TLG 0246 001 :: DIONYSIUS CHALCUS :: Fragmenta

DIONYSIUS CHALCUS Eleg.
(Atheniensis Thurinus: 5 B.C.)

Fragmenta

Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 58–60.

frr. 1–6

Citation: Fragment — (line)

3

κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες
ἡμεῖς προστίθεμεν γυμνασίωι Βρομίου κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
ἐς σφαίρας κυλίκων· καὶ πρὶν ἐκεῖνον ἰδεῖν,
5ὄμματι βηματίσασθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,
εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.

4

ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν·
τόν τε σὸν ἀρχαῖον τηλεδαπόν τε φίλον εἰρεσίηι γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
τοῦδ’ ἐπὶ συμποσίου· δεξιότης τε λόγου
58
5Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει.

2

ἀγγελίας ἀγαθῆς δεῦρ’ ἴτε πευσόμενοι, καὶ κυλίκων ἔριδας διαλύσατε, καὶ κατάθεσθε
τὴν ξύνεσιν παρ’ ἐμοί, καὶ τάδε μανθάνετε

1

δέχου τήνδε προπινομένην τὴν ἀπ’ ἐμοῦ ποίησιν· ἐγὼ δ’ ἐπιδέξια πέμπω
σοὶ πρώτωι, Χαρίτων ἐγκεράσας χάριτας. καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι,
5συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος.

5

καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίαι Διονύσου,
συμποσίου ναῦται καὶ κυλίκων ἐρέται,
〈 〉 περὶ τοῦδε· τὸ γὰρ φίλον οὐκ ἀπόλωλε.59

6

τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;
ΑΘΗΝΑΙΟΥ ΝΑΥΚΡΑΤΙΤΟΥ ΔΕΙΠΝΟΣΟΦΙΣΤΩΝ ΙΕ60