TLG 0227 001 :: ANONYMI CURETUM HYMNUS :: Hymnus Curetum

ANONYMI CURETUM HYMNUS Lyr. Hymn.
(4 B.C.)

Hymnus Curetum

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 160–161.

Citation: (Line)

Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος·
5 Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ, τάν τοι κρέκομεν πακτίσι μείξαντες ἅμ’ αὐλοῖσιν, καὶ στάντες ἀείδομεν τεὸν
10ἀμφὶ βωμὸν οὐερκῆ. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος·
15 Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ. Ἔνθα γὰρ σέ, παῖδ’ ἄμβροτον, ἀσπιδ[ηφόροι τροφῆες] παρ’ Ῥέας λαβόντες πόδα
20κ[ρούοντες ἀντάχον.] Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος·
25 Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ· Desunt duo versus.
30–⏑ τᾶ]ς καλᾶς Ἀός. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος·
35 Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ. [Ὧραι δὲ βρ]ύον κατῆτος,
καὶ βροτὸς Δίκα κατῆχε, [καὶ πάντα δι]ῆ̣πε ζώ〈ι〉’160
40ἁ φίλολβος Εἰρήνα. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος·
45 Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ. Ἁ[μῖν θόρε, κἐς στα]μνία, καὶ θόρ’ εὔποκ’ ἐ[ς ποίμνια, κἐς λάϊ]α καρπῶν θόρε,

(50)

κἐς τελεσ[φόρος ἀγρός. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος·
55 Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ. Θόρε κἐς] πόληας ἁμῶν θόρε κἐς ποντοπόρος νᾶας, θόρε κἐς ν̣[έος πολ]είτας,
60θόρε κἐς Θέμιν κλ[ειτάν. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος·
65Δίκταν εἰς ἐνιαυτὸν
ἕρπε καὶ γέγαθι μολπᾷ.161