TLG 0222 009 :: ERATOSTHENES et ERATOSTHENICA :: Fragmenta ERATOSTHENES et ERATOSTHENICA Philol. Fragmenta frr. 4, 6–12, 15–19, 22–27, 29–33, 35–37 Citation: Fragment — (line) | ||
4 | Φωριαμὸν δ’ ὀνόμηνεν, ὅ μιν κύθε φώριον ἄγρην· ἐκ τοῦ φωριαμὸς κικλῄσκεται ἀνθρώποισι. | |
6 | Λάδωνος περὶ χεῦμα | 59 |
7 | Αἱ δὲ πέρην Ἀρύαντος ἐπὶ προχοαῖς ποταμοῖο | |
8 | Βαθὺς διαφύεται αὐλών | |
9 | Πέλμα ποτιρράπτεσκεν ἐλαφροῦ φαικασίοιο | |
10 | Ἧ χερνῆτις ἔριθος ἐφ’ ὑψηλοῦ πυλεῶνος δενδαλίδας τεύχουσα καλοὺς ἤειδεν ἰούλους. | |
11 | Κρήνης Γαργαφίης | |
12 | Ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην | |
ἢ δρομίην χρύσειον ἐπ’ ὀφρύσιν ἱερὸν ἰχθύν. | 60 | |
15 | Ὀκτὼ δὴ τάδε πάντα σὺν ἁρμονίῃσιν ἀρήρει, ὀκτὼ δ’ ἐν σφαίρῃσι κυλίνδετο κύκλῳ ἰόντα | |
......... ἐνάτην περὶ γαῖαν. | 61 | |
16 | Αὐτὴν μέν μιν ἔτετμε μεσήρεα παντὸς Ὀλύμπου κέντρου ἄπο σφαίρης, διὰ δ’ ἄξονος ἠρήρειστο. Πέντε δέ οἱ ζῶναι περιειλάδες ἐσπείρηντο· αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο, | |
5 | ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς οἷον ἐρυθρή. Ἡ μὲν ἔην μεσάτη, ἐκέκαυτο δὲ πᾶσα περι〈πρὸ〉 τυπτομένη φλογμοῖσιν, ἐπεί ῥά ἑ Μαῖραν ὑπ’ αὐτὴν κεκλιμένην ἀκτῖνες ἀειθερέες πυρόωσιν· αἱ δὲ δύω ἑκάτερθε πόλοις περιπεπτηυῖαι, | |
---|---|---|
10 | αἰεὶ κρυμαλέαι, αἰεὶ δ’ ὕδατι νοτέουσαι· οὐ μὲν ὕδωρ, ἀλλ’ αὐτὸς ἀπ’ οὐρανόθεν κρύσταλλος κεῖτ’, αἶάν τ’ ἀμπίσχε, περὶ ψῦχος δ’ ἐτέτυκτο. Ἀλλὰ τὰ μὲν χερσαῖα .... .... ἀνέμβατοι ἀνθρώποισι· | |
15 | δοιαὶ δ’ ἄλλαι ἔασιν ἐναντίαι ἀλλήλῃσι μεσσηγὺς θέρεός τε καὶ ὑετίου κρυστάλλου, ἄμφω ἐύκρητοί τε καὶ ὄμπνιον ἀλδῄσκουσαι καρπὸν Ἐλευσίνης Δημήτερος· ἐν δέ μιν ἄνδρες | |
ἀντίποδες ναίουσι. | 62 | |
17 | Ἔκ τέ οἱ ὄσσε κανθῶν παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον. | |
18 | Αἱ δὲ πελιδναὶ | |
πυθεδόνες γάστρην ἀν’ ὑπέτρεφον οὐλοὸν ἕλκος. | 63 | |
19 | Ἰυγῆς δ’ ὡς παῦρον ἐπέκλυον | |
22 | Ἰκαριοῖ, τόθι πρῶτα περὶ τράγον ὠρχήσαντο. | |
23 | Εἰσότε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος | |
24 | Μέσον δ’ ἐξαύσατο βαυνόν. | 64 |
25 | Καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος | |
26 | Μόσχους καὶ χλωρὰς κλήματος ἐκφυάδας | |
27 | Περιπλέγδην κρεμόνεσσι | |
29 | Ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τά τ’ ἀγρώσσοντες ἕλοντο. | |
30 | Τρὶς δ’ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον. | |
31 | Πολλὴ ἀντιμαχητύς | 65 |
32 | Ἡδυντῆρες | |
33 | Γρῆνυς vel γρῆνον | |
35 | Εἰ κύβον ἐξ ὀλίγου διπλήσιον, ὠγαθέ, τεύχειν φράζεαι, ἢ στερεὴν πᾶσαν ἐς ἄλλο φύσιν εὖ μεταμορφῶσαι, τόδε τοι πάρα, κἂν σύ γε μάνδρην ἢ σιρὸν ἢ κοίλου φρείατος εὐρὺ κύτος | |
5 | τῇδ’ ἀναμετρήσαιο, μέσας ὅτε τέρμασιν ἄκροις συνδρομάδας δισσῶν ἐντὸς ἕλῃς κανόνων. Μηδὲ σύ γ’ Ἀρχύτεω δυσμήχανα ἔργα κυλίνδρων μηδὲ Μεναιχμείους κωνοτομεῖν τριάδας δίζηαι· μηδ’ εἴ τι θεουδέος Εὐδόξοιο | |
10 | καμπύλον ἐν γραμμαῖς εἶδος ἀναγράφεται. Τοῖσδε γὰρ ἐν πινάκεσσι μεσόγραφα μυρία τεύχοις ῥεῖά κεν, ἐκ παύρου πυθμένος ἀρχόμενος. Εὐαίων, Πτολεμαῖε, πατὴρ ὅτι παιδὶ συνηβῶν πάνθ’ ὅσα καὶ Μούσαις καὶ βασιλεῦσι φίλα | |
15 | αὐτὸς ἐδωρήσω· τὸ δ’ ἐς ὕστερον, οὐράνιε Ζεῦ, καὶ σκήπτρων ἐκ σῆς ἀντιάσειε χερός· καὶ τὰ μὲν ὣς τελέοιτο, λέγοι δέ τις ἄνθεμα λεύσσων· | |
Τοῦ Κυρηναίου τοῦτ’ Ἐρατοσθένεος. | 66 | |
36 | Οἶνός τοι πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρας ἔλθῃ· κυμαίνει δ’, οἷα Λίβυσσαν ἅλα Βορρῆς ἠὲ Νότος, τὰ δὲ καὶ κεκρυμμένα φαίνει | |
βυσσόθεν, ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον. | 67 | |
37 | Αὐροσχάδα βότρυν | |
Ἰκαριωνείης | 68 |