακόν. τὴν δ’ ἐκ μελίσσης· τήν τις εὐτυχεῖ λαβών· κείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει, | ||
85 | θάλλει δ’ ὑπ’ αὐτῆς κἀπαέξεται βίος, φίλη δὲ σὺν φιλ͜έο͜ντι γηράσκει πόσει τεκοῦσα καλὸν κὠνομάκλυτον γένος. κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεται πάσηισι, θείη δ’ ἀμφιδέδρομεν χάρις. | ||
90 | οὐδ’ ἐν γυναιξὶν ἥδεται καθημένη ὅκου λέγουσιν ἀφροδισίους λόγους. τοίας γυναῖκας ἀνδράσιν χαρίζεται Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας· τὰ δ’ ἄλλα φῦλα ταῦτα μηχανῆι Διὸς | ||
95 | ἔστιν τε πάντα καὶ παρ’ ἀνδράσιν μενεῖ. Ζεὺς γὰρ μέγιστον τοῦτ’ ἐποίησεν κακόν, γυναῖκας· ἤν τι καὶ δοκ͜έω͜σιν ὠφελεῖν ἔχοντι, τῶι μάλιστα γίνεται κακόν· οὐ γάρ κοτ’ εὔφρων ἡμέρην διέρχεται | ||
7(100) | ἅπασαν, ὅστις σὺν γυναικὶ †πέλεται, οὐδ’ αἶψα Λιμὸν οἰκίης ἀπώσεται, ἐχθρὸν συνοικητῆρα, δυσμεν͜έα͜ θεῶν. ἀνὴρ δ’ ὅταν μάλιστα θυμηδεῖν δοκῆι κατ’ οἶκον, ἢ θ͜εοῦ͜ μοῖραν ͜ἢ ἀ͜νθρώπου χάριν, | ||
105 | εὑροῦσα μῶμον ἐς μάχην κορύσσεται. ὅκου γυνὴ γάρ ἐστιν οὐδ’ ἐς οἰκίην | ||
ξεῖνον μολόντα προφρόνως δεκοίατο. ἥτις δέ τοι μάλιστα σωφρονεῖν δοκεῖ, αὕτη μέγιστα τυγχάνει λωβωμένη· | 103 | ||
110 | κεχηνότος γὰρ ἀνδρός, οἱ δὲ γείτονες χαίρους’ ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει. τὴν ἣν δ’ ἕκαστος αἰνέσει μεμνημένος γυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται· ἴ̄σην δ’ ἔχοντες μοῖραν οὐ γινώσκομεν. | ||
115 | Ζεὺς γὰρ μέγιστον τοῦτ’ ἐποίησεν κακόν, καὶ δεσμὸν ἀμφέθηκεν ἄρρηκτον πέδην, ἐξ οὗ τε τοὺς μὲν Ἀΐδης ἐδέξατο γυναικὸς εἵνεκ’ ἀμφιδηριωμένους ....... | ||
8 | ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ. | ||
9 | ἐρωιδιὸς γὰρ ἔγχελυν Μαιανδρίην τρίορχον εὑρὼν ἐσθίοντ’ ἀπείλετο. | ||
10 | τί ταῦτα †διὰ μακρῶν λόγων† ἀνέδραμον; | 104 | |
10a | καὶ μήτ’ ἄλουτος γαυρία σύ, μήτ’ ὕδωρ θαύμαζε, μηδὲ [κο]υρία γενειάδα, μηδὲ ῥύπωι χιτῶνος ἔντυε χρόα. | ||
11 | οἷόν τε χηνὸς ὤεον Μαιανδρίου. | ||
12 | σπλάγχν’ ἀμπέχοντες αὐτίκ’ ἰκτίνου δίκην. | ||
13 | τὸ δ’ ἥμιν ἑρπετὸν παρέπτατο | ||
τὸ ζωΐων κάκιστον ἔκτηται βίον. | 105 | ||
14 | οὐκ ἄν τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέοντ’ ἔδεισεν οὐδὲ πάρδαλιν μοῦνος στενυγρῆι συμπεσὼν ἐν ἀτραπῶι. | ||
15 | θύννοισι τευθίς, κωβιοῖσι κωρίδες. | ||
16 | κἀλειφόμην μύροισι καὶ θυώμασιν καὶ βακκάρι· καὶ γάρ τις ἔμπορος παρῆν. | ||
17 | καὶ τῆς ὄπισθεν †ὀρσοθύρης ἠλσάμην. | 106 | |
18 | καὶ σαῦλα βαίνων ἵππος ὣς †κορωνίτης. | ||
19 | ἢ τυφλὸς ἤ τις σκνιπὸς ἢ μόγις βλέπων. | ||
20 | Μαιάδος τόκωι· οὗτοι γὰρ ἀνδρῶν αἷμ’ ἔχουσι ποιμένων. | ||
21a | σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν, | ||
21b | σὺν παρδακοῖσιν εἵμασιν σεσαγμένοις. | 107 | |
22 | ⊗ | 〈ἦ〉 πολλὰ μὲν δὴ προυκπον͜έα͜ι Τηλέμβροτε, | |
23 | ἐνταῦθα μέν τοι τυρὸς ἐξ Ἀχαΐης Τρομίλιος θαυμαστός, ὃν κατήγαγον | ||
24 | κὠς 〈ὗν〉 ἀπεῦσα κὠς ἐμίστυλα κρέα ἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι | ||
25 | ἔδωκεν οὐδεὶς οὐδ’ ἀρυστῆρα τρυγός. | ||
26 | ἀπὸ τράπεζαν εἷλε †νιν ποτήρια. | ||
27 | αὕτη δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ. | 108 | |
28 | ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν. | ||
30 | μηρίων δεδαυμένων. | ||
31a | τὰ δ’ ἄλλα πεπλ͜έα͜ται ξύλα | 109 | |
41 | †ἐν εὐδετέω ὥσπερ† Λέσβιος Πρύλις. | 111 | |
42 | ῥεῖα θεοὶ κλέπτουσιν ἀνθρώπων νόον. | 112 |