TLG 0222 001 :: ERATOSTHENES et ERATOSTHENICA :: Catasterismi

ERATOSTHENES et ERATOSTHENICA Philol.
(Cyrenaeus: 3–2 B.C.)

Catasterismi

Source: Olivieri, A. (ed.), Pseudo–Eratosthenis catasterismi [Mythographi Graeci 3.1] Leipzig: Teubner, 1897: 1–52.

Citation: Chapter — section — (line)

1

t

Ἀστροθεσίαι ζῳδίων. Ἄρκτου μεγάλης.

1

.

1

Ταύτην Ἡσίοδός φησι Λυκάονος θυγατέρα ἐν Ἀρ‐ καδίᾳ οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν θεόν· φωραθῆναι
5δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ’ αὐτῆς λουομένην· ἐφ’ ᾧ ὀργισθεῖσαν τὴν θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κλη‐ θέντα Ἀρκάδα· οὖσαν δ’ ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ
10Λυκάονι· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον· ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ τῶν Ἀρκά‐ δων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον
νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ
15ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν· Ἄρκτον δὲ αὐτὴν ὠνό‐ μασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζʹ ἀμαυρούς, ἐφ’ ἑκατέρων ὠτίων βʹ, 〈ἐπ’〉 ὠμοπλατῶν λαμπρὸν αʹ, ἐπὶ τοῦ στήθους 〈αʹ, ἐπὶ τοῦ ἔμπροσθεν ποδὸσ〉 βʹ, ἐπὶ
20τῆς ῥάχεως λαμπρὸν αʹ, 〈ἐπὶ τῆς κοιλίας λαμπρὸν αʹ〉, ἐπὶ σκέλεσιν ὀπισθίοις βʹ, ἐπ’ ἄκρῳ τῷ ποδὶ βʹ, ἐπὶ τῆς κέρκου γʹ· τοὺς πάντας κδʹ.

1

.

2

Ἄρκτου μικρᾶς. Αὕτη ἐστὶν ἡ μικρὰ καλουμένη· προσηγορεύθη δὲ ὑπὸ τῶν πλείστων Φοινίκη· ἐτιμήθη δὲ ὑπὸ τῆς Ἀρ‐ τέμιδος· γνοῦσα δὲ ὅτι ὁ Ζεὺς αὐτὴν ἔφθειρεν, ἠγρί‐
5ωσεν αὐτήν· ὕστερον δὲ σεσωσμένῃ λέγεται δόξαν αὐτῇ περιθεῖναι ἀντιθεῖσαν ἕτερον εἴδωλον ἐν τοῖς ἄστροις, ὥστε δισσὰς ἔχειν τιμάς. Ἀγλαοσθένης δὲ ἐν τοῖς Ναξικοῖς φησι τροφὸν γενέσθαι τοῦ Διὸς Κυνόσουραν, εἶναι δὲ μίαν τῶν Ἰδαίων νυμφῶν· ἀφ’
10ἧς ἐν μὲν τῇ πόλει τῇ καλουμένῃ Ἱστοῖς, τοὔνομα τοῦτο ἦν, ἣν οἱ περὶ Νικόστρατον ἔκτισαν, καὶ τὸν ἐν αὐτῇ [δὲ] λιμένα καὶ τὸν ἐπ’ αὐτῷ τόπον Κυνόσουραν κληθῆναι. Ἄρατος δὲ αὐτὴν καλεῖ Ἑλίκην ἐκ Κρήτης οὖσαν· γενέσθαι δὲ Διὸς τροφὸν καὶ διὰ τοῦτο ἐν οὐ‐
15ρανοῖς τιμῆς ἀξιωθῆναι. Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν ἑκάστης γωνίας τοῦ πλιν‐ θίου λαμπρὸν αʹ, ἐπὶ δὲ τῆς κέρκου λαμπροὺς γʹ, τοὺς πάντας ζʹ· ὑπὸ δὲ τὸν ἕτερον τῶν ἡγουμένων κατώ‐ τερός ἐστιν ἄλλος ἀστήρ, ὃς καλεῖται Πόλος, περὶ ὃν
20δοκεῖ ὅλος ὁ κόσμος στρέφεσθαι.

1

.

3

Δράκοντος. Οὗτός ἐστιν ὁ μέγας τε καὶ δι’ ἀμφοτέρων τῶν Ἄρκτων κείμενος· λέγεται δὲ εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάσσων, ὑπὸ δὲ Ἡρακλέους ἀναιρεθείς· ᾧ καὶ ἐν
5τοῖς ἄστροις τάξις ἐδόθη δι’ Ἥραν, ἣ κατέστησεν αὐ‐ τὸν ἐπὶ τὰς Ἑσπερίδας φύλακα τῶν μήλων· Φερεκύδης
γάρ φησιν, ὅτε ἐγαμεῖτο ἡ Ἥρα ὑπὸ Διός, φερόντων αὐτῇ τῶν θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἥραν θαυμάσαι καὶ
10εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἄτλαντι· ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων κατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα· μέγιστον δὲ ἔχει σημεῖον· ἐπίκειται δὲ αὐτῷ Ἡρακλέους εἴδωλον, ὑπόμνημα τοῦ ἀγῶνος
15Διὸς θέντος ἐναργέστατον τῇ σχηματοποιίᾳ. Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπροὺς γʹ, ἐπὶ δὲ τοῦ σώματος ἕως τῆς κέρκου ιβʹ παραπλη‐ σίους ἀλλήλοις· 〈τοὺς πάντας ιεʹ〉· [διεστὼς δὲ διὰ τῶν Ἄρκτων].

1

.

4

Τοῦ ἐν γόνασιν. Οὗτος, φασίν, Ἡρακλῆς ἐστιν ὁ ἐπὶ τοῦ Ὄφεως βε‐ βηκώς· ἐναργῶς δὲ ἕστηκε τό τε ῥόπαλον ἀνατετακὼς καὶ τὴν λεοντῆν περιειλημένος· λέγεται δέ, ὅτε
5ἐπὶ τὰ χρύσεα μῆλα ἐπορεύθη, τὸν ὄφιν τὸν τεταγμέ‐ νον φύλακα ἀνελεῖν· ἦν δὲ ὑπὸ Ἥρας δι’ αὐτὸ τοῦτο τεταγμένος ὅπως ἀνταγωνίσηται τῷ Ἡρακλεῖ· ὅθεν ἐπιτελεσθέντος τοῦ ἔργου μετὰ 〈μεγίστου〉 κινδύνου ἄξιον ὁ Ζεὺς κρίνας τὸν ἆθλον μνήμης ἐν τοῖς ἄστροις
10ἔθηκε τὸ εἴδωλον· ἔστι δὲ ὁ μὲν ὄφις μετέωρον ἔχων τὴν κεφαλήν, ὁ δ’ ἐπιβεβηκὼς αὐτῷ καθεικὼς τὸ ἓν
γόνυ, τῷ δ’ ἑτέρῳ ποδὶ ἐπὶ τὴν κεφαλὴν ἐπιβαίνων, τὴν δὲ δεξιὰν χεῖρα ἐκτείνων, ἐν ᾗ τὸ ῥόπαλον, ὡς παίσων, τῇ δ’ εὐωνύμῳ χειρὶ τὴν λεοντῆν περιβεβλη‐
15μένος. Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν αʹ, ἐπὶ βραχίονος δεξιοῦ λαμπρὸν αʹ, ἐφ’ ἑκατέρων ὤμων λαμ‐ πρὸν αʹ, 〈ἐπ’ ἀριστεροῦ ἀγκῶνος αʹ, ἐπ’〉 ἄκρας χειρὸς αʹ, ἐφ’ ἑκατέρας λαγόνος αʹ, λαμπρότερον δὲ τὸν ἐπὶ
20τῆς ἀριστερᾶς, 〈ἐπὶ〉 δεξιοῦ μηροῦ βʹ, ἐπὶ γόνατος καμπῆς αʹ, ἐπὶ κνήμης βʹ, ἐπὶ ποδὸς αʹ, ὑπὲρ τὴν δεξιὰν χεῖρα αʹ, ὃς καλεῖται Ῥόπαλον, ἐπὶ τῆς λεοντῆς δʹ· τοὺς πάντας ιθʹ.

1

5R[14]

〈Π〉ερὶ τοῦ Στεφάνου. Οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν,
5ὅτε τοὺς γάμους οἱ θεοὶ ἐν τῇ καλουμένῃ Δίᾳ ἐποί‐ ησαν, αὐτοῖς βουλόμενος ἐπιφανὴς γενέσθαι· ᾧ πρῶ‐ τον ἡ νύμφη ἐστεφανώσατο
10παρ’ Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης. ὅ τε τὰ Κρητι‐ κὰ γεγραφὼς λέγει 〈ὅτι〉 ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν,
15δῶρον αὐτῇ τοῦτο δέδω‐ κεν· ᾧ ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν· ἱστο‐
20ρεῖται δὲ διὰ τούτου καὶ τὸν Θησέα σωθῆναι ἐκ τοῦ λαβυρίνθου ποιοῦντος τοῦ στεφάνου φέγγος· ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν
25τεθεικέναι, ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι, σημεῖον τῆς αἱρέσεως· συνεδόκει δὲ καὶ τοῖς θεοῖς. Φασὶ καὶ τὸν πλόκαμον
30ταύτης εἶναι τὸν φαινό‐ μενον ὑπὸ τὴν κέρκον τοῦ Λέοντος.

1

6R[15]

〈Π〉ερὶ τοῦ Ὀφιούχου. Οὗτός ἐστιν ὁ ἐπὶ τοῦ Σκορπίου συνεστηκώς, ἔχων ἐν ταῖς χερσὶν ἀμφοτέραις
5ὄφιν· λέγεται δὲ εἶναι Ἀσκληπιὸς ὑπό τινων ἀστρολόγων· ὃν ὁ Ζεὺς χαριζόμενος Ἀπόλλωνι [διὰ τὴν κεραυνοβολίαν] δοκεῖ
10αὐτῷ τιμὴν ἀπονεῖμαι ταύ‐ την· ἐν γὰρ τοῖς ἀνθρώ‐ ποις ὤν, τῇ τέχνῃ ἰατρικῇ χρώμενος τοὺς ἤδη τεθνη‐ κότας ἤγειρεν· ὀργισθέντα
15δὲ κεραυνοβολῆσαι τὴν οἰ‐ κίαν αὐτοῦ· τοῦτον δὲ εἰς τὰ ἄστρα ἀναγαγεῖν διὰ
τὸν Ἀπόλλωνα.Column end || Page end

1

5D

Στεφάνου. Οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν
5ὅτε τοὺς γάμους οἱ θεοὶ ἐν τῇ καλουμένῃ Δίᾳ ἐποί‐ ησαν,
ᾧ πρώ‐ τῳ ἡ νύμφη ἐστεφανώσατο
10παρὰ Ὡρῶν λαβοῦσα καὶ
Ἀφροδίτης. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν· ἱστο‐
15ρεῖται δὲ καὶ διὰ τούτου τὸν Θησέα σεσῶσθαι ἐκ τοῦ λαβυρίνθου, φέγγος ποιοῦντος. Φασὶ καὶ τὸν πλόκαμον
20ταύτης εἶναι τὸν φαινό‐ μενον ἐπὶ τῆς κέρκου τοῦ Λέοντος. Ἔχει δὲ ἀστέρας ὁ Στέ‐ φανος ἐννέα κύκλῳ κειμέ‐
25νους, ὧν εἰσι λαμπροὶ 〈γʹ〉 οἱ κατὰ τὴν κεφαλὴν τοῦ
Ὄφεως τοῦ διὰ τῶν Ἄρκτων.

1

6D

Ὀφιούχου. Οὗτός ἐστιν ὁ ἐπὶ Σκορ‐ πίου ἑστηκώς, ἔχων ἐν ἀμ‐ φοτέραις χερσὶν [τὸν] ὄφιν·
5λέγεται δὲ εἶναι Ἀσκλη‐ πιός, ὃν Ζεὺς χαριζόμενος Ἀπόλλωνι εἰς τὰ ἄστρα ἀνήγαγεν· τούτου τέχνῃ ἰατρικῇ χρωμένου,
10ὡς καὶ τοὺς ἤδη τεθνη‐ κότας ἐγείρειν, ἐν οἷς καὶ ἔσχατον Ἱππόλυτον τὸν Θησέως, καὶ τῶν θεῶν δυσ‐ χερῶς τοῦτο φερόντων,
15εἰ αἱ τιμαὶ καταλυθήσον‐ ται αὐτῶν τηλικαῦτα ἔργα Ἀσκληπιοῦ ἐπιτελοῦντος, λέγεται τὸν Δία ὀργισθέντα κεραυνοβολῆσαι τὴν οἰκίαν
20αὐτοῦ, εἶτα διὰ τὸν Ἀπόλ‐ λωνα τοῦτον εἰς τὰ ἄστρα ἀναγαγεῖν· ἔχει δὲ ἐπιφά‐ νειαν ἱκανὴν ἐπὶ τοῦ με‐ γίστου ἄστρου ὤν, λέγω
25δὴ τοῦ Σκορπίου, εὐσήμῳ τῷ τύπῳ φαινόμενος. Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν αʹ, ἐφ’ ἑκατέρων τῶν ὤμων λαμ‐
30πρὸν αʹ, ἐπὶ τῆς ἀριστε‐ ρᾶς χειρὸς γʹ, ἐπὶ τῆς δε‐ ξιᾶς δʹ, ἐφ’ ἑκατέρων ἰσχίων αʹ, ἐφ’ ἑκατέρων γονάτων αʹ, 〈ἐπὶ τῆς δε‐
35ξιᾶς κνήμης αʹ, ἐφ’ ἑκατέ‐ ρων ποδῶν αʹ〉, τὸν ἐπὶ τοῦ δεξιοῦ λαμπρότερον· τοὺς πάντας ιζʹ· τοῦ δὲ Ὄφεως
ἐπ’ ἄκρας κεφαλῆς βʹ ***

1

.

7

Σκορπίου. Οὗτος διὰ τὸ μέγεθος εἰς δύο δωδεκατημόρια δι‐ αιρεῖται· καὶ τὸ μὲν ἐπέχουσιν αἱ χηλαί, θάτερον δὲ τὸ σῶμα καὶ τὸ κέντρον. τοῦτον, φασίν, ἐποίησεν Ἄρ‐
5τεμις ἀναδοθῆναι 〈ἐκ〉 τῆς κολώνης τῆς Χίου νήσου, καὶ τὸν Ὠρίωνα πλῆξαι, καὶ οὕτως ἀποθανεῖν, ἐπειδὴ ἐν κυνηγεσίῳ ἀκόσμως αὐτὴν ἐβιάσατο· ὃν Ζεὺς ἐν τοῖς λαμπροῖς ἔθηκε τῶν ἄστρων, ἵν’ εἰδῶσιν οἱ ἐπι‐ γινόμενοι ἄνθρωποι τὴν ἰσχύν τε αὐτοῦ καὶ τὴν δύναμιν.
10 Ἔχει δὲ ἀστέρας ἐφ’ ἑκατέρας χηλῆς βʹ, ὧν εἰσιν οἱ μὲν πρῶτοι μεγάλοι, οἱ δὲ δεύτεροι ἀμαυροί, ἐπὶ δὲ τοῦ μετώπου 〈λαμπροὺς γʹ, ὧν ὁ μέσος λαμ‐ πρότατος, ἐπὶ τῆς ῥάχεωσ〉 λαμπροὺς γʹ, ἐπὶ τῆς κοι‐ λίας βʹ, ἐπὶ τῆς κέρκου εʹ, ἐπὶ τοῦ κέντρου βʹ· προη‐
15γεῖται μὲν ἐν αὐτοῖς πάντων φαιδρότερος ὢν ὁ ἐπὶ τῆς βορείας χηλῆς λαμπρὸς ἀστήρ· 〈τοὺς πάν‐ τας ιθʹ〉.

1

8R[16]

(1t)

〈Π〉ερὶ τοῦ Βοώτου τοῦ
2tκαὶ Ἀρκτοφύλακος.
3 〈Π〉ερὶ τούτου λέγεται ὅτι Ἀρκάς ἐστιν ὁ Καλλι‐
5στοῦς καὶ Διὸς γεγονώς, ᾤκησε δὲ περὶ τὸ Λύκαιον φθείραντος αὐτὴν Διός· οὗ προσποιησάμενος ὁ Λυ‐ κάων τὸν Δία ἐξένιζεν,
10ὥς φησιν Ἡσίοδος, καὶ τὸ βρέφος κατακόψας, παρέ‐ θηκεν ἐπὶ τὴν τράπεζαν· ὅθεν ἐκείνην μὲν ἀνατρέ‐ πει, ἀφ’ οὗ ἡ Τραπεζοῦς
15καλεῖται πόλις, τὴν δὲ οἰ‐ κίαν ἐκεραύνωσε, τὸν δὲ Λυκάονα ἀπεθηρίωσε καὶ αὐτὸν λύκον ἐποίησε· τὸν δὲ Ἀρκάδα πάλιν ἀναπλά‐
20σας ἔθηκεν ἄρτιον· καὶ ἐτράφη παρ’ αἰπόλῳ· νεα‐ νίσκος δ’ ὢν ἤδη δοκεῖ καταδραμεῖν εἰς τὸ Λύ‐ καιον καὶ ἀγνοήσας τὴν
25μητέρα γῆμαι· οἱ δὲ κατοι‐ κοῦντες τὸν τόπον ἀμφο‐ τέρους κατὰ νόμον θύειν ἔμελλον· ὁ δὲ Ζεὺς ἐξελό‐ μενος αὐτοὺς διὰ τὴν συγ‐
30γένειαν εἰς τὰ ἄστρα ἀνή‐
γαγεν.Column end || Page end

1

8D

Ἀρκτοφύλακος. Περὶ τούτου λέγεται ὅτι
Ἀρκάς ἐστιν ὁ Καλλιστοῦς καὶ Διὸς γεγονώς, ὃν
5
κατακόψας Λυ‐ κάων, ἐξένισε τὸν Δία παραθεὶς ἐπὶ τράπε‐ ζαν· ὅθεν ἐκείνην μὲν ἀνατρέπει, ἀφ’ οὗ ἡ Τρα‐
10πεζοῦς καλεῖται πόλις· τὴν δὲ οἰκίαν αὐτοῦ κεραυνοῖ τῆς ὠμότητος αὐτὸν μυ‐ σαχθείς· τὸν δὲ Ἀρκάδα πάλιν συμπλά‐
15σας, ἔθηκεν ἄρτιον καὶ ἐν τοῖς ἄστροις ἀνή‐
γαγεν. Ἔχει δ’ ἀστέρας ἐπὶ μὲν τῆς δεξιᾶς χειρὸς δʹ, οἳ
20οὐ δύνουσιν, ἐπὶ δὲ τῆς κεφαλῆς λαμπρὸν αʹ, ἐφ’ ἑκατέρων τῶν ὤμων λαμ‐ πρὸν αʹ, ἐπὶ τῶν μαστῶν ἑκατέρων αʹ, λαμπρὸν τὸν
25ἐπὶ τοῦ δεξιοῦ καὶ ὑπ’ αὐτὸν αʹ ἀμαυρόν, καὶ ἐπὶ τοῦ ἀγκῶνος 〈δεξιοῦ〉 αʹ λαμπρόν, ἀνὰ μέσον τῶν γονάτων αʹ λαμπρότατον,
30ὃς δὴ Ἀρκτοῦρος καλεῖται, ἐφ’ ἑκατέρῳ ποδὶ λαμπρὸν αʹ· 〈τοὺς πάντας ιδʹ〉.

1

.

9

Παρθένου. Ταύτην Ἡσίοδος ἐν Θεογονίᾳ εἴρηκε θυγατέρα Διὸς καὶ Θέμιδος, καλεῖσθαι δὲ αὐτὴν Δίκην· λέγει δὲ καὶ Ἄρατος παρὰ τούτου λαβὼν τὴν ἱστορίαν ὡς οὖσα πρό‐
5τερον ἀθάνατος καὶ ἐπὶ τῆς γῆς σὺν τοῖς ἀνθρώποις
ἦν καὶ ὅτι Δίκην αὐτὴν ἐκάλουν· μεταστάντων δὲ αὐτῶν καὶ μηκέτι τὸ δίκαιον συντηρούντων, οὐκέτι σὺν αὐτοῖς ἦν, ἀλλ’ εἰς τὰ ὄρη ὑπεχώρει· εἶτα στά‐ σεων καὶ πολέμων αὐτοῖς ὄντων [διὰ] τὴν παντελῆ
10αὐτῶν ἀδικίαν ἀπομισήσασαν εἰς τὸν οὐρανὸν ἀνελ‐ θεῖν. λέγονται δὲ καὶ ἕτεροι λόγοι περὶ αὐτῆς πλεῖ‐ στοι· οἱ μὲν γὰρ αὐτήν φασιν εἶναι Δήμητρα διὰ τὸ ἔχειν στάχυν, οἱ δὲ Ἴσιν, οἱ δὲ Ἀταργάτιν, οἱ δὲ Τύ‐ χην, διὸ καὶ ἀκέφαλον αὐτὴν σχηματίζουσιν.
15 Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς αʹ ἀμαυρόν, 〈ἐφ’〉 ἑκατέρῳ ὤμῳ αʹ, 〈ἐν〉 πτέρυγι ἑκατέρᾳ βʹ, ὁ δ’ ἐν τῇ δεξιᾷ πτέρυγι 〈μεταξὺ〉 τοῦ τε ὤμου καὶ τοῦ ἄκρου τῆς πτέρυγος Προτρυγητὴρ καλεῖται, 〈ἐπ’〉 ἀγκῶ‐ νος ἑκατέρου αʹ, 〈ἐπὶ〉 χειρὸς ἄκρας ἑκατέρας αʹ, ὁ δ’
20ἐπὶ τῆς εὐωνύμου λαμπρὸς καλεῖται Στάχυς, ἐπὶ τῆς πέζης τοῦ χιτῶνος 〈ἀμαυροὺς ϛʹ〉, *** ἀμαυρὸν αʹ, ἐφ’ ἑκατέρου ποδὸς αʹ· οἱ πάντες κʹ.

1

.

10

Διδύμων. Οὗτοι λέγονται Διόσκουροι εἶναι· ἐν δὲ τῇ Λακω‐ νικῇ τραφέντες ἐπιφάνειαν ἔσχον, φιλαδελφίᾳ δὲ ὑπερ‐ ήνεγκαν πάντας· οὔτε γὰρ περὶ ἀρχῆς οὔτε περὶ ἄλλου
5τινὸς ἤρισαν· μνήμην δὲ αὐτῶν Ζεὺς θέσθαι βουλό‐ μενος τῆς κοινότητος, Διδύμους ὀνομάσας εἰς τὸ αὐτὸ ἀμφοτέρους ἔστησεν ἐν τοῖς ἄστροις. Ἔχουσι δὲ ἀστέρας ὁ μὲν ἐποχούμενος τοῦ Καρ‐ κίνου 〈ἐπὶ〉 τῆς κεφαλῆς 〈αʹ λαμπρόν, ἐπ’ ὤμου ἑκα‐
10τέρου αʹ λαμπρόν, ἐπὶ δεξιοῦ ἀγκῶνος αʹ, ἐπὶ δεξιᾶς χειρὸς αʹ, ἐφ’〉 ἑκατέρῳ γόνατι αʹ, 〈ἐφ’ ἑκατέρῳ ποδὶ αʹ, τοὺς πάντας θʹ〉· ὁ δ’ ἐχόμενος ἔχει ἐπὶ τῆς κεφα‐ λῆς αʹ λαμπρόν, 〈ἐπ’〉 ἀριστερῷ ὤμῳ λαμπρὸν αʹ, ἐπὶ μαστῷ ἑκατέρῳ αʹ, 〈ἐπ’〉 ἀριστεροῦ ἀγκῶνος αʹ, 〈ἐπ’〉
15ἄκρας χειρὸς αʹ, 〈ἐπ’〉 ἀριστερῷ γόνατι αʹ, 〈ἐφ’〉 ἑκατέρῳ ποδὶ αʹ, ὑπὸ τὸν ἀριστερὸν πόδα αʹ, ὃς κα‐ λεῖται Πρόπους· 〈τοὺς πάντας ιʹ〉.

1

.

11

Καρκίνου. Οὗτος δοκεῖ ἐν τοῖς ἄστροις τεθῆναι δι’ Ἥραν, ὅτι μόνος Ἡρακλεῖ τῶν ἄλλων συμμαχούντων ὅτε τὴν ὕδραν ἀνῄρει, ἐκ τῆς λίμνης ἐκπηδήσας ἔδακεν
5αὐτοῦ τὸν πόδα, καθάπερ φησὶ Πανύασις ἐν Ἡρακλείᾳ· θυμωθεὶς δ’ ὁ Ἡρακλῆς δοκεῖ τῷ ποδὶ συνθλάσαι αὐτόν, ὅθεν μεγάλης τιμῆς τετύχηκε καταριθμούμενος ἐν τοῖς ιβʹ ζῳδίοις. Καλοῦνται δέ τινες αὐτῶν ἀστέρες Ὄνοι, οὓς Διό‐
10νυσος ἀνήγαγεν εἰς τὰ ἄστρα. ἔστι δὲ αὐτοῖς καὶ
Φάτνη παράσημον· ἡ δὲ τούτων ἱστορία αὕτη· Ὄνων καὶ Φάτνης. Ὅτε ἐπὶ Γίγαντας ἐστρατεύοντο οἱ θεοί, λέγεται Διό‐ νυσον καὶ Ἥφαιστον καὶ Σατύρους ἐπὶ ὄνων πορεύ‐
15εσθαι· οὔπω δὲ ἑωραμένων αὐτοῖς τῶν Γιγάντων πλη‐ σίον ὄντες ὠγκήθησαν οἱ ὄνοι, οἱ δὲ Γίγαντες ἀκού‐ σαντες τὴν φωνὴν ἔφυγον· διὸ ἐτιμήθησαν ἐν τῷ Καρκίνῳ εἶναι ἐπὶ δυσμάς. Ἔχει δὲ ὁ Καρκίνος ἐπὶ τοῦ ὀστράκου ἀστέρας λαμ‐
20προὺς βʹ, οὗτοί εἰσιν οἱ Ὄνοι· τὸ δὲ νεφέλιόν ἐστιν ἡ ἐν αὐτῷ ὁρωμένη Φάτνη, παρ’ ᾗ δοκοῦσιν ἑστάναι· ἐπὶ τοῖς δεξιοῖς ποσὶν ἐφ’ ἑκάστῳ αʹ ἀμαυρόν, ἐπὶ δὲ τοῖς ἀριστεροῖς τοῦ πρώτου βʹ ἀμαυροὺς καὶ ἐπὶ τοῦ δευτέρου 〈βʹ〉, καὶ ἐπὶ τοῦ τρίτου 〈αʹ〉, ὁμοίως ἐπ’
25ἄκρας τοῦ τετάρτου 〈αʹ〉, ἐπὶ τοῦ στόματος 〈αʹ〉 καὶ ἐπὶ τῆς χηλῆς τῆς δεξιᾶς γʹ, 〈ὁμοίους οὐ μεγάλουσ〉, ὁμοίως 〈οὐ〉 μεγάλους ἐπὶ τῆς ἀριστερᾶς χηλῆς 〈βʹ〉·
οἱ πάντες ιηʹ.

1

.

12

Λέοντος. Οὗτός ἐστι μὲν τῶν ἐπιφανῶν ἄστρων· δοκεῖ δ’ ὑπὸ Διὸς τιμηθῆναι τοῦτο τὸ ζῴδιον διὰ τὸ τῶν τε‐ τραπόδων ἡγεῖσθαι. τινὲς δέ φασιν ὅτι Ἡρακλέους
5πρῶτος ἆθλος ἦν εἰς τὸ μνημονευθῆναι· φιλοδοξῶν γὰρ μόνον τοῦτον οὐχ ὅπλοις ἀνεῖλεν, ἀλλὰ συμπλα‐ κεὶς ἀπέπνιξεν· λέγει δὲ περὶ αὐτοῦ Πείσανδρος ὁ Ῥόδιος· ὅθεν καὶ τὴν δορὰν αὐτοῦ ἔχειν, ὡς ἔν‐ δοξον ἔργον πεποιηκώς. οὗτός ἐστιν ὁ ἐν τῇ Νεμέᾳ
10ὑπ’ αὐτοῦ φονευθείς. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς γʹ, ἐπὶ τοῦ στή‐ θους 〈αʹ, ὑπὸ τὸ στῆθοσ〉 βʹ, ἐπὶ τοῦ δεξιοῦ ποδὸς λαμπρὸν αʹ, ἐπὶ μέσης 〈τῆς κοιλίασ〉 αʹ, ὑπὸ τὴν κοι‐ λίαν αʹ, ἐπὶ τοῦ ἰσχίου αʹ, ἐπὶ τοῦ ὀπισθίου γόνατος
15αʹ, ἐπὶ ποδὸς ἄκρου λαμπρὸν αʹ, ἐπὶ τοῦ τραχήλου βʹ, ἐπὶ τῆς ῥάχεως γʹ, ἐπὶ μέσης τῆς κέρκου αʹ, ἐπ’ ἄκρας
λαμπρὸν αʹ, [ἐπὶ τῆς κοιλίας αʹ]· 〈τοὺς πάντας ιθʹ〉. ὁρῶνται δὲ καὶ ὑπὲρ αὐτὸν ἐν τριγώνῳ κατὰ τὴν κέρκον ἀμαυροὶ ἑπτά, οἳ καλοῦνται Πλόκαμος Βερενί‐
20κης Εὐεργέτιδος.

1

.

13

Ἡνιόχου. Τοῦτον λέγουσιν ὅτι ὁ Ζεὺς ἰδὼν πρῶτον ἐν ἀν‐ θρώποις ἅρμα ζεύξαντα [ἵππων], ὅς ἐστιν Ἐριχθόνιος ἐξ Ἡφαίστου καὶ Γῆς γενόμενος, καὶ θαυμάσας ὅτι τῇ
5τοῦ Ἡλίου ἀντίμιμον ἐποιήσατο διφρείαν ὑποζεύξας ἵππους λευκοὺς 〈ἀνήγαγεν εἰς τὰ ἄστρα〉· πρῶτόν τε Ἀθηνᾷ πομπὴν ἤγαγεν ἐν ἀκροπόλει καὶ ἐποιήσατο πρὸς τούτοις ἐπιφανῆ τὴν θυσίαν αὐτῆς 〈τὸ ξόανον〉 σεμνύνων. λέγει δὲ καὶ Εὐριπίδης περὶ τῆς γενέσεως
10αὐτοῦ τὸν τρόπον τοῦτον· Ἥφαιστον ἐρασθέντα Ἀθη‐ νᾶς βούλεσθαι αὐτῇ μιγῆναι, τῆς δὲ ἀποστρεφομένης καὶ τὴν παρθενίαν μᾶλλον αἱρουμένης ἔν τινι τόπῳ τῆς Ἀττικῆς κρύπτεσθαι, ὃν λέγουσι καὶ ἀπ’ ἐκείνου προσαγορευθῆναι Ἡφαιστεῖον· ὃς δόξας αὐτὴν κρατή‐
15σειν καὶ ἐπιθέμενος πληγεὶς ὑπ’ αὐτῆς τῷ δόρατι ἀφῆκε τὴν ἐπιθυμίαν, φερομένης εἰς τὴν γῆν τῆς σπορᾶς· ἐξ ἧς γεγενῆσθαι λέγουσι παῖδα, ὃς ἐκ τούτου Ἐρι‐
χθόνιος ἐκλήθη, καὶ αὐξηθεὶς τοῦθ’ εὗρε καὶ ἐθαυ‐ μάσθη ἀγωνιστὴς γενόμενος· ἤγαγε δ’ ἐπιμελῶς τὰ
20Παναθήναια καὶ ἅρμα ἡνιόχει ἔχων παραβάτην ἀσπί‐ διον ἔχοντα καὶ τριλοφίαν ἐπὶ τῆς κεφαλῆς· ἀπ’ ἐκεί‐ νου δὲ κατὰ μίμησιν ὁ καλούμενος ἀποβάτης. Ἐσχημάτισται δ’ ἐν τούτῳ ἡ Αἲξ καὶ οἱ Ἔριφοι. Μουσαῖος γάρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι
25ὑπὸ Ῥέας Θέμιδι, Θέμιν δὲ Ἀμαλθείᾳ δοῦναι τὸ βρέ‐ φος, τὴν δὲ ἔχουσαν αἶγα ὑποθεῖναι, τὴν δ’ ἐκθρέψαι Δία· τὴν δὲ Αἶγα εἶναι Ἡλίου θυγατέρα φοβερὰν οὕτως ὥστε τοὺς κατὰ Κρόνον θεούς, βδελυττομένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι 〈τὴν〉 Γῆν κρύψαι
30αὐτὴν ἔν τινι τῶν κατὰ Κρήτην ἄντρων· καὶ ἀποκρυ‐ ψαμένην ἐπιμέλειαν αὐτῆς τῇ Ἀμαλθείᾳ ἐγχειρίσαι, τὴν δὲ τῷ ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι· ἐλθόν‐ τος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν, οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῷ τῆς
35αἰγὸς τῇ δορᾷ ὅπλῳ χρήσασθαι διά τε τὸ ἄτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰς μέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτα τοῦ Διὸς καὶ τῇ τέχνῃ φανέντος διπλασίονος, τὰ ὀστᾶ δὲ τῆς αἰγὸς καλύψαντος ἄλλῃ δορᾷ καὶ ἔμψυχον αὐτὴν
40καὶ ἀθάνατον κατασκευάσαντος, αὐτὴν μέν φασιν ἄστρον οὐράνιον [κατασκευάσαι] *** Τινὲς δέ φασι Μυρτίλον ὀνόματι τὸν 〈Οἰνομάου〉
ἡνίοχον εἶναι τὸν ἐξ Ἑρμοῦ γεγονότα. Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς αʹ, καὶ ἐφ’ ἑκα‐
45τέρων τῶν ὤμων αʹ, ὧν τὸν μὲν ἐπὶ τοῦ ἀριστεροῦ λαμπρόν, ὃς καλεῖται Αἴξ, ἐφ’ ἑκατέρου ἀγκῶνος αʹ, 〈ἐπὶ δεξιᾶς χειρὸς αʹ, ἐπ’〉 ἀριστερᾶς χειρὸς βʹ, οἳ δὴ καλοῦνται Ἔριφοι· τοὺς πάντας ηʹ.

1

.

14

Ταύρου. Οὗτος λέγεται ἐν τοῖς ἄστροις τεθῆναι διὰ τὸ Εὐρώπην ἀγαγεῖν ἐκ Φοινίκης εἰς Κρήτην διὰ τοῦ πελάγους, ὡς Εὐριπίδης φησὶν ἐν τῷ Φρίξῳ· χάριν
5δὲ τούτου ἐν τοῖς ἐπιφανεστάτοις ἐστὶν ὑπὸ Διὸς τι‐ μηθείς. ἕτεροι δέ φασι βοῦν εἶναι τῆς Ἰοῦς μίμημα· χάριν δὲ ἐκείνης ὑπὸ Διὸς ἐτιμήθη [τὸ ἄστρον]. Τοῦ δὲ Ταύρου τὸ μέτωπον σὺν τῷ προσώπῳ αἱ Ὑάδες καλούμεναι περιέχουσιν· πρὸς δὲ τῇ ἀποτομῇ
10τῆς ῥάχεως ἡ Πλειάς ἐστιν ἀστέρας ἔχουσα ἑπτά, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ εἰ μὴ ἕξ, ὁ δὲ ἕβδομος ἀμαυρός ἐστι σφόδρα. Ἔχει δ’ ὁ Ταῦρος ἀστέρας ζʹ· ὃς δὴ ὑπεναντία ἕρπει καθ’ ἑαυτὸν ἔχων τὴν κεφαλήν, ἐφ’ ἑκατέρων
15δὲ τῶν κεράτων ἐπὶ τῆς ἐκφύσεως αʹ, ὧν λαμπρότερος
ὁ ἐπὶ τῆς ἀριστερᾶς, ἐφ’ ἑκατέρων τῶν ὀφθαλμῶν αʹ, ἐπὶ τοῦ μυκτῆρος αʹ, ἐφ’ ἑκατέρων τῶν ὤμων αʹ· οὗτοι Ὑάδες λέγονται· ἐπὶ δὲ τοῦ ἀριστεροῦ γόνα‐ τος τοῦ ἐμπροσθίου αʹ, ἐπὶ τῶν χηλῶν 〈ἑκατέρων〉
20αʹ, ἐπὶ τοῦ δεξιοῦ γόνατος αʹ, ἐπὶ τοῦ τραχήλου βʹ, ἐπὶ τῆς ῥάχεως γʹ, τὸν ἔσχατον λαμπρόν, ὑπὸ τὴν κοιλίαν αʹ, ἐπὶ τοῦ στήθους λαμπρὸν αʹ· τοὺς πάν‐ τας ιηʹ.

1

.

15

Κηφέως. Οὗτος ἐν τάξει τέτακται τέταρτος· ὁ δ’ ἀρκτικὸς κύκλος αὐτὸν ἀπολαμβάνει ἀπὸ ποδῶν ἕως στήθους· τὸ δὲ λοιπὸν εἰς τὸ ἀνὰ μέσον πίπτει αὐτοῦ τοῦ
5τε ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ· ἦν δέ, ὡς Εὐριπί‐ δης φησίν, Αἰθιόπων βασιλεύς, Ἀνδρομέδας δὲ πατήρ· τὴν δ’ αὑτοῦ θυγατέρα δοκεῖ προθεῖναι τῷ κήτει βοράν, ἣν Περσεὺς ὁ Διὸς διέσωσε· δι’ ἣν καὶ αὐτὸς ἐν τοῖς ἄστροις ἐτέθη Ἀθηνᾶς γνώμῃ.
10 Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπροὺς βʹ, ἐφ’ ἑκατέρων ὤμων αʹ, καὶ 〈ἐπὶ〉 χειρῶν ἑκατέρων αʹ, 〈ἐπ’〉 ἀγκώνων ἑκατέρων αʹ 〈ἀμαυρόν, ἐπὶ〉 ζώνης γʹ λοξοὺς
[ἀμαυρούς], 〈ἐπὶ〉 κοιλίας μέσης λαμπρούς, 〈ἐπὶ〉 δε‐ ξιᾶς λαγόνος αʹ, 〈ἐπ’ ἀριστεροῦ〉 γόνατος βʹ, 〈ὑπὲρ
15πόδας δʹ, ἐπὶ〉 ποδὸς ἄκρου αʹ· 〈τοὺς πάντας ιθʹ〉.

1

.

16

Κασσιεπείας. Ταύτην ἱστορεῖ Σοφοκλῆς ὁ τῆς τραγῳδίας ποιη‐ τὴς ἐν Ἀνδρομέδᾳ ἐρίσασαν περὶ κάλλους ταῖς Νηρηίσιν εἰσελθεῖν εἰς τὸ σύμπτωμα, καὶ Ποσειδῶνα διαφθεῖραι
5τὴν χώραν κῆτος ἐπιπέμψαντα· δι’ ἣν πρόκειται τῷ κήτει ἡ θυγάτηρ. οἰκείως δὲ ἐσχημάτισται ἐγγὺς ἐπὶ δίφρου καθημένη. Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν αʹ, 〈ἐφ’ ἑκατέρων τῶν ὤμων λαμπρὸν αʹ, ἐπὶ τοῦ δεξιοῦ στή‐
10θους λαμπρὸν αʹ〉, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος 〈αʹ, ἐπὶ τῆς δεξιᾶς χειρὸσ〉 λαμπρὸν αʹ, ἐπὶ τῆς 〈ἀριστερᾶσ〉 χειρὸς 〈λαμπρὸν αʹ, ἐπ’ ὀμφαλοῦ〉 αʹ, [〈ἐπὶ τοῦ〉 γό‐ νατος αʹ, 〈ἐπὶ〉 ποδὸς ἄκρου αʹ, 〈ἐπὶ τοῦ〉 στήθους αʹ ἀμαυρόν], ἐπ’ ἀριστεροῦ μηροῦ λαμπροὺς βʹ, ἐπὶ
15γόνατος αʹ λαμπρόν, 〈ἐπὶ ποδὸς ἄκρου αʹ〉, ἐπὶ τοῦ πλινθίου αʹ, 〈ἐπὶ τῆσ〉 τοῦ δίφρου οὗ κάθηται ἑκα‐
τέρας γωνίας αʹ· 〈τοὺς πάντας ιεʹ〉.

1

.

17

Ἀνδρομέδας. Αὕτη κεῖται ἐν τοῖς ἄστροις διὰ τὴν Ἀθηνᾶν, τῶν Περσέως ἄθλων ὑπόμνημα, διατεταμένη τὰς χεῖρας, ὡς καὶ προετέθη τῷ κήτει· ἀνθ’ ὧν σωθεῖσα ὑπὸ τοῦ
5Περσέως οὐχ εἵλετο τῷ πατρὶ συμμένειν οὐδὲ τῇ μητρί, ἀλλ’ αὐθαίρετος εἰς τὸ Ἄργος ἀπῆλθε μετ’ ἐκείνου, εὐγενές τι φρονήσασα. λέγει δὲ καὶ Εὐριπίδης σαφῶς ἐν τῷ περὶ αὐτῆς γεγραμμένῳ δράματι. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν αʹ, ἐφ’
10ἑκατέρου ὤμου αʹ, [〈ἐπὶ〉 δεξιοῦ ποδὸς βʹ, 〈ἐπ’〉 ἀρι‐ στεροῦ αʹ], ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος αʹ, ἐπ’ ἄκρας τῆς χειρὸς λαμπρὸν αʹ, ἐπὶ τοῦ ἀριστεροῦ ἀγκῶνος [αʹ, ἐπὶ τοῦ δεξιοῦ] λαμπρὸν αʹ, 〈ἐπὶ βραχίονος αʹ, ἐπὶ τῆς χειρὸς αʹ〉, ἐπὶ τῆς ζώνης γʹ, ὑπὲρ τὴν ζώνην δʹ,
15ἐφ’ ἑκατέρου γόνατος λαμπρὸν αʹ, ἐπὶ τοῦ δεξιοῦ ποδὸς
βʹ, ἐπὶ τοῦ ἀριστεροῦ αʹ· 〈τοὺς πάντας κʹ〉.

1

.

18

Ἵππου. Τούτου μόνον τὰ ἔμπροσθεν φαίνεται ἕως ὀμφα‐ λοῦ. Ἄρατος μὲν οὖν φησι τὸν ἐπὶ τοῦ Ἑλικῶνος εἶναι ποιήσαντα κρήνην τῇ ὁπλῇ, ἀφ’ οὗ καλεῖσθαι
5Ἵππου κρήνην· ἄλλοι δὲ τὸν Πήγασον εἶναί φασι τὸν εἰς τὰ ἄστρα ἀναπτάντα ὕστερον τῆς Βελλεροφόντου πτώσεως· διὰ δὲ τὸ μὴ ἔχειν πτέρυγας ἀπίθανον δο‐ κεῖ τισι ποιεῖν τὸν λόγον. Εὐριπίδης δέ φησιν ἐν Μελανίππῃ Ἵππην εἶναι τὴν τοῦ Χείρωνος θυγατέρα,
10ὑπ’ Αἰόλου δὲ ἀπατηθεῖσαν φθαρῆναι καὶ διὰ τὸν ὄγκον τῆς γαστρὸς φυγεῖν εἰς τὰ ὄρη, κἀκεῖ ὠδινούσης αὐτῆς τὸν πατέρα ἐλθεῖν κατὰ ζήτησιν, τὴν δ’ εὔ‐ ξασθαι καταλαμβανομένην πρὸς τὸ μὴ γνωσθῆναι μετα‐ μορφωθῆναι καὶ γενέσθαι ἵππον. διὰ γοῦν τὴν εὐσέ‐
15βειαν αὐτῆς τε καὶ τοῦ πατρὸς ὑπ’ Ἀρτέμιδος εἰς τὰ ἄστρα τεθῆναι, ὅθεν τῷ Κενταύρῳ οὐχ ὁρατή ἐστιν· Χείρων γὰρ λέγεται εἶναι ἐκεῖνος. τὰ δὲ ὀπίσθια μέρη αὐτῆς ἀφανῆ ἐστι πρὸς τὸ μὴ γινώσκεσθαι θήλειαν οὖσαν.
20 Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ῥύγχους βʹ ἀμαυρούς, ἐπὶ τῆς κεφαλῆς αʹ, ἐπὶ τῆς σιαγόνος αʹ, ἐφ’ ἑκατέρῳ
ὠτίῳ ἀμαυρὸν αʹ, ἐπὶ τῷ τραχήλῳ δʹ, ὧν τὸν πρὸς τῇ κεφαλῇ λαμπρότερον, ἐπὶ τοῦ ὤμου αʹ, 〈ἐπὶ〉 στή‐ θους αʹ, ἐπὶ ῥάχεως αʹ, ἐπ’ ὀμφαλοῦ ἔσχατον αʹ λαμ‐
25πρόν, ἐπ’ ἐμπροσθίων γονάτων βʹ, ἐφ’ ἑκατέρας ὁπλῆς αʹ· 〈τοὺς πάντας ιηʹ〉.

1

.

19

Κριοῦ. Οὗτος ὁ Φρίξον διακομίσας καὶ Ἕλλην· ἄφθιτος δὲ ὢν ἐδόθη αὐτοῖς ὑπὸ Νεφέλης τῆς μητρός· εἶχε δὲ χρυσῆν δοράν, ὡς Ἡσίοδος καὶ Φερεκύδης εἰρήκασιν·
5διακομίζων δ’ αὐτοὺς κατὰ τὸ στενότατον τοῦ πελά‐ γους, τοῦ ἀπ’ ἐκείνης κληθέντος Ἑλλησπόντου, ἔρριψεν αὐτὴν [καὶ τὸ κέρας ἀπολέσασ]—Ποσειδῶν δὲ σώζει τὴν Ἕλλην καὶ μιχθεὶς ἐγέννησεν ἐξ αὐτῆς παῖδα ὀνό‐ ματι Παίονα—, τὸν δὲ Φρίξον εἰς τὸν Εὔξεινον
10πόντον σωθέντα πρὸς Αἰήτην διεκόμισεν· ᾧ καὶ ἐκδὺς ἔδωκε τὴν χρυσῆν δοράν, ὅπως μνημόσυνον ἔχῃ· αὐτὸς δὲ εἰς τὰ ἄστρα ἀπῆλθεν· ὅθεν ἀμαυρότερον φαίνεται. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς αʹ, ἐπὶ τῶν μυ‐ κτήρων γʹ, ἐπὶ τοῦ τραχήλου βʹ, 〈ἐπ’〉 ἄκρου ἐμπρο‐
15σθίου ποδὸς λαμπρὸν αʹ, 〈ἐπὶ〉 ῥάχεως δʹ, 〈ἐπὶ〉 κέρ‐ κου αʹ, ὑπὸ τὴν κοιλίαν γʹ, ἐπὶ τοῦ ἰσχίου αʹ, ἐπ’
ἄκρου ὀπισθίου ποδὸς αʹ· τοὺς πάντας ιζʹ.

1

.

20

Δελτωτοῦ. Τοῦτό ἐστιν ὑπὲρ μὲν τὴν κεφαλὴν τοῦ Κριοῦ κείμενον, λέγεται δὲ διὰ τὸ ἐκεῖνον ἀμαυρότερον εἶναι εὔσημον ἐπ’ αὐτοῦ γράμμα κεῖσθαι ἀπὸ Διὸς τὸ πρῶ‐
5τον τοῦ ὀνόματος δι’ Ἑρμοῦ τεθέν, ὃς τὸν διάκοσμον τῶν ἄστρων ἐποιήσατο. φασὶ δέ τινες καὶ τὴν τῆς Αἰγύπτου θέσιν ἐκ τοῦ ἐν τοῖς ἄστροις εἶναι Δ, καὶ τὸν Νεῖλον τοιαύτην τὴν περιοχὴν ποιήσασθαι τῆς χώρας, ἅμα τε τὴν ἀσφάλειαν αὐτῇ
10ποριζόμενον, εἴς τε τὸν σπόρον εὐμαρεστέραν ποιού‐ μενον καὶ εἰς τὴν τῶν καρπῶν ἀνακομιδὴν εὐκαιρίαν ὡρῶν εἰσαγόμενον. Ἔχει δ’ ἀστέρας γʹ, ἐφ’ ἑκάστῃ τῶν γωνιῶν αʹ, λαμπροὺς τοὺς γʹ.

1

.

21

Ἰχθύων. Οὗτοί εἰσι τοῦ μεγάλου Ἰχθύος ἔγγονοι, περὶ οὗ
τὴν ἱστορίαν ἀποδώσομεν σαφέστερον, ὅταν ἐπ’ αὐτὸν ἔλθωμεν· τούτων δὲ ἑκάτερος κεῖται ἐν ἑκατέρῳ μέρει
5διαλλάσσων· ὁ μὲν γὰρ βόρειος, ὁ δὲ νότιος καλεῖται· ἔχουσι δὲ σύνδεσμον ἕως τοῦ ἐμπροσθίου ποδὸς τοῦ Κριοῦ. Ἔχουσι δ’ ἀστέρας ὁ μὲν βόρειος ιβʹ [καὶ ἐπὶ τοῦ λινείου ιβʹ], ὁ δὲ νότιος ιεʹ· τὸ δὲ λῖνον αὐτῶν ᾧ
10συνέχονται ἔχει ἀστέρας ἐπὶ τοῦ βορείου γʹ, ἐπὶ τοῦ νοτίου γʹ, πρὸς ἀνατολὰς γʹ, ἐπὶ τοῦ συνδέσμου γʹ· τοὺς πάντας ιβʹ· οἱ πάντες τῶν δύο Ἰχθύων καὶ τοῦ συνδέσμου ἀστέρες λθʹ.

1

.

22

Περσέως. Περὶ τούτου ἱστορεῖται ὅτι ἐν τοῖς ἄστροις ἐτέθη διὰ τὴν δόξαν· τῇ γὰρ Δανάῃ ὡς χρυσὸς μιγεὶς ὁ Ζεὺς ἐγέννησεν αὐτόν· ὑπὸ δὲ τοῦ Πολυδέκτου πεμ‐
5φθεὶς ἐπὶ τὰς Γοργόνας τήν τε κυνῆν ἔλαβε παρ’ Ἑρμοῦ καὶ τὰ πέδιλα, ἐν οἷς διὰ τοῦ ἀέρος ἐποιεῖτο τὴν πορείαν· δοκεῖ δὲ καὶ ἅρπην παρ’ Ἡφαίστου λα‐ βεῖν ἐξ ἀδάμαντος· ὡς δὲ Αἰσχύλος φησὶν ὁ τῶν τρα‐
γῳδιῶν ποιητὴς ἐν Φορκίσιν, Γραίας εἶχον προφύλακας
10αἱ Γοργόνες· αὗται δὲ ἕνα εἶχον ὀφθαλμὸν καὶ τοῦτον ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν· τηρήσας δ’ ὁ Περσεὺς ἐν τῇ παραδόσει, λαβὼν ἔρριψεν αὐτὸν εἰς τὴν Τριτωνίδα λίμνην, καὶ οὕτως ἐλθὼν ἐπὶ τὰς Γοργόνας ὑπνωκυίας ἀφείλετο τῆς Μεδούσης τὴν κε‐
15φαλήν, ἣν ἡ Ἀθηνᾶ περὶ τὰ στήθη ἔθηκεν αὑτῆς, τῷ δὲ Περσεῖ τὴν εἰς τὰ ἄστρα θέσιν ἐποίησεν, ὅθεν ἔχων θεωρεῖται καὶ τὴν Γοργόνος κεφαλήν. Ἔχει δὲ ἀστέρας [ἐπὶ μὲν τῆς κεφαλῆς αʹ], ἐφ’ ἑκατέρῳ ὤμῳ λαμπρὸν αʹ, ἐπ’ ἄκρας τῆς δεξιᾶς χειρὸς
20λαμπρὸν αʹ, 〈ἐπ’〉 ἀγκῶνος αʹ, 〈ἐπ’〉 ἄκρας χειρὸς ἀριστερᾶς αʹ, ἐν ᾗ τὴν κεφαλὴν δοκεῖ τῆς Γοργόνος ἔχειν· 〈ἐπὶ τῆς κεφαλῆς τῆς Γοργόνος αʹ, ἐπὶ τῆς κοιλίας αʹ, ἐπὶ τοῦ δεξιοῦ ἰσχίου λαμπρὸν αʹ, ἐπὶ〉 δεξιοῦ μηροῦ λαμπρὸν αʹ, 〈ἐπὶ〉 γόνατος αʹ, 〈ἐπ’〉 ἀντικνημίου αʹ, 〈ἐπὶ
25ποδὸς αʹ ἀμαυρόν, ἐπ’ ἀριστεροῦ μηροῦ αʹ, ἐπὶ γόνατος αʹ, ἐπ’ ἀντικνημίου βʹ〉, περὶ τοὺς Γοργόνος πλοκάμους
γʹ· 〈τοὺς πάντας ιθʹ〉· ἡ δὲ κεφαλὴ [ηʹ], ἡ δ’ ἅρπη, [ἔχουσα εʹ], ἄναστρος ὁρᾶται, διὰ δὲ νεφελώδους συ‐ στροφῆς δοκεῖ τισιν ὁρᾶσθαι.

1

.

23

Πλειάδος. Ἐπὶ τῆς ἀποτομῆς τοῦ Ταύρου τῆς καλουμένης ῥάχεως 〈ἡ〉 Πλειάς ἐστιν· συνηγμένης δ’ αὐτῆς εἰς ἀστέρας ἑπτά, λέγουσιν εἶναι τῶν Ἄτλαντος θυγατέ‐
5ρων, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ αἱ ἑπτά, ἀλλ’ αἱ ἕξ· τὸ δὲ αἴτιον οὕτω πως λέγεται. τὰς μὲν γὰρ 〈ἕξ〉 φασι θεοῖς μιγῆναι, τὴν δὲ μίαν θνη‐ τῷ· τρεῖς μὲν οὖν μιγῆναι Διί, Ἠλέκτραν ἐξ ἧς Δάρ‐ δανος, Μαῖαν ἐξ ἧς Ἑρμῆς, Ταϋγέτην ἐξ ἧς Λακεδαί‐
10μων· Ποσειδῶνι δὲ δύο μιγῆναι, Ἀλκυόνην ἐξ ἧς Ὑριεύς, Κελαινὼ ἐξ ἧς Λύκος· Στερόπη δὲ λέγεται Ἄρει μιγῆναι, ἐξ ἧς Οἰνόμαος ἐγένετο· Μερόπη δὲ Σισύφῳ θνητῷ, διὸ παναφανής ἐστιν. μεγίστην δ’ ἔχουσι δόξαν ἐν τοῖς ἀνθρώποις ἐπισημαίνουσαι καθ’
15ὥραν. θέσιν δὲ ἔχουσιν εὖ μάλα κείμεναι κατὰ τὸν
Ἵππαρχον τριγωνοειδοῦς σχήματος.

1

24R[12]

〈Π〉ερὶ τῆς Λύρας. Αὕτη ἐνάτη κεῖται καί ἐστι Μουσῶν· κατεσκευ‐ άσθη δὲ τὸ μὲν πρῶτον
5ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν· ἔσχε δὲ χορδὰς ἑπτὰ ἢ ἀπὸ τῶν ζʹ πλανητῶν ἢ τῶν Ἀτλαντίδων· μετέλαβε
10δ’ αὐτὴν Ἀπόλλων καὶ συναρμοσάμενος ᾠδὴ〈ν Ὀρφεῖ〉 παρέδωκεν, 〈ὃς Καλλιόπης υἱὸς ὤν〉, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς
15χορδὰς 〈ἐννέα〉 ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ καὶ προη‐ γεῖται ἐπὶ πλέον 〈ἐν〉 τοῖς ἀνθρώποις [οὕτω] δοξαζό‐ μενος οὕτως ὥστε 〈καὶ ὑπό‐
20ληψιν〉 ἔχειν περὶ αὐτοῦ τοιαύτην ὡς θηρία κηλεῖν διὰ τῆς ᾠδῆς· διὰ δὲ τὴν γυναῖκα εἰς Ἅιδου καταβὰς καὶ ἰδὼν τὰ ἐκεῖ οἷα ἦν
25τὸν μὲν Διόνυσον οὐκ ἐτίμα, ὑφ’ οὗ ἦν δεδοξα‐ σμένος, τὸν δὲ Ἥλιον μέ‐ γιστον τῶν θεῶν ἐνόμισεν, ὃν καὶ Ἀπόλλωνα προση‐
30γόρευσεν· ἐπεγειρόμενός τε τὴν νύκτα κατὰ τὴν ἑω‐ θινὴν ἐπὶ τὸ ὄρος τὸ κα‐ λούμενον Πάγγαιον 〈ἀνι‐ ὼν〉 προσέμενε τὰς ἀνατο‐
35λάς, ἵνα ἴδῃ 〈τὸν Ἥλιον〉 πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν
40ποιητής· αἳ διέσπασαν αὐ‐ τὸν καὶ τὰ μέλη ἔρριψαν χωρὶς ἕκαστον· αἱ δὲ Μοῦ‐ σαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς καλουμένοις Λει‐
45βήθροις. 〈τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστε‐ ρίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον τε‐

1

24R[12]

(50)

θῇ ἐν τοῖς ἄστροισ〉· τοῦ δ’ ἐπινεύσαντος οὕτως ἐτέ‐ θη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου 〈συμπτώ‐ ματι δυομένη καθ’ ὥραν〉.

1

25R[13]

〈Π〉ερὶ τοῦ Ὄρνιθος. Οὗτος ὁ μέγας καλεῖται, ὃν κύκνῳ εἰκάζουσιν· τούτῳ Ζεὺς ὁμοιωθεὶς κα‐
5τέπτη εἰς Ῥαμνοῦντα τῆς Ἀττικῆς, κἀκεῖ Νέμεσιν ἔφθειρεν· ἐκείνη δὲ ᾠὸν ἔτεκεν, ἐξ οὗ γεννηθῆναι, ὡς Κρα‐
10τῖνος ἱστόρησε, τὴν Ἑλέ‐ νην· διὰ δὲ τὸ μὴ μετα‐ μορφωθῆναι ἀλλ’ οὕτως εἰς οὐρανὸν ἀναπτῆναι τὸν τύπον τοῦ κύκνου ἔχοντα
15τοῦτον καὶ ἔθηκεν ἐπὶ τῶν
ἄστρων διιπτάμενον.Column end || Page end

1

24D

Λύρας. Αὕτη ἐνάτη κεῖται ἐν τοῖς ἄστροις, ἔστι δὲ Μου‐ σῶν· κατεσκευάσθη δὲ τὸ
5μὲν πρῶτον ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν, ἔσχε δὲ χορδὰς ἑπτὰ ἀπὸ τῶν Ἀτλαντίδων. μετέλαβε δὲ
10αὐτὴν Ἀπόλλων καὶ συν‐ αρμοσάμενος ᾠδὴν Ὀρφεῖ ἔδωκεν, ὃς Καλλιόπης υἱὸς ὤν, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς χορδὰς ἐννέα
15ἀπὸ τοῦ τῶν Μουσῶν ἀρι‐ θμοῦ καὶ προήγαγεν ἐπὶ πλέον ἐν τοῖς ἀνθρώποις δοξαζόμενος οὕτως ὥστε
καὶ ὑπόληψιν ἔχειν περὶ
20αὐτοῦ τοιαύτην ὅτι 〈τὰ δένδρα〉 καὶ τὰς πέτρας καὶ τὰ θηρία ἐκήλει διὰ τῆς ᾠδῆς·
ὃς
25τὸν μὲν Διόνυσον οὐκ ἐτίμα, τὸν δὲ Ἥλιον μέγιστον τῶν θεῶν ἐνόμιζεν εἶναι, ὃν καὶ Ἀπόλλωνα προση‐
30γόρευσεν· ἐπεγειρόμενός τε τῆς νυκτὸς κατὰ τὴν ἑω‐ θινὴν ἐπὶ τὸ ὄρος τὸ κα‐ λούμενον Πάγγαιον 〈ἀνι‐ ὼν〉 προσέμενε τὰς ἀνατο‐
35λάς, ἵνα ἴδῃ τὸν Ἥλιον πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳ‐
40διῶν ποιητής· αἵτινες αὐ‐ τὸν διέσπασαν καὶ τὰ μέλη διέρριψαν χωρὶς ἕκαστον·
αἱ δὲ Μοῦσαι συναγαγοῦ‐ σαι ἔθαψαν ἐπὶ τοῖς λεγο‐
45μένοις Λειβήθροις. τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστερίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον

1

24D

(50)

τεθῇ ἐν τοῖς ἄστροις· τοῦ δὲ ἐπινεύσαντος οὕτως ἐτέθη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου συμπτώματι δυομένη καθ’ ὥραν.
55 Ἔχει δὲ ἀστέρας ἐπὶ τῶν κτενῶν ἑκατέρων αʹ, ἐφ’ ἑκατέρου πήχεως ἀκρωτῆρι ὁμοίως αʹ, ἐφ’ ἑκατέρων ὤμων αʹ, ἐπὶ ζυγοῦ αʹ,
60ἐπὶ τοῦ πυθμένος αʹ, λευ‐ κὸν καὶ λαμπρόν· τοὺς πάντας ηʹ.

1

25D

Κύκνου. Οὗτός ἐστιν ὁ καλού‐
μενος μέγας, ὃν κύκνῳ εἰκάζουσιν· λέγεται δὲ τὸν
5Δία ὁμοιωθέντα τῷ ζῴῳ τούτῳ Νεμέσεως ἐρασθῆ‐ ναι, ἐπεὶ αὐτὴ πᾶσαν ἤμειβε μορφήν, ἵνα τὴν παρθενίαν φυλάξῃ, καὶ
10τότε κύκνος γέγονεν· οὕτω καὶ αὐτὸν ὁμοιωθέντα τῳ ὀρνέῳ τούτῳ καταπτῆναι εἰς Ῥαμνοῦντα τῆς Ἀττι‐ κῆς, κἀκεῖ τὴν Νέμεσιν
15φθεῖραι· τὴν δὲ τεκεῖν ᾠόν, ἐξ οὗ ἐκκολαφθῆναι καὶ γενέσθαι τὴν Ἑλένην, ὥς φησι Κρατῖνος ὁ ποιη‐ τής. καὶ διὰ τὸ μὴ μετα‐
20μορφωθῆναι αὐτόν, ἀλλ’ οὕτως ἀναπτῆναι εἰς τὸν οὐρανόν, καὶ τὸν τύπον τοῦ κύκνου ἔθηκεν ἐν τοῖς ἄστροις· ἔστι δὲ ἱπτάμενος
25οἷος τότε ἦν. Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν
τῆς κεφαλῆς λαμπρὸν αʹ, ἐπὶ τοῦ τραχήλου λαμπρὸν αʹ, ἐπὶ τῆς δεξιᾶς πτέρυ‐
30γος εʹ, 〈ἐπὶ τῆς ἀριστερᾶς εʹ〉, ἐπὶ τοῦ σώματος αʹ, ἐπὶ τοῦ ὀρθοπυγίου αʹ, ὅς ἐστι μέγιστος· 〈τοὺς πάν‐ τας ιδʹ〉.

1

.

26

Ὑδροχόου. Οὗτος δοκεῖ κεκλῆσθαι ἀπὸ τῆς πράξεως Ὑδροχόος. ἔχων γὰρ ἕστηκεν οἰνοχόην καὶ ἔκχυσιν πολλὴν ποιεῖ‐ ται ὑγροῦ. λέγουσι δέ τινες αὐτὸν εἶναι τὸν Γανυ‐
5μήδην, ἱκανὸν ὑπολαμβάνοντες σημεῖον εἶναι τὸ ἐσχη‐ ματίσθαι τὸ εἴδωλον οὕτως ὥσπερ ἂν οἰνοχόον χέειν. ἐπάγονται δὲ καὶ τὸν ποιητὴν μάρτυρα, διὰ τὸ λέγειν αὐτὸν ὡς ἀνεκομίσθη οὗτος πρὸς τὸν Δία κάλλει ὑπερ‐ ενέγκας ἵνα οἰνοχοῇ, ἄξιον κρινάντων αὐτὸν τῶν
10θεῶν, καὶ ὅτι τέτευχεν ἀθανασίαν τοῖς ἀνθρώποις ἄγνωστον οὖσαν· ἡ δὲ γινομένη ἔκχυσις εἰκάζε‐ ται τῷ νέκταρι ὃ καὶ ὑπὸ τῶν θεῶν πίνεται, εἰς μαρ‐ τύριον τῆς εἰρημένης πόσεως τῶν θεῶν ὑπολαμβάνοντες τοῦτο εἶναι.
15Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ἀμαυροὺς βʹ, ἐφ’
ἑκατέρων ὤμων αʹ, ἀμφοτέρους μεγάλους, ἐφ’ ἑκατέρῳ ἀγκῶνι αʹ, ἐπ’ ἄκρας χειρὸς δεξιᾶς λαμπρὸν αʹ, ἐφ’ ἑκατέρου μαστοῦ αʹ, ὑπὸ τοὺς μαστοὺς ἑκατέρωθεν αʹ, 〈ἐπ’〉 ἀριστεροῦ ἰσχίου αʹ, 〈ἐφ’〉 ἑκατέρου γόνατος αʹ,
20〈ἐπὶ〉 δεξιᾶς κνήμης αʹ, ἐφ’ ἑκατέρῳ ποδὶ αʹ· 〈τοὺς πάντας ιζʹ〉· ἡ δὲ ἔκχυσις τοῦ ὕδατός ἐστιν ἐξ ἀστέ‐ ρων λαʹ ἔχουσα ἀστέρας βʹ, οἵ εἰσι λαμπροί.

1

.

27

Αἰγόκερω. Οὗτός ἐστι τῷ εἴδει ὅμοιος τῷ Αἰγίπανι· ἐξ ἐκείνου δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῇ κεφαλῇ· ἐτιμήθη δὲ διὰ τὸ σύντροφον εἶναι
5τῷ Διί, καθάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν φησιν, ὅτι ἐν τῇ Ἴδῃ συνῆν αὐτῷ, ὅτε ἐπὶ τοὺς Τι‐ τᾶνας ἐστράτευσεν. οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ᾧ τοὺς συμμάχους καθώπλισε διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον· παραλαβὼν
10δὲ τὴν ἀρχὴν 〈ὁ Ζεὺσ〉 ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐν τῇ θαλάσσῃ 〈εὑρεῖν〉 παράσημον ἔχει ἰχθύος 〈οὐράν〉. Ἔχει δ’ ἀστέρας ἐφ’ ἑκατέρου κέρατος αʹ, 〈ἐπὶ τοῦ μυκτῆρος αʹ〉 λαμπρόν, ἐπὶ τῆς κεφαλῆς βʹ, 〈ὑπὸ〉
15τράχηλον αʹ, 〈ἐπὶ〉 στήθους βʹ, 〈ἐπ’〉 ἐμπροσθίου
ποδὸς αʹ, 〈ἐπ’ ἄκρου ποδὸς αʹ, ἐπὶ〉 ῥάχεως ζʹ, 〈ἐπὶ〉 γαστρὸς εʹ, 〈ἐπ’〉 οὐρᾶς βʹ λαμπρούς· τοὺς πάντας κδʹ.

1

.

28

Τοξότου. Οὗτός ἐστιν ὁ Τοξότης, ὃν οἱ πλεῖστοι λέγουσι Κένταυρον εἶναι, ἕτεροι δ’ οὔ φασι διὰ τὸ μὴ τετρα‐ σκελῆ αὐτὸν ὁρᾶσθαι, ἀλλ’ ἑστηκότα καὶ τοξεύοντα·
5Κενταύρων δὲ οὐδεὶς τόξῳ κέχρηται· οὗτος δ’ ἀνὴρ ὢν σκέλη ἔχει ἵππου καὶ κέρκον καθάπερ οἱ Σάτυροι· διόπερ αὐτοῖς ἀπίθανον ἐδόκει εἶναι, ἀλλὰ μᾶλλον Κρότον τὸν Εὐφήμης τῆς τῶν Μουσῶν τροφοῦ υἱόν· οἰκεῖν δ’ αὐτὸν καὶ διαιτᾶσθαι ἐν τῷ Ἑλικῶνι· ὃν
10καὶ αἱ Μοῦσαι τὴν τοξείαν εὑράμενον τὴν τροφὴν ἀπὸ τῶν ἀγρίων ἔχειν ἐποίησαν, καθάπερ φησὶ Σωσί‐ θεος· συμμίσγοντα δὲ ταῖς Μούσαις καὶ ἀκούοντα αὐ‐ τῶν ἐπισημασίαις ἐπαινέσαι κρότον ποιοῦντα· τὸ γὰρ τῆς φωνῆς ἀσαφὲς ἦν ὑπὸ ἑνὸς κρότου σημαινόμενον,
15ὅθεν ὁρῶντες τοῦτον καὶ οἱ ἄλλοι ἔπραττον τὸ αὐτό· διόπερ αἱ Μοῦσαι δόξης χάριν τυχοῦσαι τῇ τούτου βουλήσει ἠξίωσαν τὸν Δία ἐπιφανῆ αὐτὸν ποιῆσαι ὅσιον ὄντα, καὶ οὕτως ἐν τοῖς ἄστροις ἐτέθη τῇ τῶν χειρῶν χρήσει, τὴν τοξείαν προσλαβὼν σύσσημον· ἐν
20δὲ τοῖς ἀνθρώποις ἔμεινεν ἡ ἐκείνου πρᾶξις· ὅ ἐστι καὶ 〈τὸ〉 πλοῖον αὐτοῦ μαρτύριον ὅτι ἔσται σαφὴς οὐ μόνον τοῖς ἐν χέρσῳ ἀλλὰ καὶ τοῖς ἐν πελάγει. διό‐ περ οἱ γράφοντες αὐτὸν Κένταυρον διαμαρτάνουσιν.
Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς βʹ, ἐπὶ τοῦ τόξου
25βʹ, ἐπὶ τῆς ἀκίδος βʹ, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος αʹ, 〈ἐπ’〉 ἄκρας χειρὸς αʹ, ἐπὶ τῆς κοιλίας λαμπρὸν αʹ, 〈ἐπὶ〉 ῥάχεως βʹ, 〈ἐπὶ〉 κέρκου αʹ, ἐπ’ ἐμπροσθίου γόνατος αʹ, ἐφ’ ὁπλῆς αʹ, 〈ἐπ’ ὀπισθίου γόνατος αʹ〉· τοὺς πάν‐ τας ιεʹ· τοὺς δὲ λοιποὺς ζʹ ἀστέρας ὑπὸ τὸ σκέλος· ὅμοιοι
30δέ εἰσι τῶν ὀπισθίων μὴ δεικνυμένων ὅλων φανερῶν.

1

.

29

Ὀιστοῦ. Τοῦτο τὸ βέλος ἐστὶ τοξικόν, ὅ φασιν εἶναι Ἀπόλ‐ λωνος, ᾧ τε δὴ τοὺς Κύκλωπας τῷ Διὶ κεραυνὸν ἐργασαμένους ἀπέκτεινε δι’ Ἀσκληπιόν· ἔκρυψε δὲ
5αὐτὸ ἐν Ὑπερβορείοις οὗ καὶ ὁ ναὸς ὁ πτέρινος. λέ‐ γεται δὲ πρότερον ἀπενηνέχθαι ὅτε τοῦ φόνου αὐτὸν ὁ Ζεὺς ἀπέλυσε καὶ ἐπαύσατο τῆς παρὰ Ἀδμήτῳ λα‐ τρείας, περὶ ἧς λέγει Εὐριπίδης ἐν τῇ Ἀλκήστιδι. δοκεῖ δὲ τότε ἀνακομισθῆναι ὁ ὀιστὸς μετὰ τῆς καρ‐
10ποφόρου Δήμητρος διὰ τοῦ ἀέρος· ἦν δὲ ὑπερμεγέθης. ὡς Ἡρακλείδης ὁ Ποντικός φησιν ἐν τῷ περὶ δικαιο‐ σύνης· ὅθεν εἰς τὰ ἄστρα τέθεικε τὸ βέλος ὁ Ἀπόλλων εἰς ὑπόμνημα τῆς ἑαυτοῦ μάχης καταστερίσας. Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ἄκρου αʹ, κατὰ τὸ μέσον
15αʹ ἀμαυρόν, ἐπὶ τοῦ χηλώματος βʹ· εὐσημότατος δ’
ἐστὶν ὁ εἷς· οἱ πάντες δʹ.

1

.

30

Ἀετοῦ. Οὗτός ἐστιν ὁ Γανυμήδην ἀνακομίσας εἰς οὐρανὸν τῷ Διί, ὅπως ἔχῃ οἰνοχόον. ἔστι δὲ ἐν τοῖς ἄστροις, δι’ ὅσον καὶ πρότερον, ὅτε οἱ θεοὶ τὰ πτηνὰ διεμερί‐
5ζοντο, τοῦτον ἔλαχεν ὁ Ζεύς. μόνον δὲ τῶν ζῴων ἀνθήλιον ἵπταται ταῖς ἀκτῖσιν οὐ ταπεινούμενον· ἔχει δὲ τὴν ἡγεμονίαν ἁπάντων· ἐσχημάτισται δὲ διαπεπτα‐ μένος τὰς πτέρυγας ὡς ἂν καθιπτάμενος. Ἀγλαοσθέ‐ νης δέ φησιν ἐν τοῖς Ναξικοῖς γενόμενον τὸν Δία ἐν
10Κρήτῃ καὶ κατὰ κράτος ζητούμενον, δὶς ἐκκλαπέντα, ἐκεῖθεν ἐκκλαπῆναι καὶ ἀχθῆναι εἰς Νάξον, ἐκτρα‐ φέντα δὲ καὶ γενόμενον ἐν ἡλικίᾳ τὴν τῶν θεῶν βα‐ σιλείαν κατασχεῖν· ἐξορμῶντος δὲ ἐκ τῆς Νάξου ἐπὶ τοὺς Τιτᾶνας καὶ ἀετὸν αὐτῷ φανῆναι συνιόντα, τὸν
15δὲ οἰωνισάμενον ἱερὸν αὑτοῦ ποιήσασθαι [κατηστερι‐ σμένον] καὶ διὰ τοῦτο τῆς ἐν οὐρανῷ τιμῆς ἀξιω‐ θῆναι. Ἔχει δὲ ἀστέρας δʹ, ὧν ὁ μέσος ἐστὶ λαμπρός.

1

.

31

Δελφῖνος. Οὗτος ἐν τοῖς ἄστροις λέγεται τεθῆναι δι’ αἰτίαν
τοιαύτην. τοῦ Ποσειδῶνος βουλομένου τὴν Ἀμφιτρί‐ την λαβεῖν [εἰς] γυναῖκα, εὐλαβηθεῖσα ἐκείνη ἔφυγε πρὸς
5τὸν Ἄτλαντα, διατηρῆσαι τὴν παρθενίαν σπεύδουσα. ὡς δὲ καὶ αἱ πλεῖσται Νηρηίδες ἐκρύπτοντο κεκρυμ‐ μένης ἐκείνης, πολλοὺς ὁ Ποσειδῶν ἐξέπεμψε μαστῆρας, ἐν οἷς καὶ τὸν δελφῖνα· πλανώμενος δὲ κατὰ τὰς νή‐ σους τοῦ Ἄτλαντος, περιπεσὼν αὐτῇ προσαγγέλλει καὶ
10ἄγει πρὸς Ποσειδῶνα· ὁ δὲ γήμας αὐτὴν μεγίστας τι‐ μὰς ἐν τῇ θαλάσσῃ αὐτῷ ὥρισεν, ἱερὸν αὐτὸν ὀνο‐ μάσας εἶναι καὶ εἰς τὰ ἄστρα αὐτοῦ σύστημα ἔθηκεν. ὅσοι δ’ ἂν αὐτῷ τῷ Ποσειδῶνι χαρίσασθαι θέλωσιν, ἐν τῇ χειρὶ ποιοῦσιν ἔχοντα τὸν δελφῖνα τῆς εὐεργε‐
15σίας μεγίστην δόξαν αὐτῷ ἀπονέμοντες. λέγει δὲ περὶ αὐτοῦ καὶ Ἀρτεμίδωρος ἐν ταῖς ἐλεγείαις ταῖς περὶ Ἔρωτος αὐτῷ πεποιημέναις [βίβλοις]. Ἔχει δ’ ἀστέρας ἐπὶ τοῦ στόματος αʹ, ἐπὶ τῆς λο‐ φίας βʹ, ἐπὶ τῶν πρὸς τῇ κοιλίᾳ πτερύγων γʹ, 〈ἐπὶ〉
20νώτου αʹ, 〈ἐπ’〉 οὐρᾶς βʹ· τοὺς πάντας θʹ. λέγεται δὲ καὶ φιλόμουσον εἶναι τὸ ζῷον διὰ τὸ ἀπὸ τῶν Μουσῶν τὸν ἀριθμὸν ἔχειν τῶν ἀστέρων.

1

.

32

Ὠρίωνος. Τοῦτον Ἡσίοδός φησιν Εὐρυάλης τῆς Μίνωος καὶ
Ποσειδῶνος εἶναι, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὥστε ἐπὶ τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ τῆς γῆς. ἐλ‐
5θόντα δὲ αὐτὸν εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος βιάσασθαι οἰνωθέντα, γνόντα δὲ τὸν Οἰνοπίωνα καὶ χαλεπῶς ἐνεγκόντα τὴν ὕβριν ἐκτυφλῶσαι αὐτὸν καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον ἀλη‐ τεύοντα Ἡφαίστῳ συμμῖξαι, ὃς αὐτὸν ἐλεήσας δίδωσιν
10αὐτῷ Κηδαλίωνα τὸν αὑτοῦ [οἰκεῖον] οἰκέτην, ὅπως ὁδηγῇ [καὶ ἡγῆται αὐτοῦ]· ὃν λαβὼν ἐπὶ τῶν ὤμων ἔφερε σημαίνοντα τὰς ὁδούς· ἐλθὼν δ’ ἐπὶ τὰς ἀνατολὰς καὶ Ἡλίῳ συμμίξας δοκεῖ ὑγιασθῆναι καὶ οὕτως ἐπὶ τὸν Οἰνοπίωνα ἐλθεῖν πάλιν, τιμωρίαν αὐτῷ
15ἐπιθήσων· ὁ δὲ ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν ἐκείνου ζήτησιν ἀπῆλθεν εἰς Κρήτην καὶ περὶ τὰς θήρας διῆγε κυνηγετῶν τῆς Ἀρτέμιδος παρούσης καὶ τῆς Λητοῦς, καὶ δοκεῖ ἀπειλήσασθαι ὡς πᾶν θηρίον ἀνελεῖν τῶν ἐπὶ τῆς γῆς γιγνομένων· θυ‐
20μωθεῖσα δὲ αὐτῷ 〈ἡ〉 Γῆ ἀνῆκε σκορπίον εὐμεγέθη, ὑφ’ οὗ τῷ κέντρῳ πληγεὶς ἀπώλετο· ὅθεν διὰ τὴν αὐ‐ τοῦ ἀνδρίαν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκεν ὁ Ζεὺς ὑπὸ Ἀρτέμιδος καὶ Λητοῦς ἀξιωθείς, ὁμοίως καὶ τὸ θηρίον τοῦ εἶναι μνημόσυνον [καὶ] τῆς πράξεως.
25ἄλλοι δέ φασιν αὐξηθέντα τοῦτον ἐρασθῆναι τῆς Ἀρτέμιδος, τὴν δὲ τὸν σκορπίον ἀνενεγκεῖν κατ’ αὐ‐
τοῦ, ὑφ’ οὗ κρουσθέντα ἀποθανεῖν, τοὺς δὲ θεοὺς ἐλεήσαντας αὐτὸν ἐν οὐρανῷ καταστερίσαι καὶ τὸ θη‐ ρίον εἰς μνημόσυνον τῆς πράξεως.
30 Ἔχει δ’ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς γʹ ἀμαυρούς, ἐφ’ ἑκατέρῳ ὤμῳ λαμπρὸν αʹ, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος 〈ἀμαυρὸν〉 αʹ, ἐπ’ ἄκρας χειρὸς 〈ὁμοίως ἀμαυρὸν〉 αʹ [ἀμαυροὺς βʹ], ἐπὶ τῆς ζώνης γʹ, ἐπὶ τοῦ ἐγχειριδίου γʹ λαμπρούς, ἐφ’ ἑκατέρῳ γόνατι λαμπρὸν αʹ, ἐφ’ ἑκα‐
35τέρῳ ποδὶ ὁμοίως λαμπρὸν αʹ· 〈τοὺς πάντας ιζʹ〉.

1

.

33

Κυνός. Περὶ τούτου ἱστορεῖται ὅτι ἐστὶν ὁ δοθεὶς Εὐρώπῃ φύλαξ μετὰ τοῦ ἄκοντος· ἀμφότερα δὲ ταῦτα Μίνως ἔλαβε καὶ ὕστερον ὑπὸ Πρόκριδος ὑγιασθεὶς ἐκ νόσου
5ἐδωρήσατο αὐτῇ, μετὰ δὲ χρόνον Κέφαλος ἀμφοτέρων αὐτῶν ἐκράτησε διὰ τὸ εἶναι Πρόκριδος ἀνήρ· ἦλθε δὲ εἰς τὰς Θήβας ἐπὶ τὴν ἀλώπεκα ἄγων αὐτόν, εἰς ἣν λόγιον ἦν ὑπὸ μηδενὸς ἀπολέσθαι· οὐκ ἔχων οὖν ὅ τι ποιῆσαι ὁ Ζεὺς τὴν μὲν ἀπελίθωσε, τὸν δὲ εἰς τὰ
10ἄστρα ἀνήγαγεν ἄξιον κρίνας. ἕτεροι δέ φασιν αὐτὸν εἶναι κύνα Ὠρίωνος καὶ περὶ τὰς θήρας γινο‐ μένῳ συνέπεσθαι, καθάπερ καὶ τοῖς κυνηγετοῦσι πᾶσι τὸ ζῷον συναμύνασθαι δοκεῖ τὰ θηρία· ἀναχθῆναι δὲ αὐτὸν εἰς τὰ ἄστρα κατὰ τὴν τοῦ Ὠρίωνος ἀναγωγήν,
15καὶ τούτου εἰκότως γεγονότος διὰ τὸ μηδὲν ἀπολείπειν τῶν συμβεβηκότων Ὠρίωνι. Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς [ἢ γλώττης] αʹ 〈ὃς Ἶσις καλεῖται〉, ὃν καὶ Σείριον καλοῦσι· μέγας δ’ ἐστὶ καὶ λαμπρός· τοὺς δὲ τοιούτους ἀστέρας οἱ
20ἀστρολόγοι Σειρίους καλοῦσι διὰ τὴν τῆς φλογὸς κί‐ νησιν· 〈ἐπὶ δὲ τῆς γλώττης αʹ λαμπρόν, ὃς Κύων κα‐ λεῖται, ἐπὶ τοῦ τραχήλου βʹ〉, ἐφ’ ἑκατέρου ὤμου αʹ ἀμαυρόν, 〈ἐπὶ〉 στήθους βʹ, ἐπ’ ἐμπροσθίου ποδὸς γʹ, 〈ἐπὶ τῆς ῥάχεως γʹ, ἐπὶ〉 κοιλίας βʹ, ἐπὶ τοῦ ἀριστε‐
25ροῦ ἰσχίου αʹ, 〈ἐπ’〉 ἄκρῳ ποδὶ αʹ, ἐπὶ δεξιοῦ ποδὸς αʹ, 〈ἐπὶ〉 κέρκου αʹ, τοὺς πάντας κʹ.

1

.

34

Λαγωοῦ. Οὗτός ἐστιν ὁ ἐν τῇ καλουμένῃ κυνηγίᾳ εὑρεθείς· διὰ δὲ τὴν ταχυτῆτα τοῦ ζῴου ὁ Ἑρμῆς δοκεῖ θεῖναι
αὐτὸν ἐν τοῖς ἄστροις· μόνον δὲ τῶν τετραπόδων δοκεῖ
5κύειν πλείονα, ὧν τὰ μὲν κύει τὰ δ’ ἔχει ἐν τῇ κοιλίᾳ, καθάπερ Ἀριστοτέλης ὁ φιλόσοφος λέγει ἐν τῇ περὶ τῶν ζῴων πραγματείᾳ. Ἔχει δὲ ἀστέρας ἐφ’ ἑκατέρων ὠτίων αʹ, ἐπὶ τοῦ σώματος γʹ, ὧν ὁ ἐπὶ τῆς ῥάχεως λαμπρός, ἐφ’ ἑκατέ‐
10ρων ὀπισθίων ποδῶν αʹ· 〈τοὺς πάντας ζʹ〉.

1

.

35

Ἀργοῦς. Αὕτη διὰ τὴν Ἀθηνᾶν ἐν τοῖς ἄστροις ἐτάχθη, πρώτη γὰρ αὕτη ναῦς κατεσκευάσθη [καὶ ἀρχῆθεν ἐτε‐ κτονήθη], φωνήεσσα δὲ γενομένη πρώτη τὸ πέλαγος
5διεῖλεν ἄβατον ὄν, ἵν’ ᾖ τοῖς ἐπιγινομένοις παράδειγμα σαφέστατον. εἰς δὲ τὰ ἄστρα ἀνετέθη τὸ εἴδωλον οὐχ ὅλον αὐτῆς, οἱ δ’ οἴακές εἰσιν ἕως τοῦ ἱστοῦ σὺν τοῖς πηδαλίοις, ὅπως ὁρῶντες οἱ τῇ ναυτιλίᾳ χρώ‐ μενοι θαρρῶσιν ἐπὶ τῇ ἐργασίᾳ, αὐτῆς τε ἡ δόξα ἀγή‐
10ρατος διαμείνῃ οὔσης ἐν τοῖς θεοῖς. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς πρύμνης δʹ, ἐφ’ ἑνὶ πη‐ δαλίῳ εʹ, καὶ 〈ἐπὶ〉 τῷ ἑτέρῳ δʹ, 〈ἐπὶ〉 στυλίδος ἄκρας γʹ, 〈ἐπὶ〉 καταστρώματι εʹ, ὑπὸ τρόπιν ϛʹ, παραπλη‐
σίους ἀλλήλοις· 〈τοὺς πάντας κζʹ〉.

1

.

36

Κήτους. Τοῦτό ἐστιν ὃ Ποσειδῶν ἐπέπεμψε Κηφεῖ διὰ τὸ Κασσιέπειαν ἐρίσαι περὶ κάλλους ταῖς Νηρηίσιν. Περ‐ σεὺς δ’ αὐτὸ ἀνεῖλε, καὶ διὰ τοῦτο εἰς τὰ ἄστρα ἐτέθη
5ὑπόμνημα τῆς πράξεως αὐτοῦ· ἱστορεῖ δὲ ταῦτα Σο‐ φοκλῆς ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν τῇ Ἀνδρομέδᾳ. Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ οὐραίου βʹ λαμπρούς, ἀπὸ δὲ τῆς οὐρᾶς ἕως τοῦ κυρτώματος τοῦ κενεῶνος εʹ, ὑπὸ τὴν κοιλίαν ϛʹ· τοὺς πάντας ιγʹ.

1

.

37

Ποταμοῦ. Οὗτος ἐκ τοῦ ποδὸς τοῦ Ὠρίωνος τοῦ ἀριστεροῦ τὴν ἀρχὴν ἔχει· καλεῖται δὲ κατὰ μὲν τὸν Ἄρατον Ἠριδανός· οὐδεμίαν δὲ ἀπόδειξιν περὶ αὐτοῦ φέρει·
5ἕτεροι δέ φασι δικαιότατον αὐτὸν εἶναι Νεῖλον· μόνος γὰρ οὗτος ἀπὸ μεσημβρίας τὰς ἀρχὰς ἔχει. πολλοῖς δὲ ἄστροις διακεκόσμηται. ὑπόκειται δὲ αὐτῷ καὶ ὁ καλούμενος ἀστὴρ Κάνωβος, ὃς ἐγγίζει τῶν πηδαλίων τῆς Ἀργοῦς· τούτου δὲ οὐδὲν ἄστρον κατώτερον φαί‐
10νεται, διὸ καὶ Περίγειος καλεῖται. Ἔχει δὲ ἀστέρας [ἐπὶ τῆς κεφαλῆς αʹ,] ἐπὶ τῇ
πρώτῃ καμπῇ γʹ, ἐπὶ τῇ δευτέρᾳ γʹ, ἐπὶ τῆς τρίτης ἕως τῶν ἐσχάτων ζʹ, ἅ φασιν εἶναι τὰ στόματα τοῦ Νείλου· τοὺς πάντας ιγʹ.

1

38R[1]

〈Περὶ τοῦ Ἰχθύος.〉 〈Ο〉ὗτός ἐστιν ὁ μέγας καλούμενος Ἰχθύς, ὃν κάμ‐ πτειν λέγουσι τὸ ὕδωρ ἀπὸ
5τῆς τοῦ Ὑδροχόου ἐκχύ‐ σεως· ἱστορεῖται δ’ οὗτος, ὡς Κτησίας φησί, πρότε‐ ρον ἐν λίμνῃ τινὶ κατὰ τὴν Βαμβύκην εἶναι· ἐμ‐
10πεσούσης δὲ τῆς Δερκετοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συρίαν ὠνόμασαν θεόν, οὗτος δο‐ κεῖ σῶσαι αὐτήν· τούτου
15δὲ καὶ τοὺς δύο φασὶν Ἰχθύας ἐγγόνους εἶναι· οὓς πάντας δι’ ἐκείνην Ἀφρο‐ δίτης οὖσαν θυγατέρα καὶ ἐτίμησαν καὶ ἐν τοῖς ἄστροις
20ἔθηκαν· ποιοῦσι δὲ οἱ τὴν χώραν ἐκείνην κατοικοῦν‐ τες χρυσοῦς τε καὶ ἀργυ‐ ροῦς ἰχθύας καὶ ὡς ἱεροὺς τιμῶσι τελείαν περὶ τοῦ
25συμπτώματος τιμήν.

1

39R[2]

〈Π〉ερὶ τοῦ Θυτηρίου. Τοῦτό ἐστιν ἐν ᾧ πρῶ‐ τον οἱ θεοὶ τὴν συνωμο‐ σίαν ἔθεντο, ὅτε ἐπὶ τὸν
5Κρόνον ὁ Ζεὺς ἐστράτευσε Κυκλώπων κατασκευασάν‐ των ἔχοντος τοῦ πυρὸς κάλυμμα ὅπως μὴ ἴδωσι τὴν τοῦ κεραυνοῦ δύναμιν·
10ἐπιτυχόντες δὲ τῆς πρά‐ ξεως ἔθηκαν καὶ εἰς τοὺς ἀνθρώπους αὐτὸ κατα‐ σκεύασμα ἐφ’ ᾧ θύουσιν οἱ κοινωνίαν ἀλλήλοις προ‐
15αιρούμενοι, ἔν τε τοῖς ἀγῶσι καὶ τοῖς ** ὀμνύειν βουλό‐ μενοι ὡς δικαιοτάτην πί‐ στιν τιθέντες καὶ τῇ χειρὶ ἐφάπτονται τῇ δεξιᾷ μαρ‐
20τύριον εὐγνωμοσύνης ἡγού‐ μενοι τοῦτο· ὁμοίως δὲ καὶ οἱ μάντεις ἐπὶ τούτῳ θύουσιν ὅταν βούλωνται
ἀσφαλέστερον ἰδεῖν.Column end || Page end

1

38D

Ἰχθύος. Οὗτός ἐστιν ὁ μέγας καλούμενος Ἰχθύς, ὃν κάμ‐ πτειν λέγουσι τὸ ὕδωρ τῆς
5τοῦ Ὑδροχόου ἐκχύ‐ σεως· ἱστορεῖται δὲ περὶ τούτου, ὥς φησι Κτησίας, εἶναι πρότερον ἐν λίμνῃ τινὶ κατὰ τὴν Βαμβύκην·
10ἐμπεσούσης δὲ τῆς Δερκε‐ τοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συ‐ ρίαν θεὸν ὠνόμασαν, 〈τοῦ‐ τον σῶσαι αὐτήν〉. τούτου
15καὶ τοὺς δύο φασὶν Ἰχθύας ἐγγόνους εἶναι, οὓς πάν‐ τας ἐτίμησαν καὶ ἐν τοῖς
ἄστροις ἔθηκαν. Ἔχει δὲ ἀστέρας ιβʹ, ὧν
20τοὺς ἐπὶ τοῦ ῥύγχους λαμ‐ προὺς γʹ.

1

39D

Θυτηρίου. Τοῦτό ἐστιν ἐφ’ ᾧ πρῶ‐ τον οἱ θεοὶ τὴν συνωμοσίαν ἔθεντο, ὅτε ἐπὶ Κρόνον ὁ
5Ζεὺς ἐστράτευσεν. ἐπιτυχόντες δὲ τῆς πρά‐ ξεως ἔθηκαν καὶ αὐτὸ ἐν τῷ οὐρανῷ εἰς μνημόσυ‐ νον· ὃ καὶ εἰς τὰ συμπό‐
10σια οἱ ἄνθρωποι φέρουσι
καὶ θύουσιν οἱ κοινωνεῖν ἀλλήλοις προαιρούμενοι καὶ ὀμνύειν καὶ τῇ χειρὶ ἐφά‐ πτονται τῇ δεξιᾷ μαρτύ‐
15ριον εὐγνωμοσύνης τοῦτο ἡγούμενοι. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς ἐσχαρίδος βʹ, ἐπὶ τῆς βά‐ σεως βʹ· τοὺς πάντας δʹ.

1

.

40

Κενταύρου. Οὗτος δοκεῖ Χείρων εἶναι ὁ ἐν τῷ Πηλίῳ οἰκή‐ σας, δικαιοσύνῃ δὲ ὑπερενέγκας πάντας ἀνθρώπους καὶ παιδεύσας Ἀσκληπιόν τε καὶ Ἀχιλλέα· ἐφ’ ὃν Ἡρα‐
5κλῆς δοκεῖ ἐλθεῖν δι’ ἔρωτα, ᾧ καὶ συνεῖναι ἐν τῷ ἄντρῳ τιμῶν τὸν Πᾶνα. μόνον δὲ τῶν Κενταύρων οὐκ ἀνεῖλεν, ἀλλ’ ἤκουεν αὐτοῦ, καθάπερ Ἀντισθένης φησὶν ὁ Σωκρατικὸς ἐν τῷ Ἡρακλεῖ. χρόνον δὲ ἱκα‐
νὸν ὁμιλούντων αὐτῶν ἐκ τῆς φαρέτρας αὐτοῦ βέλος
10ἐξέπεσεν εἰς τὸν πόδα τοῦ Χείρωνος καὶ οὕτως ἀπο‐ θανόντος αὐτοῦ ὁ Ζεὺς διὰ τὴν εὐσέβειαν καὶ τὸ σύμπτωμα ἐν τοῖς ἄστροις ἔθηκεν αὐτόν. ἔστι δὲ τὸ Θηρίον ἐν ταῖς χερσὶ πλησίον τοῦ Θυτηρίου· ὃ δοκεῖ προσφέρειν θύσων, ὅ ἐστι μέγιστον σημεῖον τῆς
15εὐσεβείας αὐτοῦ. Ἔχει δὲ ἀστέρας ὑπεράνω τῆς κεφαλῆς ἀμαυροὺς γʹ, ἐφ’ ἑκατέρων τῶν ὤμων λαμπρὸν αʹ, 〈ἐπ’〉 ἀριστε‐ ροῦ ἀγκῶνος αʹ, 〈ἐπ’〉 ἄκρας χειρὸς αʹ, ἐπὶ μέσου τοῦ ἱππείου στήθους αʹ, ἐφ’ ἑκατέρων τῶν ἐμπροσθίων
20ὁπλῶν αʹ, 〈ἐπὶ〉 ῥάχεως δʹ, 〈ἐπὶ〉 κοιλίας βʹ λαμπρούς, 〈ἐπὶ〉 κέρκου γʹ, ἐπὶ τοῦ ἱππείου ἰσχίου αʹ λαμπρόν, ἐφ’ ἑκατέρων τῶν ὀπισθίων γονάτων αʹ, ἐφ’ ἑκατέρας ὁπλῆς αʹ· τοὺς πάντας κδʹ. ἔχει δὲ καὶ ἐν ταῖς χερσὶ τὸ λεγόμενον Θηρίον, οὗ ποιοῦσι τὸ σχῆμα τετράγω‐
25νον. τινὲς δὲ ἀσκόν φασιν αὐτὸ εἶναι οἴνου, ἐξ οὗ σπένδει τοῖς θεοῖς ἐπὶ τὸ Θυτήριον. ἔχει δὲ αὐτὸ ἐν τῇ δεξιᾷ χειρί, ἐν δὲ τῇ ἀριστερᾷ θύρσον. ἔχει δὲ ἀστέρας τὸ Θηρίον ἐπὶ τῆς κέρκου βʹ, ἐπ’ ἄκρου τοῦ ὀπισθίου ποδὸς λαμπρὸν αʹ, 〈μεταξὺ ἀμφοτέρων τῶν
30ποδῶν αʹ, ἐπὶ τῆς ῥάχεως λαμπρὸν αʹ〉, ἐπὶ τοῦ ἐμ‐ προσθίου ποδὸς αʹ λαμπρόν, καὶ ὑπ’ αὐτὸν αʹ, ἐπὶ τῆς
κεφαλῆς γʹ· τοὺς πάντας ιʹ.

1

41R[4]

〈Π〉ερὶ τοῦ Ὕδρου ἐφ’ ᾧ Κρατὴρ καὶ Κόραξ. 〈Τ〉οῦτο τὸ ἄστρον κοι‐ νόν ἐστιν ἀπὸ πράξεως γε‐
5γονὸς ἐναργοῦς. τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστου γὰρ θεοῦ ὄρνεόν ἐστιν· θυσίας δὲ γενομένης τοῖς θεοῖς
10σπονδὴν πεμφθεὶς κομίσαι ἀπὸ κρήνης τινός, ἦν πρό‐ τερον μὲν ἁγιωτάτη πρὶν ἢ τὸν οἶνον φανῆναι, ἰδὼν συκῆν παρὰ τὴν κρήνην
15[ἐρινεοὺς] ὀλίνθους ἔχου‐ σαν ἔμεινεν ἕως πεπαν‐ θῶσιν. μεθ’ ἡμέρας δὲ ἱκανὰς ἐπιτελεσθέντων τού‐ των φαγὼν συκῶν αἰσθό‐
20μενος τὸ ἁμάρτημα ἐξαρ‐ πάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε τοῦτον σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ’ ἡμέραν τὸ
25γιγνόμενον ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπι‐ γνοὺς τὰ ὄντα τῷ μὲν κό‐ ρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν
30τὸν χρόνον τοῦτον διψῆν, καθάπερ Ἀριστοτέλης εἴ‐ ρηκεν ἐν τοῖς περὶ θηρίων, καὶ Ἀρχέλαος δέ φησιν ὁμοίως ἐν τοῖς Ἰδιοφυέσιν.

1

42R[5]

〈Π〉ερὶ τοῦ Προκυνός. 〈Π〉ροκύων καλεῖται ***
λέγεται δὲ διὰ τὸ φιλοκύνηγον αὐτῷ τῷ
5Ὠρίωνι παρατεθῆναι· καὶ γὰρ Λαγωὸς ἐχόμενος καὶ ἄλλα θηρία παρ’ αὐτόν
〈συνορᾶται〉Column end || Page end

1

41D

Ὕδρου ἐν ᾧ Κρατ〈ὴρ καὶ Κόραξ.〉 Τοῦτο τὸ ἄστρον κοινόν ἐστιν ἀπὸ πράξεως γεγο‐
5νὸς ἐναργοῦς· τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστῳ γὰρ τῶν θεῶν ὄρνεόν ἐστιν ἀνακείμενον· θυσίας δὲ
10γινομένης τοῖς θεοῖς σπον‐ δὴν πεμφθεὶς ἐνέγκαι ἀπὸ κρήνης τινός,
ἰδὼν παρὰ τὴν κρήνην συκῆν
15ὀλίνθους ἔχουσαν ἔμεινεν ἕως πεπανθῶσιν· μεθ’ ἱκα‐ νὰς δὲ ἡμέρας πεπανθέν‐ των τούτων καὶ φαγὼν τῶν συκῶν αἰσθόμενος τὸ
20ἁμάρτημα ἐξαρπάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ’ ἡμέραν τὸ γιγνόμενον
25ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπιγνοὺς τὰ γε‐ νόμενα τῷ μὲν κόρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν τοῦτον τὸν
30χρόνον διψῆν, καθάπερ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ θηρίων· μνημόνευμα δὲ δώσων τῆς εἰς θεοὺς ἁμαρτίας
35σαφές, εἰκονίσας ἐν τοῖς ἄστροις ἔθηκεν εἶναι τόν τε Ὕδρον καὶ 〈τὸν Κρα‐ τῆρα καὶ τὸν Κόρακα〉 μὴ δυνάμενον πιεῖν καὶ μὴ
40προσελθεῖν. Ἔχουσι δ’ ἀστέρας ὁ μὲν Ὕδρος ἐπ’ ἄκρας τῆς κεφαλῆς γʹ λαμπρούς, ἐπὶ
τῆς πρώτης καμπῆς ϛʹ,
45λαμπρὸν δὲ—αʹ τὸν ἔσχατον, ἐπὶ τῆς δευτέρας καμπῆς γʹ, ἐπὶ τῆς τρίτης δʹ, ἐπὶ τῆς τετάρτης βʹ, ἀπὸ τῆς εʹ καμπῆς μέχρι τῆς

1

41D

(50)

κέρκου θʹ ἀμαυρούς· τοὺς πάντας κζʹ. Ἔστι δὲ καὶ ἐπὶ τῆς κέρκου ὁ Κόραξ βλέπων εἰς δυσμάς· ἔχει δ’ ἀστέρας
55ἐπὶ τοῦ ῥύγχους ἀμαυρὸν αʹ, ἐπὶ τῆς πτέρυγος βʹ, ἐπὶ τοῦ ὀρθοπυγίου βʹ, ἐφ’ ἑκατέρων ποδῶν ἄκρων αʹ· τοὺς πάντας ζʹ.
60 Τούτου δὲ ἱκανὸν ἀπέ‐ χων ἀπὸ τῆς καμπῆς ὁ Κρατὴρ κεῖται ἐγκεκλιμένος πρὸς τὰ γόνατα τῆς Παρ‐ θένου· ἔχει δὲ ἀστέρας ὁ
65Κρατὴρ ἐπὶ τοῦ χείλους βʹ, 〈ὑφ’ ἑκάτερα τὰ ὦτα βʹ〉 ἀμαυρούς, ἐπὶ τὸ μέσον βʹ, καὶ παρὰ τῷ πυθμένι
βʹ· τοὺς πάντας ιʹ.

1

42D

Προκυνός. Οὗτός ἐστιν ὁ πρὸ τοῦ μεγάλου Κυνός· Προκύων δὲ λέγεται ὡς πρὸ τοῦ
5κυνός· Ὠρίωνος δὲ κύων ἐστίν· λέγεται γὰρ διὰ τὸ φιλοκύνηγον αὐτὸν εἶναι παρατεθῆναι τοῦτον αὐτῷ· καὶ γὰρ Λαγωὸς ἐχόμενος
10καὶ ἄλλα θηρία παρ’ αὐτὸν συνορᾶται. Ἔχει δὲ ἀστέρας γʹ, ὧν εἷς ὁ πρῶτος [ἀνατέλλει] λαμπρός· καὶ ποιεῖ ὁμοιό‐
15τητα τοῦ κυνός· διὸ καὶ Προκύων καλεῖται, καὶ πρό‐ τερος ἀνατέλλει καὶ δύνει
ἐκείνου.

2

P

Τὰ δὲ μετὰ ταῦτα ἄστρα γίνεται ἐν τῷ ζῳδιακῷ κύκλῳ, ὃν ὁ Ἥλιος διαπορεύεται ἐν ιβʹ μησίν, διόπερ καὶ τὰ ζῴδια τούτου ἰσάριθμά ἐστιν.

2

.

43

[Πλανῆται.] Περὶ τῶν πέντε ἀστέρων τῶν καλουμένων πλανη‐ τῶν διὰ τὸ κίνησιν ἔχειν ἰδίαν αὐτούς. Λέγονται [δὲ] θεῶν εἶναι πέντε. πρῶτον μὲν Διός,
5Φαίνοντα, μέγαν. ὁ δεύτερος ἐκλήθη μὲν Φαέθων οὐ μέγας· οὗτος ὠνομάσθη ἀπὸ τοῦ Ἡλίου. ὁ δὲ τρίτος Ἄρεως. Πυροειδὴς δὲ καλεῖται, οὐ μέγας, τὸ χρῶμα ὅμοιος τῷ ἐν τῷ Ἀετῷ. ὁ δὲ τέταρτος Φωσφόρος, Ἀφροδίτης, λευκὸς τῷ χρώματι. πάντων δὲ μέγιστός
10ἐστι τούτων τῶν ἄστρων. ὃν καὶ Ἕσπερον καὶ Φωσ‐ φόρον καλοῦσιν. πέμπτος δὲ Ἑρμοῦ, Στίλβων, λαμ‐ πρὸς καὶ μικρός· τῷ δὲ Ἑρμῇ ἐδόθη διὰ τὸ πρῶτον αὐτὸν τὸν διάκοσμον ὁρίσαι τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων τὰς τάξεις καὶ τὰς ὥρας μετρῆσαι καὶ ἐπιση‐
15μασιῶν καιροὺς δεῖξαι. Στίλβων δὲ καλεῖται διὰ τὸ
φαντασίαν τοιαύτην αὐτὸν ποιεῖν.

3

.

44

Γαλαξίας. Οὗτος γίνεται ἐν τοῖς φαινομένοις κύκλοις, ὃν προσ‐ αγορεύεσθαί φασι Γαλαξίαν· οὐ γὰρ ἐξῆν τοῖς Διὸς υἱοῖς τῆς οὐρανίου τιμῆς μετασχεῖν εἰ μή τις αὐτῶν
5θηλάσειε τὸν τῆς Ἥρας μαστόν. διόπερ φασὶ τὸν Ἑρμῆν ὑπὸ τὴν γένεσιν ἀνακομίσαι τὸν Ἡρακλέα καὶ προσσχεῖν αὐτὸν τῷ τῆς Ἥρας μαστῷ, τὸν δὲ θηλά‐ ζειν· ἐπινοήσασαν δὲ τὴν Ἥραν ἀποσείσασθαι αὐτόν, καὶ οὕτως ἐκχυθέντος τοῦ περισσεύματος ἀποτελεσθῆναι
10τὸν Γαλαξίαν κύκλον.