TLG 0255 003 :: MIMNERMUS :: Fragmenta

MIMNERMUS Eleg.
(Colophonius Smyrnaeus: 7 B.C.)

Fragmenta

Source: FGrH #578. : 3B:688–690.

Citation: Volume-Jacoby#-F — fragment — (line)

3b,578,F

1

SCHOL. ANTIMACH. (P. Cair. 65741; P. Mil. I no. 17 col. II 27) p. 83 Wyss: Μίμνερμ[ος] δ’ [ἐν] τῆι Σμυρν[η]ίδι· «ὣς οἱ πὰρ βασιλῆος, ἐπε[ὶ ρ’] ἐνεδέξατο μῦθον, / ἤ[ιξα]ν κοίληις’ ἀσπίσι φραξάμενοι».

3b,578,F

2

STRABON 14, 1, 3 p. 633: Κολοφῶνα δ’ Ἀνδραίμων Πύλιος (scil. κτίζει), ὥς
φησι καὶ Μίμνερμος ἐν Ναννοῖ (F 10 Bgk).3

3b,578,F

3

STRABON 14, 1, 4 p. 634: ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρα‐ τεύουσι ἐπὶ τόπον, ἐν ὧι νῦν ἐστιν ἡ Σμύρνα, Λελέγων κατεχόντων, ἐκβαλόντες δ’ αὐτοὺς ἔκτισαν τὴν παλαιὰν Σμύρναν, διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους. ὕστερον δὲ ὑπὸ Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν
5ἀπέλαβον, καθάπερ καὶ Μίμνερμος ἐν τῆι Ναννοῖ (F 12 Diehl) φράζει, μνησθεὶς τῆς Σμύρ‐ νης ὅτι περιμάχητος ἀεί· «ἐπείτε Πύλον Νηλήιον ἄστυ λιπόντες, / ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα, / ἐς δ’ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες / ἑζόμεθ’ ἀργαλέης ὕβριος ἡγεμόνες· / κεῖθεν † διαστήεντος ἀπορνύμενοι ποταμοῖο / θεῶν βουλῆι Σμύρνην εἵλομεν Αἰολίδα».

3b,578,F

4

SCHOL. T HOM. Il. Π 287: Μίμνερμος (F 14 D) «Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων».

3b,578,F

5

PAUSAN. 9, 29, 4: Μίμνερμος (F 13 Bgk) δὲ ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν Σμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῶι προοιμίωι θυγατέρας Οὐρανοῦ τὰς ἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας.

3b,578,F

6

STOB. Flor. 3, 7, 11: Μίμνερμος (F 13 D)· «οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν / τοῖον ἐμεῦ προτέρων πεύθομαι, οἵ μιν ἴδον / Λυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγας / Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην κτλ.».

3b,578,F

7

ATHEN. 4, 74 p. 174 A: ὁ δ’ αὐτὸς (Demetrios von Skepsis F 14 Gaede) ... Δαίτην ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μίμνερμον (F 18 Bgk).

3b,578,F

8

SCHOL. LYKOPHR. Al. 610: ἡ δὲ Ἀφροδίτη, καθά φησιν Μίμνερμος (F 22 Bgk), ὑπὸ Διομήδους τρωθεῖσα παρεσκεύασε τὴν Αἰγιαλείαν πολλοῖς μὲν μοιχοῖς συγκοιμηθῆναι, ἐρασθῆναι δὲ καὶ [Ἱππολύτου] Κομήτου τοῦ Σθενέλου υἱοῦ. τοῦ δὲ Διομήδους παραγενομένου εἰς τὸ Ἄργος, ἐπιβουλεῦσαι αὐτῶι· τὸν δὲ καταφυγόντα εἰς τὸν βωμὸν τῆς Ἥρας, διὰ
5νυκτὸς φυγεῖν σὺν τοῖς ἑταίροις, καὶ ἐλθεῖν εἰς Ἰταλίαν πρὸς Δαῦνον βασιλέα, ὅστις αὐτὸν 〈δόλωι〉 ἀνεῖλεν.

3b,578,F

9

AELIAN. V. H. 12, 36: ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης παίδων μὴ συνάιδειν ἀλλήλοις. Ὅμηρος (Il. Ω 602 ff.) μὲν ἓξ λέγει 〈ἄρρενασ〉 καὶ τοσαύτας κόρας, Λάσος (F 2 Bgk) δὲ δὶς ἑπτὰ λέγει, Ἡσίοδος (F 34 Rz) δὲ ἐννέα καὶ δέκα .... Ἀλκμὰν (F 109 Bgk) δέκα φησί, Μίμνερμος (F 19 Bgk) εἴκοσι, καὶ Πίνδαρος τοσούτους.

3b,578,F

10

ARG. SOPH. Ant. II: στασιάζεται δὲ τὰ περὶ τὴν ἡρωίδα ἱστορούμενα καὶ τὴν ἀδελφὴν αὐτῆς Ἰσμήνην. ὁ μὲν γὰρ Ἴων ἐν τοῖς διθυράμβοις (F 12 Bgk) καταπρησθῆναί φησιν ἀμφοτέρας ἐν τῶι ἱερῶι τῆς Ἥρας ὑπὸ Λαοδάμαντος τοῦ Ἐτεοκλέους· Μίμνερμος
(F 21 Bgk) δέ φησι, τὴν μὲν Ἰσμήνην προσομιλοῦσαν Θεοκλυμένωι ὑπὸ Τυδέως κατὰ688
5Ἀθηνᾶς ἐγκέλευσιν τελευτῆσαι. ταῦτα μὲν οὖν ἐστιν τὰ ξένως περὶ τῶν ἡρωίδων ἱστορού‐ μενα, ἡ μέντοι κοινὴ δόξα σπουδαίας αὐτὰς ὑπείληφεν καὶ φιλαδέλφους δαιμονίως, ἧι καὶ
οἱ τῆς τραγωιδίας ποιηταὶ ἑπόμενοι τὰ περὶ αὐτὰς διατέθεινται.689