TLG 0230 001 :: LYRICA ADESPOTA (CA) :: Fragmenta lyrica LYRICA ADESPOTA (CA) Lyr. Fragmenta lyrica
Citation: Fragment — (line) | ||
1(t1) | Παρακλαυσίθυρον | |
1 | Ἐξ ἀμφοτέρων γέγονεν αἵρεσις· ἐζευγίσμεθα· τῆς φιλίης Κύπρις ἔστ’ ἀνάδοχος· ὀδυνή μ’ ἔχει, ὅταν ἀναμνησθῶ | |
---|---|---|
5 | ὡς κατεφίλει ’πιβούλως μέλλων με καταλιμπάνειν ἀκαταστασίης εὑρετὴς χὠ τὴν φιλίην ἐκτικώς. Ἔλαβέ μ’ ἔρως, | |
10 | οὐκ ἀπαναίνομαι. Ἄστρα φίλα καὶ πότνια Νὺξ συνερῶσά μοι παράπεμψον ἔτι με νῦν πρὸς ὃν Κύπρις ἔκδοτον ἄγει με χὠ πολὺς Ἔρως παραλαβών. | |
15 | Συνοδηγὸν ἔχω τὸ πολὺ πῦρ τοὐν τῇ ψυχῇ μου καιόμενον. Ταῦτά μ’ ἀδικεῖ, ταῦτά μ’ ὀδυνᾷ· ὁ φρεναπάτης, ὁ πρὸ τοῦ μέγα φρονῶν, †καὶ ὁ τὴν Κύπριν οὐ | 177 |
20 | φάμενος εἶναί μοι τοῦ ’ρᾶν αἰτίαν, οὐκ ἤνεγκε νῦν τὴν τυχοῦσαν ἀδικίην.† Μέλλω μαίνεσθαι· ζῆλος γάρ μ’ ἔχει, καὶ κατακαίομαι καταλελειμμένη. | |
25 | Αὐτὸ δὲ τοῦτό μοι τοὺς στεφάνους βάλε, οἷς μεμονωμένη χρωτισθήσομαι. Κύριε, μή μ’ ἀφῇς ἀποκεκλειμένην· δέξαι μ’· εὐδοκῶ ζηλῶ δουλεύειν. Ἐπιμανῶς ἐρᾶν μέγαν ἔχει πόνον, | |
30 | ζηλοτυπεῖν γὰρ δεῖ, στέγειν, καρτερεῖν· ἂν δ’ ἑνὶ προσκαθῇ, μόνον ἄφρων ἔσει, ὁ γὰρ μονιὸς ἔρως μαίνεσθαι ποιεῖ. Γίνωσχ’ ὅτι θυμὸν ἀνίκητον ἔχω, ὅταν ἔρις λάβῃ με· μαίνομαι | |
35 | εἰ μονοκοιτήσω, σὺ δὲ χρωτίζεσθ’ ἀποτρέχεις. Νῦν δ’ ἂν ὀργισθῶμεν, εὐθὺ δεῖ καὶ διαλύεσθαι. Οὐχὶ διὰ τοῦτο φίλους ἔχομεν | |
40 | οἳ κρινοῦσι τίς ἀδικεῖ; νῦν ἂν μὴ ἐπι[ ἐρῶ, κύριε, τὸν [ Νῦν μὲν οὔθ’ ε[ πλυτης ο[ | |
45 | δυνήσομαι. [ Κοίτασον, ἧς ἔχ[εις ἱκανῶς σοῦ ἐν [ κύριε, [ πῶς μ’ ἀ[φῇς | |
1(50) | πρῶτός μ’ ἐπείρ[ασας κύρι’, ἂν ἀτυχ[ῇ]ς, οὐ [ ὀπυασώμεθα· ἐμῶν ..εδ̣ε[.... ἐπι‐] τηδείως αἰσθέσθω μ..ταν [ Ἐγὼ δὲ μέλλω ζηλοῦν τω [ | 178 |
55 | δουλ..... τ’ ἄν· διαφοροῦ· ἢ [ ἀνθρ[ώπου]ς ἀκρίτως θαυμάζεις με[ ]φ[ο]ρη· προσίκου δ’ ὠ[ θαυ[μα ὠ]χρίην κατεῖδεν ὁ σχω[ ]τωι τοι̣ν̣τ̣α̣ η̣ ετυ[ | |
60 | κου[ ἐ]νόσησα νηπία· σὺ δέ, κύρ[ιε, καὶ [ ] [καταλελει]μμέν[ην] [ ] | |
λελάλ[ηκ’ ἐγὼ πε]ρὶ ἐμὴν [ψυχήν. | 179 | |
2(t1) | Mimi Fragmenta | 180 |
88 | ΒΑΣ. [Βά]ρβαρον ἀνάγω χορὸν ἄπλετον, θεὰ Σελή[νη], πρὸς ῥυθμὸν ἄνετον βήματι βαρβάρῳ [προβαίνων]. | |
90 | Ἰνδῶν δὲ πρόμοι πρὸς ἱ[ε]ρόθρουν δότε [τυπανισμόν, [Σ]ηρικὸν ἰδίως θεαστικὸν βῆμα παρα̣λ̣[λάξ]. | |
96 | Β. Οὗτοι μὲν ἤδη τῇ μέθῃ βαροῦνται. Γ. Ἐπαινῶ· σὺ δέ, Χαρίτιον, δεῦρο ἔξω. Α. Δεῦ[ρ’, ἀ]δελφέ, θᾶσσον· 〈ἆρ〉α πάνθ’ ἕτοιμα τυγχάν[ει; Γ. Πάντα γ[ά]ρ· τὸ πλοῖον ὁρμεῖ πλησίον· τί μέλλετε; | |
2(100) | Σοὶ [λέ]γω, πρωρεῦ· παράβαλε δεῦρ’ ἄγων τὴ[ν ναῦν ταχύ. | |
101 | Δ. Ἐὰν π[ρ]ώτως ἐγὼ ὁ κυβερνήτης κελεύσω. Β. Πάλι λαλεῖς, καταστροφεῦ; | |
102 | Ἀπο[λ]ίπωμεν αὐτὸν ἔξω καταφιλεῖν 〈τὸν〉 πύνδ[ακα]. Γ. Ἔνδον ἔστε πάντες; ΚΟΙΝΗΙ. ἔνδον. Α. ὦ τάλαιν’ [ἐγὼ κακῶν,] τρόμος πολύς με τὴν παναθλίαν κρατεῖ. | |
105 | Εὐμενής, δέσποινα, γείνου· σῶζε τὴν σὴν πρό̣σπολον. | |
3(t1) | Κωμαστής | |
1 | Α. Ὁ τλήμων γ]έγονεν μεθύων κατὰ τρό‐ πον [εὐθ]υμῶν· πρόσεχε πρόσεχε. Β. ..........ν, Ναΐδες ἁβρόσφυροι, .......... ὑπὸ γὰρ τῶν πολλῶν προπόσεων | |
5 | βακχεύων ἅ]λλομαι. Α. Φεῦ, τλήμω]ν. Β. Ἐπὶ δέ τινα κῶμον ὁπλίζομαι· τραῦμα φ]ιλίης ἔχω τι παρὰ Κύπριδος ἄδηλον· Ἔρως μ’ ἔλα]β’ ὁ γόης· εἰς τὴν ψυχήν μου εἰσπε‐ | |
10 | σὼν [ποιεῖ μ]ε παραφρονεῖν. Α. Παροινεῖς] ἄρα· σαυτοῦ κράτει, μή τι πάθῃς. Β. Ἔα μ’ ὁρμᾶν κ]αὶ μή με περίσπα· ὁμολογοῦ φιλεῖν ἐρᾶν· καὶ οὐκ ἀντι[δικῶ· οὐ πάντες ἁπλῶς τὸ Παφίης φιλοῦμεν καὶ] ἐν ἀκρήτῳ μᾶλλον; ἀνακέκαυκέ με | 181 |
15 | ὁ θεὸς ὁ Βρόμ]ιος ὁμοῦ καὶ Ἔρως, οἷς οὐκ ἀντι‐ σχεῖν [δύναμαι. | |
4(t1) | Παῖς ἀλέκτορα ἀπολέσας | |
4a | .. | |
1 | [ ]ω̣φ̣[ [ ]μ̣μ̣[ [ ]υς ὑμ[ [ ]ις νοσ̣ο̣[ | |
5 | [ ]ν̣αν[ [ ] πολι[ [ ] τεμ[ κα]τα ψυχ[ ... | |
4b | ...............ε̣.ρ ...............]ς̣ ανα..........ῃ .............].ε των νυ̣...δ̣.μ̣....ν ............α τὴν ἰδίαν καλλονὴν | |
5 | ...........ς... ἔχων ἐν τῇ [ὁ]δῷ ...............ν̣τ̣ωσι..ω̣γ̣....ς̣ ................των ἐ̣μὴν ...ν .................ν καὶ πολλὰ [στέ]ν̣ων̣ ......ς..ι̣λ̣....... ἀλέκτορά μου [δ]υνάμεθα· | 182 |
10 | ....τη[ρή]σας ω..α̣σ̣ω ἐκ περιπάτου· ..... ὀρν]ιθο....σαι̣ π̣α̣ρ̣’ ἁ̣λ̣ι̣δρόσοις .......κους....νησα[.]τ̣α̣ τὸν βαρ̣....χηι ...... π]αιδὸς ἐ[φ]ύλασσεν ὁ φίλος μου Τρύφων [οἷά περ τέ]κνον τη[ρ]ῶν ἐν ταῖς ἀγκάλαις. | |
15 | Ἀπορο]ῦμαι ποῦ βαδίσω· ἡ ναῦς μου ἐ〈ρ〉ράγη. τὸν κ]α[τ]α[θ]ύμιον ἀπολέσας ὄρνιθά μου κλαίω. Ἀλλὰ φ]έρε τὸ ἐρνίον, τροφὴν αὐτοῦ, περιλάβω, τοῦ μ[αχ]ίμου, τοῦ ἐπεραστοῦ, τοῦ Ἑλληνικοῦ· χάρ[ιν τ]ούτου ἐκαλούμην μέγας ἐν τῷ βίῳ, | |
20 | καὶ [ἐλ]εγόμην μακάριος ἀνδράσιν τοῖς φιλοτρόφοις. Ψυχομαχῶ· ὁ γὰρ ἀ[λ]έκτωρ ἠστόχηκέ μου, καὶ θακοθαλπάδος ἐρασθεὶς ἐμὲν ἐνκατέλιπε. Ἀλλ’ ἐπιθεὶς λίθον ἐμα[υ]τοῦ ἐπὶ τὴν καρδίαν | |
καθ[η]συχάσομαι· ὑμε[ῖ]ς δ’ ὑγιαίνετε, φίλοι. | 183 | |
5(t1) | Marisaeum Melos | |
1 | 〈Γυνή.〉 Οὐκ ἔχω τί σοι πάθω ἢ τί χαρίσωμαι· κᾆτα κεῖμαι μεθ’ ἑτέρου, σὲ μέγα φιλοῦσα; Ἀλλὰ ναὶ τὴν Ἀφροδίτην μέγα τι χαίρω ὅτ〈τ〉ι 〈τοι〉 σου θοἰμάτιον ἐνέχυρα κεῖται. | |
5 | 〈Ἀνήρ.〉 Ἀλλ’ ἐγὼ μὲν ἀποτρέχω, σοὶ δὲ καταλ〈ε〉ίπω εὐρυχωρίην πολλήν. 〈Γυ.〉 Πρᾶσσε ὅτ〈τ〉ι βούλῃ. Μὴ κροῦε τὸν τοῖχον, ψόφος ἐγγίνεται, | |
ἀλλὰ διὰ τῶν θυρῶν νεῦμά ς’ ἱκ〈ν〉εῖται. | 184 | |
6(t1) | Helenae querimonia | |
1 | Ὦ φανεὶς χάρμα μοι φίλιον, ὅτ’ ἔμ’ ἠγάπας, ὅτε δόρατι πολεμίῳ τὰν Φρυγῶν | |
5 | πόλιν ἐπόρθεις, μόνον τἀμὰ κομίσαι θέλων | |
λέχεα πάλιν εἰς πάτραν. Νῦν δὲ μούναν μ’ ἀφεὶς ἄλοχον, ἄστοργ’, ἄπεις, | Column end | |
10 | ἣν Δαναιδᾶν λόχος 〈μετ〉έμολεν, ἧς ἕνεκα παῖδα τὰν ἄγαμον εἷλ’ Ἄρτεμις | |
σφάγιον Ἀγαμέμνονι. | Column end | |
7(t1) | Saltus montanus | |
1 | Ξουθὰ δὲ λιγύφωνα ὄρνεα διεφοίτα 〈τ’〉 〈ἀ〉ν’ ἐρῆμον δρίος, ἄκροις 〈τ’〉 ἐπὶ κλωσὶ πίτυος ἥμεν’ | |
5 | ἐμινύριζ’ ἐτιττύβιζεν κέλαδον παντομιγῆ, καὶ τὰ μὲν ἄρχετο, τὰ [δ’ ἔμ]ελλεν, τὰ δ’ ἐσίγα, τὰ δ’ ἐβώστρει· τότ’ ὄρη λαλεῦσι φωναῖς, | |
10 | φιλέρημος δὲ νάπαισ〈ιν〉 λάλος ἀνταμείβετ’ ἀχώ· πιθαναὶ δ’ ἐργατίδες σιμοπρόσωποι ξουθόπτεροι μέλισσαι, θαμιναὶ θέρεος ἔριθοι | |
15 | λιπόκεντροι βαρυαχεῖς πηλουργοὶ δυσέρωτες ἀσκεπεῖς τὸ γλυκὺ νέκταρ | |
μελιτόρρυτον ἀρύουσιν. | 185 | |
8(t1) | Aphorismi erotici | |
8a | Ἔρωτα νουθετοῦντες ἀγνοεῖθ’ ὅτι πῦρ ἀνακαιόμενον ἐλαίῳ θέλετε κ[οι]μίσαι. | |
8b | ἐρῶντος ψυχὴ καὶ λαμπάδιον ὑπ’ ἀνέμου ποτὲ μὲν ἀνήφθη ποτὲ δὲ πάλι κοιμίζεται. | |
8c | πίνοντ[ες ....? π]οτοῦ μ[εμεθύ]σμεθα κοὐκέτι φρονοῦμεν, ὁ δ’ ἔρως ἐμὲ π[υρί]ναις ταῖς [.]τ̣ε̣ι.[....α]ι̣ς̣ κατακέκαυκεν. | |
9(t1) | Pseud—Alcman | |
1 | Ἤνθομεν ἐς μεγάλας Δαμάτερος ἐννέ’ ἐάσσα[ι παίσαι παρθενικαί, παίσαι καλὰ ἔμματ’ ἐχοίσα[ι], καλὰ μὲν ἔμματ’ ἐχοίσαι, ἀριπρεπέας δὲ καὶ ὄρμ[ως | |
πριστῶ ἐξ ἐλέφαντος, ἰδῆν ποτεοικότας αι̣τ̣[ | 186 | |
10(t1) | Laudes Homeri | |
1 | ..... | |
1 | [ ]τ̣ει̣χ̣ι̣ν̣ [Ἀ]θην[ᾶ] [γένο]ς, Αἰτωλῶν τε Ἠλ[εῖον] ἔθνος, Δύμης τε κλυδών, γλαυκῆς τε πέλ[ας] Λοκρίδες ἀκταί, τό τε Κρισαίων | |
5 | ζάθεον τριπόδων ὑ[μ]νῳδὸν ὄρος, Τευμησιάδ[ες] τε ἄνετοι σκοπιαί, τό τ’ Ἐριχθονίου βλάστ[ημ’] ἀρότων, οὓς Παλλὰς ἄνασσα ἔξοχα θνητῶ[ν] δορὶ κἀν σοφίαις ἀνέγραψεν, | |
10 | [σῶ]ν πάντες, Ὅμηρε, αἰνετὸν ὕμνων φύσιν [ἡρ]ῴων λογάσιν μερόπων παραδεξάμενοι μεγαλύνουσιν, τήν τ’ ἀπὸ Μουσῶν ἄφθιτον αὐδήν, ἣν σὺ μερίμναις ταῖσιν ἀτρύτοις | |
15 | καθυφηνάμενος πόντος τις ὅπως ἔπτυσας ἄλ[λο]ις .υ̣[........]ς̣ φωσὶν ἐπ’ ἀκτάς. Σῆς [circ. xi. litt. ενες οὐκ ἄσοφον, λῆμα δὲ [circ. xi. litt.]ν πυρσῷ | 187 |
20 | τῷ δι’ Ὀλύμπου [circ. xi. litt. [θ]νητῶν ὁπόσοις θέσμια [ [circ. xv. litt.]ν· τὴν γὰρ ἐκείνων [ | |
11(t) | Cassandrae Oracula | |
1 | ............. | |
1 | [ὡρ]ᾳζομένη ..... ..... νύφη θύσανον τότε ........ [βλ]οσυ̣ρᾶς χαί̣της τε...ι̣σα.. | |
5 | ......... ....ους ὄλβιον ὅρκω̣ν θα̣... ....ν̣. ἦλ̣θ̣[ε]ν ὑπ̣’ αὐ̣τὴν ζεῦγλαν ἀνά[γκης, πρ]όσπολον οἰκτρᾶς μετὰ παρθενικ̣[ῶν παίδων ἰ]αχῆς | |
10 | μέλος οἰμώξασα, ἵετ’ ἐ[π’] ἀκτ̣ὰ̣ς [συμμ]υρομένας δεσπότις ἡ πρ[ὶ]ν̣ σκήπ̣[τρων ἀρχ]ὸς δούλη Δαναῶν ἐπὶ σημ[αί]α̣ς, [δὴ] γὰ[ρ γεν]εᾶς ὁ πα[λ]αι̣ὸς ἰὼν | |
15 | θεσμὸς ἐ[λέ]γχει τό[σον ὠ]δίνων σχῆμα λοχευθέν. Τίς δ’ ἤρος’ [ἐμὴν φύσ]ιν, ἢ τίν[ι δὴ] τὸν [ὑ]π̣ὸ ζώνης̣ δ̣εσμ[ὸν] ἔλυσεν πότ[νι’ Εἰλ]ή̣θυι〈α〉, Ἄτροπ[ο]ς̣ νεα[ρά;] | 188 |
20 | [Και]ρὸς ἀν̣οίγειν̣ [τὸν ὑ]πὸ σκοτίαις β[ύ]βλοισι λόγον κρυπ[τόν], ἀ̣νάγκη πρὸς [φ]ῶς μ’ [ᾆσαι] παρ’ ἔμοιγε [ἥνπ]ε̣ρ πύστι̣ν̣ θνητοῖ̣–σ[ι βε]βαίαν ῥίζ[ωσ]εν ἄναξ σῆς ἀ̣π̣[ὸ φύτλης] | |
25 | [εὐώ]δ̣ι̣ν̣ο̣ς̣ [μούνῃ· λυγρ]ὰν εὗρεν ἀοιδὴ̣[ν πρὸ πυ]λῶν [ἱερῶν] [κτ]ύπον ἀλγ̣ούσῃ χαλ[κῆς] κανα[χῆς], [στυγνὸν ἀ]χ̣όρδου μέλος ἁ[ρμονίας,] μυστί̣[δα δ’ ὀμφὴν ὁ] λύρᾳ συνετὴν | |
30 | [μοῦσαν] ἀ̣ε̣ίσ̣ας θεσμ̣[ῴδησεν]. Κείνων δὲ γ[έν]ο̣[υς] μέσον ἔβ̣λ̣ασ̣[τεν] [π]ρόσχημα, πα[ρ’] οἷς τῶν εἰς ἀρετ[ὴν] [μοῦνον] ἀνῆκ[εν] το̣ὔνομ’, ἑκάστ̣ου δ’ ἔργου [’λε]ί̣[ποντο. Ο]ὓς δ’ ἀπ’ ἐκείνων | |
35 | λόγος̣ [ἱσ]τ̣ορίας̣ [σῆς] ὑ̣ποβάλλει, | |
νῦν τρανο[τέρως] ..... | 189 | |
12-15(t1) | Choliambi Anonymi | |
12 | Ζῷον ἐν πυρὶ σκαῖρον | |
13 | 〈Τέρψιν〉 ἣν χαρίζονται νύκτες (vel νύκτες ἣν) | |
14 | Ἀνθρωποειδὲς θηρίον ὕδατι συζῶν | |
15 | Ἁπλὰ γὰρ τρυγὸς γλυκ〈ε〉ίης ἣν ἔτικτεν Ἀνθηδών. | |
16-21(t1) | Scolia | |
16 | [.....]αι θυγάτη̣[ρ.. | |
.... | 190 | |
17 | [ἄ]π̣λ̣ε̣[τ]α̣ σ̣ῖτα φέρων [.. ..... | |
18(t1) | Μοῦσαι | |
1 | [..] αμοιτεμενη β̣[.........]ων [ | |
19(t1) | Εὐφωρατίς | |
1 | Ἐγκέρασον Χαρίτων κρατῆρ’ ἐπιστε‐ φ͜έα͜ κρύφιόν τε πρόπινε λόγον. Σήμαιν’ ὅτι παρθενικῶν ἀπείροσι πλέξομεν ὕμνοις | |
5 | τὰν δορὸς ἥματι κειραμέναν Τροί‐ αν κάτα τὸν παρὰ ναυσὶν ἀει‐ μνάστοις ἁλόντα νυκτιβάταν σκοπόν. | |
20(t1) | Μνημοσύνη | |
1 | Ὦ Μουσ[ᾶν] ἀγανόμματε μᾶ‐ τερ, συνεπίσπεο σῶν τέκνων [ἁγν]ῷ [γόν]ῳ. Ἄρτι βρύουσαν ἀοιδὰν | |
5 | πρωτοπαγεῖ σοφίᾳ διαποικίλον ἐκφέρομεν. [Νῆά τ]οι τέγξαν Ἀχελῴου δρόσ[οι·] | |
[παῦε] παραπροιών, ὑφίει πόδα, λῦ’ ἑανοῦ πτέρυγας, τάχος ἵεσο | 191 | |
10 | λεπτολίθων [.....]ν. Εὖ· καθόρα πέλαγος· παρὰ γᾶν ἔκφευγε Νότου χαλεπὰν φοβερὰν [διαπο]ντοπλανῆ μανίαν. | |
21 | Χαίρετε συμπόται ἄνδρες ὁμ[ήλικες, ἐ]ξ ἀγαθοῦ γὰρ ἀρξάμενος τελέω τὸν λόγον [ε]ἰ̣ς ἀγ[αθό]ν̣. Χρὴ δ’, ὅταν εἰς τοιοῦτο συνέλθωμεν φίλοι ἄνδρες πρᾶγμα, γελᾶν παίζειν χρησαμένους ἀρετῇ, | |
5 | ἥδεσθαί τε συνόντας, ἐς ἀλλήλους τε φ[λ]υαρεῖν, καὶ σκώπτειν τοιαῦθ’ οἷα γέλωτα φέρει. Ἡ δὲ σπουδὴ ἑπέσθω, ἀκούωμέν [τε λ]εγόντων ἐμ μέρει· ἦδ’ ἀρετὴ συμποσίου πέλεται. Τοῦ δὲ ποταρχοῦντος πειθώμεθα· ταῦτα γάρ ἐστιν | |
10 | ἔργ’ ἀνδρῶν ἀγαθῶν εὐλογίαν τε φέρει. | |
22(t1) | Fragmenta Dithyramborum | |
1 | Ἔνθα δὴ ποικίλων ἀνθέων ἄμβροτοι λείμακες βαθύσκιον παρ’ ἄλσος ἁβροπαρθένους | |
εὐιώτας χοροὺς ἀγκάλαις δέχονται. | 192 | |
23 | Ὅστις εὐθυμίῃ καὶ χόροις ἥδεται | |
24 | 〈Ὦ〉 φίλον ὥραισιν ἀγάπημα θνα‐ τοῖσιν ἀνάπαυμα μόχθων | |
25 | Φέρτατον δαίμον’ ἁγνᾶς τέκος ματέρος, ἃν Κάδμος ἐγέννασε ποτ’ ἐν ταῖς πολυόλβοισι Θήβαις. | |
26(t1) | Παρθένειον | |
1 | Βᾶτε βᾶτε κεῖθεν, αἱ δ’ ἐς τὸ πρόσθεν ὀρόμεναι· τίς ποθ’ ἁ νεᾶνις; ὡς εὐπρέπης νιν ἀμφέπει .... | |
27(t1) | Fragmenta Phalaecea | |
1 | Ἡ Λῆμνος τὸ παλαιὸν εἴ τις ἄλλη | 193 |
28 | [Εὐξά]μην τάδε τοῖς θεοῖς ἅπασι. | |
29 | Πτέρα δ’ ἄγνα παρ’ Ἔρωτος Ἀφρόδειτα. | |
30 | ⏑̣⏑] παρθένον κόρην. | |
31(t1) | Ἐπῳδοί | |
1 | .... | |
1 | [ ]....[ []τ̣ι̣ν̣ θη]ρὸς ἀγρίω μένος [ ] | |
5 | [ ]ν̣ιν κατάρροον [ ] κα]ί̣ με δικτύοις [ ] [ ]ον· ὦ Παλαίμονες | |
10 | [ ] [ ] τὸ θηρίον· [ ] [ ]ον· ὦ Παλαίμονες [ ] | |
15 | [ ] ἄ̣π̣ωθε τὸν φθόρον ... | Column end |
16 | ποττὰς ἱ̣ερὰς βλ̣[ καὶ τύχ’ ἀμπυρίξ[ας. ἔληγ’ ὁ μῦθος· κα[ὶ πυρδάνῳ ’πὶ λεπ[τῷ· | |
20 | κἠγὼ ’π’ ἐκείναν [ ταῖς ἐμαῖς ἐπῳδα[ῖς· οἱ δ’ εἶπαν [..]ν̣ε̣[ μὴ τύ γ’ αὖτις ἔνθ[ῃς· ἦ· καί με πόντον [ | |
25 | ἦνθε σαυνιάστα̣[ς· ἔρριψαν αὖθι δ’ ἐξ ἁλὸ[ς π̣αρβάλον καταγρ[ | |
ἐκ τᾶς θαλάσσας τ[ | 194 | |
32-38(t1) | Epimetrum | |
t2 | Lyricorum recentiorum specimina. | |
32(t1) | Nautarum Cantilena. | |
1 | Ναῦται βυθοκυματοδρόμοι, ἁλίων Τρίτωνες ὑδάτων, καὶ Νειλῶται γλυκυδρόμοι τὰ γελῶντα πλέοντες ὑδάτη, | |
5 | τὴν σύγκρισιν εἴπατε, φίλοι, πελάγους καὶ Νείλου γονίμου. | |
33(t1) | Ῥοδίοις ἀνέμοις | |
1 | Ῥοδίοις ἐκέλευον ἀνέμοις καὶ μέρεσι τοῖς πελαγίοις, ὅτε πλέειν ἤθελον ἐγώ· ὅτε μένειν ἤθελον ἐκεῖ, | |
5 | ἔλεγον μέρεσιν πελαγίοις· | |
Μὴ 〈⏕⏑〉 τυπῇ τὰ πελάγη ἅλ’ ὑποτάξατε ναυσιβάταις. Ὅλος ἄρ’ ἄνεμος ἐπίγεται· ἀπόκλειε τὰ πνεύματα, καί, Νύξ, | 195 | |
10 | δὸς τὰ [ὕδ]α̣τ̣α ἐΰβατα. | |
34(t1) | Hymnus in Fortunam | |
1 | Πο̣λύχροε ποικιλόμορφε πταν̣ό̣[πους θεὰ] θνατοῖς συνομέστιε, παγκρατὲς Τύχα, πῶς χρὴ τεὰν ἰσχύν τε δεῖξαι καὶ φ[ύσιν]; τὰ μὲν ὑψιφαῆ καὶ σέμν’ εἰς τεὸν ὄμ[μα .. | |
5 | ὑπήρικας κατὰ γᾶν νέφος ἀμφιθηκαμέν[α σκότιον], τὰ δὲ φαῦλα καὶ ταπεινὰ πολλάκις πτερο[ῖ]ς εἰς ὕψο̣ς̣ ἐξ̣άειρας, ὦ δαῖμον, μέγα. Πότερόν σε κλῄζωμεν Κλωθὼ κελαιν[άν,] ἢ τὰν ταχύποτμον Ἀνάγκαν, | |
10 | ἢ τὰν ταχὺν ἄγγελον Ἶριν ἀθανάτων; | |
πάντων γὰρ ἀρχὰν καὶ τέλος πάντων ἔχεις. | 196 | |
35(t1) | Mesomedes, ut videtur | |
t2 | Εἰς τὴν Φύσιν | |
t3 | Πυθαγόρου | |
1 | Ἀρχὰ καὶ πάντων γέννα, πρεσβίστα Κόσμου μᾶτερ, καὶ Νὺξ καὶ Φῶς καὶ Σιγὰ ἃ φρουρεῖς πάντας μύθους, | |
5 | ἠδ’ ἀγγέλλεις τοὺς Ζηνὸς παῖδας κυδίστῃ Ῥείῃ, δέχῃ γὰρ πάντας μύθους μειλικτοὺς ἀνδρῶν ἔργοις, καί μοι πρῶτον μὲν ψυχὰ | |
10 | ὀρθὰν βαίνοι πρὸς γραμμὰν ἀψευδοῦς γλώσσης ῥύμῃ. Γυίων δ’ ἀσκηθεῖς αὖθις γόμφοι τ’ εἶεν καὶ ταρσοὶ ζωᾶς ἐς μέτρον τᾶσδε. | |
15 | Σὺ δ’ ὦ λαμπραῖς ἀκτῖσιν γαῖαν πᾶσαν πυρσεύων Αἰὼν ἀσβέστων φλογμῶν, ταῖς σαῖς δέρκευ με γλήναις χεύων ὁλκὰν εὐαγῆ | |
20 | τῷ σῷ, Παιάν, βακχευτᾷ, εἰς σὲ ζωὰν γὰρ τείνω γυίων ἐνναίων ῥευστοῖς· οἴκτειρον τόσσον, Τιτάν, | |
ἀνθρώπου δειλοῦ δεσμόν. | 197 | |
36(t1) | Mesomedes, ut videtur | |
t2 | Εἰς τὴν Ἶσιν | |
1 | Εἷς ὕμνος ἀνά τε γᾶν ἀνά τε νηῦς ἁλιπόρους ᾄδεται· πολυτρόποις ἓν τέλος ἐν ὀργίοις | |
5 | ἁ βαθύκερως Ἶσις, ἅτ’ ἔαρος ἅτε θέρεος ἅτε χείματος ἄγει νεογόνους ἡνίας. Τὺ καλεῦσι πῦρ Ἄϊδος, | |
10 | ὁ χθόνιος Ὑμέναιος, αἱ φυτῶν ὠδῖνες, οἱ Κύπριδος Ἵμεροι, τὺ νηπιάχου γονά, πῦρ τέλεον ἄρρητον, | Column end |
15 | οἱ Ῥέας Κούρητες, ὅ τε Κρόνιος ἄμητος. Ἄστεα διφρηλάτᾳ πάντα δι’ ἀνακτόρων | |
Ἴσιδι χορεύεται. | 198 | |
37(t1) | Aulodiae | |
1 | ......... | |
1 | μηδ’ ἀδικεῖν ζήτει, μηδ’ ἂν ἀδικῇ προσερίσῃς· φεῦγε φόνους καὶ φεῦγε μάχας, φεῖσαι δὲ διαφρονεῖν, εἰς δ’ ὀλίγον πονέσεις, καὶ δεύτερον οὐ μεταμέλῃ. Αὔλει μοι. | |
5 | Εἶδες ἔαρ, χειμῶνα, θέρος· ταῦτ’ ἐστὶ διόλου· ἥλιος αὐτὸς ἔδυ, καὶ νὺξ τὰ τεταγμέν’ ἀπέχει· μὴ κοπία ζητεῖν πόθεν ἥλιος ἢ πόθεν ὕδωρ, ἀλλὰ πόθεν τὸ μύρον καὶ τοὺς στεφάνους ἀγοράσῃς. Αὔλει μοι. | |
10 | Κρήνας αὐτορύτους μέλιτος τρεῖς ἤθελον ἔχειν, πέντε γαλακτορύτους, οἴνου δέκα, δώδεκα μύρου, καὶ δύο πηγαίων ὑδάτων, καὶ τρεῖς χιονέων· παῖδα κατὰ κρήνην καὶ παρθένον ἤθελον ἔχειν. Αὔλει μοι. | |
15 | Λύδιος αὐλὸς ἐμοὶ τὰ δὲ Λύδια παίγματα λύρας, καὶ Φρύγιος κάλαμος τὰ δὲ ταύρεα τύμπανα πονεῖ· ταῦτα ζῶν ᾆσαί τ’ ἔραμαι, καί, ὅταν ἀποθάνω, αὐλὸν ὑπὲρ κεφαλῆς θέτε μοι, παρὰ ποσσὶ δὲ λύραν. Αὔλει μοι. | |
20 | Μέτρα τίς ἀν πλούτου, τίς ἀνεύρατο μέτρα πενίας, ἢ τίς ἐν ἀνθρώποις χρυσοῦ πάλιν εὕρατο μέτρον; νῦν γὰρ ὁ χρήματ’ ἔχων ἔτι πλείονα χρήματα θέλει, πλούσιος ὢν δ’ ὁ τάλας βασανίζεται ὥσπερ ὁ πένης. Αὔλει μοι. | |
25 | Νεκρὸν ἐάν ποθ’ ἴδῃς καὶ μνήματα κωφὰ παράγῃς, κοινὸν ἔσοπτρον ὁρᾷς· ὁ θανὼν οὕτως προσεδόκα. Ὁ χρόνος ἐστὶ δάνος, τὸ ζῆν πικρός ἐσθ’ ὁ δανίσας, κἂν τότ’ ἀπαιτῆσαί σε θέλῃ, κλαίων ἀποδιδοῖς. | |
Αὔλει μοι. | 199 | |
30 | Ξέρξης ἦν βασιλεὺς ὁ λέγων Διῒ πάντα μερίσαι, ὃς δυσὶ πηδαλίοις μόνος ἔσχισε Λήμνιον ὕδωρ. Ὄλβιος ἦν ὁ Μίδας, τρὶς δ’ ὄλβιος ἦν ὁ Κινύρας, ἀλλὰ τίς εἰς Ἀΐδα ὀβολοῦ πλέον ἤλυθεν ἔχων; Αὔλει μοι. | |
38(t1) | Monodia | |
1 | [Ἀνέρος ἐφημο]σύναις μορμίλλων ὢν σεμνοῦ [δικτυβόλοισι]ν ἅμα κρατῶν ἐν παλάμαις [βέβηκας οἶο]ν κρατεραῖς ξίφος ὅπλον, αἰαῖ [ἐέ, κἀν κακοῖ]ς μόνην μ’ ἔλιπες. | |
5 | [Τί στεφάνο]υς ῥοδίνους πυκάζεις; σέ, [σὲ καλῶ· δείν’ ἡ]μεῖν παιδὶ κυρεῖ· κακοῖς [θηρίοις νιν] μονομαχήσειν ἀνέπεισαν. [Ζεῦ, ς’ ἵκοι]θ’ ἡ γῆ[ρ]ύς μου μηδὲ λάθοι. [Ἀλλ’ ἴθ’ ὦ, κυρίας] σῆς γὰρ ἔχεις χρυσόν, παῖ, | |
10 | [πειθώ τινα κ]αρ[τ]ερόθρουν βριαρό[ν τ]ε [φῶτ’ ἀποτρεψ]ομένην πορφυρ[έ]ω[ν θ’ ἅλις] | |
[φαρέων, καὶ δι]πλῆ[ν] φέρει[ν] κα[τόμοσον]. | 200 |