TLG 0237 004 :: ANACREON :: Epigrammata Epigrammata AG 13.4: Dup. partim 0237 002 (fr. 74) Citation: Book — epigram — (line) | ||
6.134(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ | |
1 | Ἡ τὸν θύρσον ἔχους’ Ἑλικωνιὰς ἥ τε παρ’ αὐτὴν Ξανθίππη Γλαύκη τ’ εἰς χορὸν ἐρχόμεναι ἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσι κισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον. | |
---|---|---|
6.135(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Οὗτος Φειδόλα ἵππος ἀπ’ εὐρυχόροιο Κορίνθου ἄγκειται Κρονίδᾳ μνᾶμα ποδῶν ἀρετᾶς. | |
6.136(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηρις εἷμα τόδε· ξυνὴ δ’ ἀμφοτέρων σοφίη. | |
6.137(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷ Ναυκράτει, εὐχωλὰς τάσδ’ ὑποδεξάμενος. | |
6.138(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πρὶν μὲν Καλλιτέλης μ’ ἱδρύσατο· τόνδε δ’ ἐκείνου | |
ἔκγονοι ἐστήσανθ’, οἷς χάριν ἀντιδίδου. | ||
6.139(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίου υἱός· ἐποίησεν δ’ ἔργον Ἀναξαγόρας. | |
6.140(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Παιδὶ φιλοστεφάνῳ Σεμέλας ἀνέθηκε Μέλανθος μνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου. | |
6.141(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται. | |
6.142(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον Θεσσαλίας μ’ ἀνέθηκ’ ἀρχὸς Ἐχεκρατίδας. | |
6.143(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαι ἤπιον, ὅς μ’ ἐρατοῖς ἀγλαΐην προθύροις Ἑρμῇ τε κρείοντι καθέσσατο· τὸν δ’ ἐθέλοντα | |
ἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι. | ||
6.144(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Στροίβου παῖ, τόδ’ ἄγαλμα, Λεώκρατες, εὖτ’ ἀνέθηκας Ἑρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριτας οὐδ’ Ἀκαδήμειαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ σὴν εὐεργεσίην τῷ προσιόντι λέγω. | |
6.145(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος, ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς. | |
6.346(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ | |
1 | Τελλίᾳ ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ, ἀντ’ ἐρατῶν δώρων τῶνδε χάριν θέμενος. δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳ | |
ναίειν αἰῶνος μοῖραν ἔχοντ’ ἀγαθήν. | ||
7.160(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ | |
1 | Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα· Ἄρης δ’ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν. | |
7.226(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ | |
1 | Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα πᾶς’ ἐπὶ πυρκαϊῆς ἥδ’ ἐβόησε πόλις. οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης. | |
7.263(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ | |
1 | Καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ. ὥρη γάρ σε πέδησεν ἀνέγγυος, ὑγρὰ δὲ τὴν σὴν κύματ’ ἀφ’ ἱμερτὴν ἔκλυσεν ἡλικίην. | |
9.715(p1) | [ΑΝΑΚΡΕΟΝΤΟΣ] | |
1 | Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς. | |
9.716(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλ’ ὑπὸ γήρως χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων. | |
11.47(p1) | [ΑΝΑΚΡΕΟΝΤΟΣ] | |
1 | Οὔ μοι μέλει τὰ Γύγεω, τοῦ Σαρδίων ἄνακτος, οὔθ’ αἱρέει με χρυσός, οὐ δὲ φθονῶ τυράννοις· | |
5 | ἐμοὶ μέλει μύροισι καταβρέχειν ὑπήνην· ἐμοὶ μέλει ῥόδοισι καταστέφειν κάρηνα. τὸ σήμερον μέλει μοι· | |
10 | τὸ δ’ αὔριον τίς οἶδεν; | |
11.48(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Τὸν ἄργυρον τορεύσας, Ἥφαιστέ, μοι ποίησον πανοπλίαν μὲν οὐχί, ποτήριον δὲ κοῖλον, | |
5 | ὅσον δύνῃ, βάθυνον. ποίει δέ μοι κατ’ αὐτοῦ μηδ’ ἄστρα μηδ’ ἁμάξας, μὴ στυγνὸν Ὠρίωνα, ἀλλ’ ἀμπέλους χλοώσας | |
10 | καὶ βότρυας γελῶντας σὺν τῷ καλῷ Λυαίῳ. | |
13.4(p1) | ΑΝΑΚΡΕΟΝΤΟΣ | |
1 | Ἀλκίμων ς’, Ὠριστοκλείδη, πρῶτον οἰκτίρω φίλων· | |
ὤλεσας δ’ ἥβην ἀμύνων πατρίδος δουληίην. |