TLG 0221 004 :: EUPHORION :: Epigrammata

EUPHORION Epic.
(Chalcidensis: 3 B.C.)

Epigrammata

Dup. partim 0221 001 (frr. 140–141)

Citation: Book — epigram — (line)

6

.

279

(p1)

ΕΥΦΟΡΙΩΝΟΣ
1Πρώτας ὁππότ’ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας, Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην. ἀντὶ δέ οἱ πλοκαμῖδος, Ἑκηβόλε, κάλλος ἐπείη ὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξόμενος.

7

.

651

(p1)

ΕΥΦΟΡΙΩΝΟΣ
1Οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ’ ὀστέα κεῖνα καλύπτει οὐδ’ ἡ κυάνεον γράμμα λαβοῦσα πέτρη· ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·
5ἀντὶ δ’ ἐγὼ ξενίης Πολυμήδεος ἡ κεινὴ χθὼν
ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.