TLG 0238 001 :: ANANIUS :: Fragmenta

ANANIUS Iamb.
(6 B.C.)

Fragmenta

Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 34–36.

frr. 1–5

Citation: Fragment — (line)

t1-4

TRIMETRI

1

Ἄπολλον, ὅς που Δῆλον ἢ Πυθῶν’ ἔχεις ἢ Νάξον ἢ Μίλητον ἢ θείην Κλάρον,
ἵκ͜εο͜ †καθ’ ἱέρ’ ἢ† Σκύθας ἀφίξεαι.34

2

χρυσὸν λέγει Πύθερμος ὡς οὐδὲν τἆλλα.

3

εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολὺν καὶ σῦκα βαιὰ καὶ δύ’ ἢ τρεῖς ἀνθρώπους, γνοίη χ’ ὅσωι τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.

4

καὶ σὲ πολλὸν ἀνθρώπων ἐγὼ φιλ͜έω͜ μάλιστα, ναὶ μὰ τὴν κράμβην.

t5

TETRAMETRI35

5

͜ἔα͜ρι μὲν χρόμιος ἄριστος, ἀνθίης δὲ χειμῶνι· τῶν καλῶν δ’ ὄψων ἄριστον καρὶς ἐκ συκ͜έη͜ς φύλλου. ἡδὺ δ’ ἐσθίειν χιμαίρης †φθινοπωρισμῶι κρέας· δέλφακος δ’ ὅταν τραπ͜έω͜σιν καὶ πατ͜έω͜σιν ἐσθίειν,
5καὶ κυνῶν αὑτὴ τόθ’ ὥρη καὶ λαγῶν κἀλωπέκων. οἰὸς αὖθ’, ὅταν θέρος τ’ ἦι κἠχέται βαβράζωσιν· εἶτα δ’ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα, ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυσσωτῶι. βοῦς δὲ πιανθείς, δοκ͜έω͜ μέν, καὶ μες͜έω͜ν νυκτῶν ἡδὺς
10κἠμέρης.36