TLG 0259 004 :: SCYTHINUS :: Fragmentum SCYTHINUS Poet. Phil. Fragmentum Source: FGrH #13. : 1A:176–177. Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
1a,13,F1 | ATHENAI. XI 461 E: ... οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος ὁ κωμωιδοποιὸς ἐν τοῖς Ἰάμβοις (I 246, 70 K) φησίν· ‘εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην· εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ’ ὡραίαν πόλιν‘. Ἡρακλεῶται δ’ εἰσὶν οὗτοι οἱ ὑπὸ | |
5 | τῆι Οἴτηι κατοικοῦντες, ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός (III), ὀνομασθῆ‐ ναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δ’ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῆι ἐπιγραφομένηι Ἱστορίηι λέγων οὕτως· «Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ’ Εὐβοέων. | |
---|---|---|
10 | 〈καὶ〉 Κυλικρῆνας ἐξεπόρθησε ληιζομένους, καὶ αὐτόθι πόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην». Πολέμων δ’ ἐν τῶι πρώτωι τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν (IV) φησιν οὕτως· ‘τῆς δ’ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων | |
μεθ’ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἳ δ’ Ἀθαμᾶνες, | 1 | |
15 | ἀφ’ ὧν οἱ τόποι διαμένουσιν· οἷς οὐδὲ πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶ‐ ται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτι | |
τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν‘. | 176 |