TLG 0237 002 :: ANACREON :: Fragmenta Fragmenta frr. 1–4, 6–9, 11–98, 100, 102–116, 118, 120–123, 125–126, 128–131, 133–136, 138–142, 156, 160 Citation: Fragment — (line) | |||
1,1 | . . . | ||
1 | οὐδε...[.]ς.φ..α..[...]..[ φοβερὰς δ’ ἔχεις πρὸς ἄλλωι ⸏φρένας, ὦ καλλιπρό[σ]ωπε παίδ[ων· καί σε δοκεῖ μενε[...´̣].....[ | ||
---|---|---|---|
5 | πυκινῶς ἔχουσα[ ⸏ἀτιτάλλειν· σ[.].[....]...[ τὰς ὑακιν[θίνας ἀρ]ούρας ἵ]να Κύπρις ἐκ λεπάδνων ⸏....]´[.]α[ς κ]ατέδησεν ἵππους· | ||
10 | ......]δ’ ἐν μέσωι κατῆξας ......]ωι δι’ ἅσσα πολλοὶ ⸏πολ]ιητέων φρένας ἐπτοέαται· | ||
λεωφ]όρε λεωφόρ’ Ἡρο[τ]ίμη, | 172 | ||
1,2 | []λη γάρ εἰς· [ ´]ειν· [ ´]κ̣ι [ ]ο̣ν | ||
5 | . . . | ||
1,4 | [χα]λεπ̣ῶ̣ι̣ δεπυκτάλιζ.[ [ ]αν ὁρέω τε κἀνακύπτω[ [ ].ωι πολλὴν ὀφείλω []ν̣ χάριν ἐκφυγὼν ἔρωτα[ | ||
5 | [ ]νυσε παντάπασι, δεσμ[ῶν [ ]. χαλεπῶν δι’ Ἀφροδίτη[ [ ]φέροι μὲν οἶνον ἄγγ.[ [ ]φέροι δ’ ὕδω[ρ].λαφλ̣[ [ ].ε καλέοι[..]ιν[ | ||
10 | [ ]χαρις, ἄρτ̣[..]ς δ[ [ ].[ | ||
. . . | 173 | ||
1,11+3+6 | . . . | ||
1 | [ ].[ [ ]α·λε[ [ ]πεσ[ [ ]ννυχ[ | ||
5 | [ ] ειδε̣μ.[ ⸏ἡδύ τε καὶ π̣[ ἀλλ’ ἐρόεντα[ δῶρα πάρεστ[ ⸏Πιερίδων, β[ | ||
10 | κα[ὶ] Χάρισιν,[ δ’ ἡ[....]´̣.[.].[ | ||
⸎ | .[ | ||
12 | 〈quot vv. perierint incertum〉 [ ]....[ [ ].ος, χαλ.[ | ||
15 | [ ].α χαροπο.[ [ ] πάννυχος πετοίμην [ [ ἰ]χθυοέντων δελιπ [ [] χρυσολόφου⟦σ⟧ Παλλάδ[ος []τηλόθεν.[ | ||
20 | [ ἄ]νθεσιν β[ [ ]ικία δ’ ὑψ[ [ ].οναε[ | ||
. . . | 174 | ||
1,5 | []υστ̣[ [ ]νθ̣[ [ ]ω[ [].ιδ[.].[ | ||
5 | []α̣σλε[ [].ᾱν [ [ ] . . . | ||
1,7 | . . . | ||
1 | [].α.[ [ ]ωνβιον[ [ ]λοκοντ̣α̣[ [ ]αδυσποτ[ | ||
5 | []κερονν̣[ . . . | ||
1,8 | . . . | ||
1 | [].μαπ[ [ ].αις [ [ ].τον[ . . . | ||
1,9 | . . . | ||
1 | []μεριμ[ [ ]διτην [ [ ]υμον[ [ ]ὰνυστ̣[ | ||
5 | [ ].[ . . . | ||
1,12 | . . . | ||
1 | [ ]κομ[ []ν̣δρ̣.[ []..[.].[ [].νεν̣[ | ||
5 | [ ]λεπ[ []υ̣κτο[ . . . | ||
1,13 | . . . | ||
1 | [].ραδα[ []α̣φρον[ [ ]ένθα[ . . . | ||
1,14 | . . . | ||
1 | [ ] | ||
. . . | 175 | ||
2,1 | καὶ κ[όμη]ς, ἥ τοι κατ’ ἁβρὸν ⸏ἐσκία[ζ]εν αὐχένα· νῦν δ̣ὲ̣ δ̣ὴ σὺ μὲν στολοκρός, ἡ δ’ ἐς αὐχμηρὰς πεσοῦσα | ||
5 | χεῖρας ἀθρόη μέλαιναν ⸏ἐς κόνιν κατερρύη τλημον[.]ς̣ τομῆι σιδήρου περιπεσο[ῦ]ς’· ἐ̣γ̣ὼ δ’ ἄσηισι τείρομαι· τί γάρ τις ἔρξηι | ||
10 | ⸏μηδ’ ὑπὲρ Θ̣ρήικης τυχών; οἰκτρὰ δὴ φρονεῖν ἀκου[ τὴν ἀρίγνωτον γυναῖ[κα πολλάκις δ̣ὲ̣ δ̣ὴ τόδ’ εἰπ[εῖν ⸏δαίμον’ αἰτιωμέ[ν]η̣ν· | ||
15 | ὡ]ς ἂν εὖ πάθοιμι, μῆτερ, εἴ] μ’ ἀμείλιχον φέρουσα π]όντον ἐσβάλοις θυίοντα [ ⸏π]ορφ[υρ]έοισι κύμασι[ [ ].[ ]..[]..[ | ||
20 | . . . | ||
2,2 | [ ]...[ [ ].ατα̣[ [ ]κορον[ [].τα..[ | ||
5 | [ ]αμο..[ [ ].νβ..[ [ ].ην̣.[ | ||
. . . . . | 176 | ||
3 | γουνοῦμαί ς’ ἐλαφηβόλε ξανθὴ παῖ Διὸς ἀγρίων δέσποιν’ Ἄρτεμι θηρῶν· ἥ κου νῦν ἐπὶ Ληθαίου | ||
5 | δίνηισι θρασυκαρδίων ἀνδρῶν ἐσκατορᾶις πόλιν χαίρους’, οὐ γὰρ ἀνημέρους | ||
ποιμαίνεις πολιήτας. | 177 | ||
4 | οὗτος δηὖτ’ Ἰηλυσίους τίλλει τοὺς κυανάσπιδας. | ||
6 | σινάμωροι πολεμίζουσι θυρωρῶι | 178 | |
7 | 〈ὁ〉 Μεγιστῆς δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπεί τε | ||
στεφανοῦταί τε λύγωι καὶ τρύγα πίνει μελιηδέα. | 179 | ||
8 | μυθιῆται δ’ ἀνὰ νῆσον ὦ Μεγιστῆ διέπουσιν ἱρὸν ἄστυ, | ||
9 | καί μ’ ἐπίβωτον | ||
κατὰ γείτονας ποήσεις. | 180 | ||
11a | ἄγε δὴ φέρ’ ἡμὶν ὦ παῖ κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκ’ ἐγχέας ὕδατος, τὰ πέντε δ’ οἴνου | ||
5 | κυάθους ὡς ἂν †ὑβριστιῶς† ἀνὰ δηὖτε βασσαρήσω. | ||
11b | ἄγε δηὖτε μηκέτ’ οὕτω πατάγωι τε κἀλαλητῶι Σκυθικὴν πόσιν παρ’ οἴνωι μελετῶμεν, ἀλλὰ καλοῖς | ||
5 | ὑποπίνοντες ἐν ὕμνοις. | 181 | |
12 | ὦναξ, ὧι δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρῆ τ’ Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι | ||
5 | δ’ ὑψηλὰς ὀρέων κορυφάς· γουνοῦμαί σε, σὺ δ’ εὐμενὴς ἔλθ’ ἡμίν, κεχαρισμένης δ’ εὐχωλῆς ἐπακούειν· Κλεοβούλωι δ’ ἀγαθὸς γένεο | ||
10 | σύμβουλος, τὸν ἐμόν γ’ ἔρω‐ | ||
τ’, ὦ Δεόνυσε, δέχεσθαι. | 182 | ||
13 | σφαίρηι δηὖτέ με πορφυρῆι βάλλων χρυσοκόμης Ἔρως νήνι ποικιλοσαμβάλωι συμπαίζειν προκαλεῖται· | ||
5 | ἡ δ’, ἐστὶν γὰρ ἀπ’ εὐκτίτου Λέσβου, τὴν μὲν ἐμὴν κόμην, λευκὴ γάρ, καταμέμφεται, πρὸς δ’ ἄλλην τινὰ χάσκει. | ||
14 | Κλεοβούλου μὲν ἔγωγ’ ἐρέω, Κλεοβούλωι δ’ ἐπιμαίνομαι, | ||
Κλεόβουλον δὲ διοσκέω. | 183 | ||
15 | ὦ παῖ παρθένιον βλέπων δίζημαί σε, σὺ δ’ οὐ κλύεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. | ||
16 | ἐγὼ δ’ οὔτ’ ἂν Ἀμαλθίης βουλοίμην κέρας οὔτ’ ἔτεα πεντήκοντά τε κἀκατὸν | ||
Ταρτησσοῦ βασιλεῦσαι, | 184 | ||
17 | μεὶς μὲν δὴ Ποσιδηίων ἕστηκεν †νεφέλη δ’ ὕδωρ 〈 〉 βαρὺ δ’ ἄγριοι χειμῶνες κατάγουσι.† | ||
18 | τί μὲν πέτεαι συρίγγων κοϊλώτερα | ||
στήθεα χρισάμενος μύρωι; | 185 | ||
19 | σὲ γάρ φη Ταργήλιος ἐμμελέως δισκεῖν | ||
20 | πολλὰ δ’ ἐρίβρομον | ||
Δεόνυσον, | 186 | ||
21 | ἀλλ’ ὦ τρὶς κεκορημένε Σμερδίη | ||
22 | σὺ γὰρ ἦς ἔμοι‐ γ’ ἀστεμφής | ||
23 | Λευκίππην ἔπι δίνεαι | ||
24 | ὁ δ’ ὑψηλὰ νενωμένος | 187 | |
25 | οὔτ’ ἐμὴν ἁπαλὴν κάσιν· | ||
26 | οὐ δηὖτ’ †ἔμπεδός† εἰμι οὐδ’ ἀστοῖσι προσηνής· | ||
27 | ξανθῆι δ’ Εὐρυπύληι μέλει | ||
ὁ περιφόρητος Ἀρτέμων, | 188 | ||
28 | ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν ψάλλω πηκτίδα τῆι φίληι κωμάζων †παιδὶ ἁβρῆι†. | ||
29 | ψάλλω δ’ εἴκοσι †χορδαῖσι μάγαδιν† ἔχων, | ||
Ὦ Λεύκασπι, σὺ δ’ ἡβᾶις. | 189 | ||
30 | τίς ἐρασμίην τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ’ αὐλῶν ὀρχεῖται; | ||
31 | ἀρθεὶς δηὖτ’ ἀπὸ Λευκάδος | ||
πέτρης ἐς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι. | 190 | ||
32 | ἱπποθόρων δὲ Μυσοὶ εὗρον μεῖξιν ὄνων | ||
33 | ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφηις | ||
διὰ τὸν Ἔρωτ’· οὐ γὰρ ἐμοὶ 〈–⏑〉 θέλει συνηβᾶν. | 191 | ||
34a | ὑποπόλιον γένειον χρυσοφαέννων, | ||
34b | πτερύγων †ἢ ἀετοῖς† παραπετέσθω, | ||
35 | χαῖρε φίλον φῶς χαρίεντι μειδιῶν προσώπωι· | 192 | |
36a | εἶμι λαβὼν †εἰσάρας,† | ||
36b | ἀσπίδα ῥίψας ποταμοῦ καλλιρόου παρ’ ὄχθας, | ||
37 | δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμήν | ||
38 | οἰνοχόει δ’ ἀμφίπολος μελιχρὸν | ||
οἶνον τρικύαθον κελέβην ἔχουσα. | 193 | ||
39 | οὐδ’ ἀργυρῆ κω τότ’ ἔλαμπε Πειθώ. | ||
40 | ἐκ ποταμοῦ ’πανέρχομαι πάντα φέρουσα λαμπρά. | ||
41 | Σίμαλον εἶδον ἐν χορῶι πηκτίδ’ ἔχοντα καλήν. | 194 | |
42 | τὸν μυροποιὸν ἠρόμην Στράττιν εἰ κομήσει. | ||
43 | πρὶν μὲν ἔχων βερβέριον, καλύμματ’ ἐσφηκωμένα, καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ πλευρῆισι 〈–⏓–〉 βοός, νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν | ||
5 | κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων, κίβδηλον εὑρίσκων βίον, πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ’ ἐν τροχῶι, πολλὰ δὲ νῶτον σκυτίνηι μάστιγι θωμιχθείς, κόμην πώγωνά τ’ ἐκτετιλμένος· | ||
10 | νῦν δ’ ἐπιβαίνει σατινέων χρύσεα φορέων καθέρματα †παῖς Κύκης† καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ | ||
γυναιξὶν αὔτως 〈–⏑–〉. | 195 | ||
44 | φίλη γάρ εἰς ξείνοισιν· ἔασον δέ με διψέοντα πιεῖν. | ||
45 | καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ’ ἐλαφρῶς. | ||
46 | νῦν δ’ ἀπὸ μὲν στέφανος πόλεως ὄλωλεν. | 196 | |
47 | οὔτε γὰρ ἡμετέρειον οὔτε καλόν | ||
48 | ὀρσόλοπος μὲν Ἄρης φιλεῖ μεναίχμην | ||
49a | ἡδυμελὲς χαρίεσσα χελιδοῖ | ||
49b | μνᾶται δηὖτε φαλακρὸς Ἄλεξις | 197 | |
50 | πολιοὶ μὲν ἡμὶν ἤδη κρόταφοι κάρη τε λευκόν, χαρίεσσα δ’ οὐκέτ’ ἥβη πάρα, γηραλέοι δ’ ὀδόντες, | ||
5 | γλυκεροῦ δ’ οὐκέτι πολλὸς ⸏βιότου χρόνος λέλειπται· διὰ ταῦτ’ ἀνασταλύζω θαμὰ Τάρταρον δεδοικώς· Ἀίδεω γάρ ἐστι δεινὸς | ||
10 | μυχός, ἀργαλῆ δ’ ἐς αὐτὸν κάτοδος· καὶ γὰρ ἑτοῖμον καταβάντι μὴ ἀναβῆναι. | ||
51 | φέρ’ ὕδωρ φέρ’ οἶνον ὦ παῖ φέρε 〈δ’〉 ἀνθεμόεντας ἡμὶν | ||
στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω. | 198 | ||
52 | πλεκτὰς δ’ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο. | ||
53 | ἀστραγάλαι δ’ Ἔρωτός εἰσιν μανίαι τε καὶ κυδοιμοί | ||
54 | ἐκδῦσα κιθῶνα δωριάζειν | 199 | |
55 | παρὰ δηὖτε Πυθόμανδρον κατέδυν Ἔρωτα φεύγων. | ||
56 | διὰ δηὖτε Καρικουργέος | ||
ὀχάνου χεῖρα †τιθέμενοι† | 200 | ||
57a | ἔραμαι 〈δέ〉 τοι συνηβᾶν χαρίεν γὰρ †ἔχεις ἦθος.† | ||
57b | καλὸν εἶναι τῶι Ἔρωτι τὰ δίκαιά φησιν. | ||
57c | ἐμὲ γὰρ †λόγων εἵνεκα παῖδες ἂν φιλέοιεν· χαρίεντα μὲν γὰρ ἄιδω, χαρίεντα δ’ οἶδα λέξαι. | ||
58 | ἀσήμων ὑπὲρ ἑρμάτων φορέομαι. | ||
59 | νεότης τε κὐγιείη | 201 | |
60 | χθόνιον δ’ ἐμαυτὸν † ἦρεν. | ||
61 | ἀπὸ δ’ ἐξείλετο θεσμὸν μέγαν, | ||
62 | ἀλλὰ πρόπινε | ||
ῥαδινοὺς ὦ φίλε μηρούς, | 202 | ||
63 | ἀγανῶς οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνὸν ὅς τ’ ἐν ὕληι κεροέσσης ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη. | ||
64 | καθαρῆι δ’ ἐν κελέβηι πέντε 〈τε〉 καὶ τρεῖς ἀναχείσθω. | 203 | |
65 | ἐπὶ δ’ ὀφρύσιν σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσωι | ||
66a | ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδάμα τῶνδε, | ||
66b | Διονύσου σαῦλαι Βασσαρίδες | 204 | |
67 | οὐ δηὖτέ μ’ ἐάσεις μεθύοντ’ οἴκαδ’ ἀπελθεῖν | ||
68 | μεγάλωι δηὖτέ μ’ Ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίηι δ’ ἔλουσεν ἐν χαράδρηι. | ||
69 | ἀπέκειρας δ’ ἁπαλῆς κόμης ἄμωμον ἄνθος· | 205 | |
70 | Σικελὸν κότταβον ἀγκύληι †δαΐζων† | ||
71 | ἐγὼ δὲ μισέω πάντας ὅσοι χθονίους ἔχουσι ῥυσμοὺς καὶ χαλεπούς· μεμάθηκά ς’, ὦ Μεγιστῆ, | ||
τῶν ἀβακιζομένων, | 206 | ||
72 | πῶλε Θρηικίη, τί δή με | ||
1 | λοξὸν ὄμμασι βλέπουσα νηλέως φεύγεις, δοκεῖς δέ | ||
2 | μ’ οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι | ||
3 | τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ’ ἔχων στρέφοιμί | ||
4 | ς’ ἀμφὶ τέρματα δρόμου· | ||
5 | νῦν δὲ λειμῶνάς τε βόσκεαι | ||
5 | κοῦφά τε σκιρτῶσα παίζεις, δεξιὸν γὰρ ἱπποπείρην | ||
6 | οὐκ ἔχεις ἐπεμβάτην. | ||
73 | κλῦθί μεο γέροντος εὐέθειρα χρυσόπεπλε κοῦρα | ||
74 | ἀλκίμων ς’ ὦ ’ριστοκλείδη πρῶτον οἰκτίρω φίλων· | ||
ὤλεσας δ’ ἥβην ἀμύνων πατρίδος δουληΐην. | 207 | ||
75 | εὖτέ μοι λευκαὶ μελαίνηις’ ἀναμεμείξονται τρίχες, | ||
76 | αἱ δέ μεο φρένες ἐκκεκωφέαται· | ||
77 | Θρηικίην σίοντα χαίτην | 208 | |
78 | κοίμισον δέ, Ζεῦ, σόλοικον φθόγγον | ||
79 | καὶ θάλαμος ἐν †ὧι κεῖνος οὐκ ἔγημεν ἀλλ’ ἐγήματο. | ||
80 | ξείνοισίν ἐστε μειλίχοισιν ἐοικότες | ||
στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις. | 209 | ||
81 | πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. | ||
82 | μηδ’ ὥστε κῦμα πόντιον λάλαζε, τῆι πολυκρότηι σὺν Γαστροδώρωι καταχύδην | ||
πίνουσα τὴν ἐπίστιον. | 210 | ||
83 | ἐρέω τε δηὖτε κοὐκ ἐρέω καὶ μαίνομαι κοὐ μαίνομαι. | ||
84 | ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω. | ||
85 | λίην δὲ δὴ λιάζεις | 211 | |
86 | κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν ἥσυχος κατεύδει. | ||
87 | κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι | ||
σὴν διὰ μαργοσύνην. | 212 | ||
88 | ἐγὼ δ’ ἔχων σκύπφον Ἐρξίωνι τῶι λευκολόφωι μεστὸν ἐξέπινον, | ||
89 | στεφάνους δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν, τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην· | ||
90 | κατηρεφέες παντοίων ἀγαθῶν | 213 | |
91 | χεῖρά τ’ ἐν ἠγάνωι βαλεῖν | ||
92 | ἐγὼ δ’ ἀπ’ αὐτῆς †φεύγω† ὥστε κόκκυξ. | ||
93 | βούλεται †ἀπεροπὸς† ἡμὶν εἶναι· | 214 | |
94 | πλέξαντες μηροῖσι† πέρι μηρούς | ||
95 | †ὁρᾶν ἀεὶ† λίην πολλοῖσι γὰρ μέλεις. | ||
96a | διὰ δὲ δειρὴν ἔκοψε μέσην | ||
96b | κὰδ δὲ λῶπος ἐσχίσθη | 215 | |
97 | κωμάζει †δὲ ὡς ἂν δεῖ† Διόνυσος, | ||
98 | †μελαμφύλλωι δάφναι χλωρᾶι τ’ ἐλαίαι τανταλίζει† | 216 | |
100 | ὑβρισταὶ καὶ ἀτάσθαλοι καὶ οὐκ εἰδότες ἐφ’ οὓς τὰ βέλη κυκλώσεσθε. | ||
102 | ἁλιπόρφυρον ῥέγος· | 217 | |
103 | ἄστυ Νυμφέων | ||
104 | ἐπίσταται τυραννικά, | ||
105 | ἔρωτα πίνων | ||
106 | ἥλιε καλλιλαμπέτη | 218 | |
107 | κόρωνα βαίνων | ||
108 | κωτίλη χελιδών | ||
109 | οἰνηρὸς θεράπων | ||
110 | οἰνοπότις γυνή, | 219 | |
111 | ῥαδινοὺς πώλους | ||
112 | ῥεραπισμένωι νώτωι | ||
113 | σαῦλα βαίνειν, | 220 | |
114 | τακερὸς δ’ Ἔρως | ||
115 | φόρτον Ἔρωτος, | ||
116 | ἁβρός· | ||
118 | Ἀθαμαντίδα | 221 | |
120 | τὠκινάκηι, | ||
121 | ἀκταινῶσαι· | ||
122 | ἀμιθά〈σ〉· | 222 | |
123 | ἀνήλατος, | ||
125 | αὐτάγητοι· | ||
126 | Βάθυλλος | 223 | |
128 | γονυκρότους | ||
129 | δίτοκον | ||
130 | ἐξυνῆκεν, | 224 | |
131 | ἧσε | ||
133 | ἱρωστί, | ||
134 | κάλυκας | 225 | |
135 | καταπτύστην | ||
136 | λυδοπαθεῖς, | ||
138 | Πολυκράτης | 226 | |
139 | σαλαΐζειν | ||
140 | ὕμνον | ||
141 | Φίλλος· | ||
142 | χαριτόεις | 227 | |
156 | . . . . . | ||
1 | []ασ̣[ [ ]ε̣λ̣ι.[...].αν̣[ [ ἀμφο]τερα[...]σχερ̣[ [ ].στ̣ο̣π̣[..]ο̣να[ | ||
5 | το δόρυ ουσ̣[.]κ̣α̣ι̣.α̣[.]α̣νακ̣[ ἐν̣ Παρθενείοις· πα[ῖς δ’] Ἀστερ[οπαίου γε‐ γένημαι, ὅς πο̣[.].θ̣ια.ν[..]ας ἀμ[φοτέραι‐ σι χερσὶ ῥῖπτεν καὶ [..]α̣μ̣[ ὁ̣ δὲ χαλκέοις θ̣ρασυ̣[ | ||
10 | π̣εην̣⟦ν̣⟧ χὠμοπτο̣λι[ μάχαι θαυμαινετ̣..[ λεων ἱέντα ῥόμ[βον | ||
κτλ. | 232 | ||
160a | Ἄβδηρα καλὴ Τηίων ἀποικίη. | ||
160b | ἕκητι Συλοσῶντος εὐρυχωρίη. | ||
160c | αἰνοπαθῆ πατρίδ’ ἐπόψομαι | 234 |