TLG 0255 001 :: MIMNERMUS :: Fragmenta

MIMNERMUS Eleg.
(Colophonius Smyrnaeus: 7 B.C.)

Fragmenta

Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 83–90.

frr. 1–9, 11–12, 13a–17, 22, 24–26

Citation: Fragment — (line)

1

τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης; τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι, κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή, οἷ’ ἥβης ἄνθ͜εα͜ γίνεται ἁρπαλέα
5ἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ’ ὀδυνηρὸν ἐπέλθηι γῆρας, ὅ τ’ αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ, αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, οὐδ’ αὐγὰς προσορῶν τέρπεται ἠελίου, ἀλλ’ ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν·
10οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.

2

ἡμεῖς δ’, οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη ͜ἔα͜ρος, ὅτ’ αἶψ’ αὐγῆις αὔξεται ἠελίου, τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης τερπόμεθα, πρὸς θ͜εῶ͜ν εἰδότες οὔτε κακὸν
5οὔτ’ ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι, ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου, ἡ δ’ ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης καρπός, ὅσον τ’ ἐπὶ γῆν κίδναται ἠέλιος. αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης,
10 αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος· πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται· ἄλλοτε οἶκος τρυχοῦται, πενίης δ’ ἔργ’ ὀδυνηρὰ πέλει· ἄλλος δ’ αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην·83
15ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.

3

τὸ πρὶν ἐὼν κάλλιστος, ἐπὴν παραμείψεται ὥρη, οὐδὲ πατὴρ παισὶν τίμιος οὔτε φίλος.

4

Τιθωνῶι μὲν ἔδωκεν ἔχειν κακὸν ἄφθιτον 〈 〉 γῆρας, ὃ καὶ θανάτου ῥίγιον ἀργαλέου.

5

αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς, πτοιῶμαι δ’ ἐσορῶν ἄνθος ὁμηλικίης τερπνὸν ὁμῶς καὶ καλόν· ἐπὶ πλέον ὤφελεν εἶναι· ἀλλ’ ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ
5ἥβη τιμήεσσα· τὸ δ’ ἀργαλέον καὶ ἄμορφον γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ’ ὑπερκρέμαται, ἐχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ’ ἄγνωστον τιθεῖ ἄνδρα, βλάπτει δ’ ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.

6

αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδων͜έω͜ν
ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,84

7

σὴν αὐτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτ͜έω͜ν ἄλλός τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

8

ἀληθείη δὲ παρέστω σοὶ καὶ ἐμοί, πάντων χρῆμα δικαιότατον.

9

Αἰπὺ 〈 〉 τε Πύλον Νηλήϊον ἄστυ λιπόντες ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα, ἐς δ’ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες ἑζόμεθ’, ἀργαλέης ὕβριος ἡγεμόνες·
5κεῖθεν †διαστήεντος ἀπορνύμενοι ποταμοῖο
θ͜εῶ͜ν βουλῆι Σμύρνην εἵλομεν Αἰολίδα.85

11

οὐδέ κοτ’ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων ἐξ Αἴης τελέσας ἀλγινόεσσαν ὁδόν, ὑβριστῆι Πελίηι τελέων χαλεπῆρες ἄεθλον, οὐδ’ ἂν ἐπ’ Ὠκεανοῦ καλὸν ἵκοντο ῥόον.

11a

Αἰήταο πόλιν, τόθι τ’ ὠκέος Ἠελίοιο ἀκτῖνες χρυς͜έω͜ι κείαται ἐν θαλάμωι Ὠκεανοῦ παρὰ χεῖλος, ἵν’ ὤιχετο θεῖος Ἰήσων.

12

Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα, οὐδέ ποτ’ ἄμπαυσις γίνεται οὐδεμία ἵπποισίν τε καὶ αὐτῶι, ἐπεὶ ῥοδοδάκτυλος Ἠὼς Ὠκεανὸν προλιποῦς’ οὐρανὸν εἰσαναβῆι.
5τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή, ποικίλη, Ἡφαίστου χερσὶν ἐληλαμένη, χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι86
10 ἑστᾶς’, ὄφρ’ Ἠὼς ἠριγένεια μόληι· ἔνθ’ ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.

13a

ὣς οἳ πὰρ βασιλῆος, ἐπε[ί ῥ’] ἐ[ν]εδέξατο μῦθο̣ν̣, ἤ[ϊξ]α̣ν κοίληι[ς ἀ]σπίσι φραξάμενοι.

14

οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν τοῖον ἐμ͜έο͜ προτέρων πεύθομαι, οἵ μιν ἴδον Λυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγας Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην·
5τοῦ μὲν ἄρ’ οὔ ποτε πάμπαν ἐμέμψατο Παλλὰς Ἀθήνη δριμὺ μένος κραδίης, εὖθ’ ὅ γ’ ἀνὰ προμάχους σεύαιθ’ αἱματόεν〈τος ἐν〉 ὑσμίνηι πολέμοιο, πικρὰ βιαζόμενος δυσμενέων βέλεα· οὐ γάρ τις κείνου δηίων ἔτ’ ἀμεινότερος φὼς87
10 ἔσκεν ἐποίχεσθαι φυλόπιδος κρατερῆς ἔργον, ὅτ’ αὐγῆισιν φέρετ’ ὠκέος ἠελίοιο

15

καί μιν ἐπ’ ἀνθρώπους βάξις ἔχει χαλεπή.

16

ἀργαλέης αἰεὶ βάξιος ἱέμενοι.

17

Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων.88

t22-6

DUBIA ET SPURIA

22

Τροιζηνίας δὲ τραῦμα φοιτάδος πλάνης ἔσται κακῶν τε πημάτων παραίτιον, ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων πρὸς λέκτρα· τύμβος δ’ αὐτὸν ἐκσώσει μόρου
5Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
κολοσσοβάμων δ’ ἐν πτυχαῖσιν Αὐσόνων κτλ.89

24

οἷα δὴ φιλοῦσιν {οἱ} ἰατροὶ λέγειν τὰ φαῦλα μείζω καὶ τὰ δείν’ ὑπὲρ φόβον, πυργοῦντες αὑτούς.

25

δεινοὶ γὰρ ἀνδρὶ πάντες ἐσμὲν εὐκλεεῖ ζῶντι φθονῆσαι, κατθανόντα δ’ αἰνέσαι.

26

ὦ Ζεῦ πολυτίμητ’, ὡς καλαὶ νῷν αἱ γυναῖ90