TLG 0242 003 :: ASIUS :: Fragmenta epica

ASIUS Eleg. Epic.
(Samius: 7/6 B.C.)

Fragmenta epica

Source: Bernabé, A. (ed.), Poetarum epicorum Graecorum testimonia et fragmenta, pt. 1. Leipzig: Teubner, 1987: 127–131.

  • frr. 1–2, 8, 10, 13
  • fr. 13: Carmen de Samiorum moribus

Citation: Fragment — (line)

t1-10

ΕΠΗ

1

Ἀντιόπη δ’ ἔτεκε Ζῆθον κἀμφίονα δῖον Ἀσωποῦ κούρη ποταμοῦ βαθυδινήεντος,
Ζηνί τε κυσαμένη καὶ Ἐπωπέι ποιμένι λαῶν.127

2

Δίου ἐνὶ μεγάροις τέκεν εὐειδὴς Μελανίππη.128

8

ἀντίθεον δὲ Πελασγὸν ἐν ὑψικόμοισιν ὄρεσσι γαῖα μέλαιν’ ἀνέδωκεν, ἵνα θνητῶν γένος εἴη.

10

κοῦραί τ’ Ἰκαρίοιο Μέδη καὶ Πηνελόπεια.129

13

οἳ δ’ αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο εἰς Ἥρης τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς, χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον·
5χαῖται δ’ ἠιωρεῦντ’ ἀνέμωι χρυς͜έοι͜ς ἐνὶ δεσμοῖς,
4χρύσειαι δὲ κορύμβαι ἐπ’ αὐτῶν τέττιγες ὥς·130
6δαιδαλέας δὲ χλιδῶνας ἄρ’ ἀμφὶ βραχίος’ ἕσαντες
〈–⏔–⏔–〉τες ὑπασπίδιον πολεμιστήν.131