TLG 0245 001 :: DEMODOCUS :: Fragmenta

DEMODOCUS Eleg.
(Lerius: 6 B.C.?)

Fragmenta

Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 56–58.

frr. 1–6

Citation: Fragment — (line)

1

Μιλήσιοι ἀξύνετοι μὲν οὔκ εἰσιν, δρῶσιν δ’ οἷά περ ἀξύνετοι.

2

καὶ τόδε Δημοδόκου. Λέριοι κακοί· οὐχ ὃ μέν, ὃς δ’ οὔ·
πάντες, πλὴν Προκλέους—καὶ Προκλέης Λέριος.56

3

πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξιν
εἷς ἀγαθὸς Κινύρης—καὶ Κινύρης δὲ Κίλιξ.

4

Καππαδόκην ποτ’ ἔχιδνα κακὴ δάκεν· ἀλλὰ καὶ αὐτὴ
κάτθανε γευσαμένη αἵματος ἰοβόλου.

5

Καππαδόκαι φαῦλοι μὲν ἀεί· ζώνης δὲ τυχόντες φαυλότεροι· κέρδους δ’ εἵνεκα φαυλότατοι· ἢν δ’ ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης, δή ῥα τότ’ εἰς ὥρας φαυλεπιφαυλότεροι.
5μή, λίτομαι βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς
κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.57

6

ἢν τύχηις †τήνων δικάζ͜εο͜ τὴν Πριηνίην δίκην.58