TLG 0237 001 :: ANACREON :: Fragmenta

ANACREON Lyr.
(Teius: 6 B.C.)

Fragmenta

Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 30–34.

eleg. 1–5, iamb. 1–7

Citation: Meter — fragment — (line)

eleg

1

οὐδέ τί τοι πρὸς θυμόν· ὅμως γε μὲν ὡς ἀδοιάστως.

eleg

2

οὐ φιλ͜έω͜, ὃς κρητῆρι παρὰ πλέωι οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυόεντα λέγει, ἀλλ’ ὅστις Μους͜έω͜ν τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης
συμμίσγων ἐρατῆς μνήσκεται εὐφροσύνης.30

eleg

3

τί μοι (φησί) τῶν ἀγκυλοτόξων †φιλοκιμέρων καὶ Σκυθέων† μέλει;

eleg

4

οἰνοπότης δὲ πεποίημαι.

eleg

5

Θρηικίης ἐπιστρέφομαι.31

iamb

1*

ἔστε ξένοισι μειλίχοις ἐοικότες, στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις.

iamb

2

ἀλκίμων ς’ ͜ὦ Ἀ͜ριστοκλείδη πρῶτον οἰκτίρω φίλων· ὤλεσας δ’ ἥβην ἀμύνων πατρίδος δουληΐην.

iamb

3

εὖτέ μοι λευκαὶ μελαίναις ἀνεμεμίξονται τρίχες,

iamb

4

αἱ δέ μ͜εο͜ φρένες
ἐκκεκωφ͜έα͜ται,32

iamb

5

κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην.

iamb

6

κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν
ἥσυχος καθεύδει.33

iamb

7

–⏑⏑ καὶ θάλαμος
οὗ κεῖνος οὐκ ἔγημεν ἀλλ’ ἐγήματο.34