TLG 0221 001 :: EUPHORION :: Fragmenta

EUPHORION Epic.
(Chalcidensis: 3 B.C.)

Fragmenta

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 29–34, 36–47, 49–56, 58.

  • frr. 2–5, 8–14, 16–17, 21, 23–25, 30, 33–35, 38, 40–44, 46–48, 50–54, 57–61, 63–66, 73–75, 77–96, 98, 103–104, 107–108, 110–114, 118–125, 127–141, 145, 149–154, 157–162, 175–176 + tituli
  • frr. 48, 63, 86, 130: Dup. partim 0221 002 (frr. 418, 426, 428, 429)
  • frr. 140–141: Dup. 0221 004

Citation: Fragment — (line)

1

(t)

Ἀλέξανδρος

2

(t)

Ἄνιος
1Ἷκτο μὲν ἐς Δωδῶνα Διὸς φηγοῖο προφῆτιν, ἵκετο δ’ ἐς Πυθῶνα καὶ ἐς γλαυκῶπα Προνοίην.

3

(t)

Ἀντιγραφαὶ πρὸς Θεοδωρίδαν
1Ζὰψ δὲ ποτὶ σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει.

t4-7

Ἀπολλόδωρος

4

Ποικιλόνους δὲ μέλαθρον ... ὀρχίλος ἔπτη
Κυζίκου, ὃν δ’ ἤεισε κακὸν γάμον ἐχθομένη κρέξ.29

5

Καί τις Ἀπολλό‐ δωρος ........ ἐφ’ υἱέα Λειοφόωντος

t8-9

Ἀραὶ ἢ Ποτηριοκλέπτης

8

Ὅστις μευ κελέβην Ἀλυβηίδα μοῦνος ἀπηύρα30

9

[
...] ὄπισθε [
...]α φέροιτο [ ...]θι κάππεσε λύχνου [ ]α κατὰ Γλαυκώπιον Ἕρσῃ,
5[οὕνεκ’ Ἀθ]ηναίης ἱερὴν ἀνελύσατο κίστην [δεσποίν]ης. Ἢ ὅσσον ὁδοιπόροι ἐρρήσσοντο, [Σκε]ίρων ἔνθα πόδεσσι̣ν̣ ἀεικέα μήδετο χύτλα [ο]ὐ̣κ ἐπὶ δήν· Αἴθρης γὰρ ἀλοιηθεὶς ὑπὸ παιδὶ νωιτέρης χέλυος πύματος ἐλιπήνατο λαιμόν.
10Ἢ καί νιν σφεδανοῖο τανυσσαμένη ἀπὸ τόξου Ταιναρίη λοχίῃσι γυναικῶν ἐμπελάτειρα Ἄρτεμις ὠδίνεσσιν ἑῷ ταλάωρι μετάσποι. Ὀκχοίη δ’ Ἀχέροντι βαρὺν λίθον Ἀσκαλάφοιο, τόν οἱ χωσαμένη γυίοις ἐπιήραρε Δηώ,
15μαρτυρίην ὅτι μοῦνος ἐθήκατο Φερσεφονείῃ.31

10

(t)

Ἀρτεμίδωρος
1Δαῖμον, ὃς Ἀμφιλύσοιο ῥόον ...

t11

Γέρανος

11

(t)

(Incertum)
1Ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.

12

(t)

Δημοσθένης
1Δαίμονος ἱλάοιο

t13-18

Διόνυσος

13

Ἐν πυρὶ Βάκχον δῖον ὑπὲρ φιάλης ἐβάλοντο.

14

Ὕῃ ταυροκέρωτι Διωνύσῳ κοτέσασα Ῥειώνη 〈ἄμυδισ〉 βλαψίφρονα φάρμακα χεῦεν,
ὅσς’ ἐδάη Πολύδαμνα, Κυτηϊὰς ἢ ὅσα Μήδη.32

16

Ἄκτιος Αἰγεύς

17

Ἴχνος ἂν Ὠρυχίοισιν ἐν ἕρκεσιν ὀκλάσσαιντο.

t19-20

Διόνυσος Κεχηνώς33

21

(t)

Ἐπικήδειον εἰς Πρωταγόραν
1Τῷ καὶ μέτρια μέν τις ἐπὶ φθιμένῳ ἀκάχοιτο, μέτρια καὶ κλαύσειεν· ἐπεὶ καὶ πάμπαν ἄδακρυν Μοῖραι ἐσικχήναντο.

t22-22b

Ἡσίοδος

t23-29

Θρᾷξ

23

Τὸν μὲν ἄρ’ ἐκ φλοίσβου Ἀσβώτιοι ὦκα φέροντες ὑστάτιον ῥύσαντο κονισαλέῃσιν ἐθείραις ἵπποι καλὰ νάουσαν ἐπορνύμενοι Φυσάδειαν.

24

Ἀνέρος ἀρράτοι〈ο〉 φόωσδ’ ἀνὰ Κέρβερον ἄξων

25

Τύμβος ὑπὸ κνημοῖσι πολυσχεράδος Μυκόνοιο34

t30-31

Ἱππομέδων

30

Τοῖος γὰρ Κυχρεῖος ἐνὶ ψαφαρῇ Σαλαμῖνι

32

(t)

Ἱστία· Ἴναχος

33

(t)

Κλήτωρ
1Αὐλίς τ’ Ὠρωπός τε καὶ Ἀμφιάρεια λοετρά36

t34-36

Μοψοπία ἢ Ἄτακτα

34

Ἀκτῆς δὲ παροίτερα φωνηθείσης· οἳ μὲν δὴ ἐνέπουσι καὶ Ἀσίδα κικλῄσκεσθαι, οἳ δὲ Ποσειδάωνος ἐπώνυμον αὐδηθῆναι.

35a,b

Οἷοι ἐπιθύουσι βοῶν λίες. κάπροι τε λίες τε.

35c

Εὔμολπος Δόλιχός τε καὶ Ἱπποθόων μεγάθυμος

37

(t)

Ξένιος

t38-39

Πολυχάρης

38

Ἢ καὶ Γαιζῆται περὶ δείρεα χρυσοφορεῦντες37

t40-43

Ὑάκινθος

40

Πορφυρέη ὑάκινθε, σὲ μὲν μία φῆμις ἀοιδῶν Ῥοιτείῃς ἀμάθοισι δεδουπότος Αἰακίδαο εἴαρος ἀντέλλειν γεγραμμένα κωκύουσαν.

41

Πλευρά τε καὶ θώρηκα διήρικεν ἰνίου ἄχρις.

42

Τό ῥά οἱ δάνος ὤπασεν Ἕκτωρ.

43

Κώκυτός 〈τοι〉 μοῦνος ἀφ’ ἕλκεα νίψεν Ἄδωνιν.

t44-45

Φιλοκτήτης

44

Τὸν δ’ ἐκάλυψε θάλασσα λιλαιόμενον βιότοιο, καί οἱ πήχεες ἄκρον ὑπερφαίνοντο ταθέντες ἀχρεῖ’ ἀσπαίροντος ἅλις Δολοπιονίδαο δυστήνου· ζωὴν δὲ μεθ’ ὕδατος ἔκβαλε πᾶσαν
5χεῖρας ὑπερπλάζων, ἅλμη δ’ ἔκλυσσεν ὀδόντας.38

t46-49

Χιλιάδες

46

Καὶ Ψίλιν Ἀσκάνιόν τε ...... Ναυαίθοιο

47

Δαίμων .... σαιτο φιλοπλοκάμοισι Δυμαίναις

48

Ζηνὸς Χαονίοιο προμάντιες ηὐδάξαντο.

t50-174

Incertae Sedis Fragmenta

50

Τῆς μὲν †τῶν, ὅσσα φύει εὐδείελος αἶα, ἢ φυτὸν ἢ ποίην, ὅτεῳ ἐχρίμψατο λύθρον,
ὡς πυρὶ καρφόμενα ψαφαρῇ ἰνδάλλετο τέφρῃ.39

51

Αι̣π̣[... ξανθὸς δ̣[... καί οἱ δειμαίνοντ̣[ι ... ταρφέες ἀφλοισμῷ δ̣ι̣ [..
5Οἱ δ’ ὄπιθεν λασίῃ ὑπὸ γαστέρι πεπ[τηῶτες] οὐραῖοι λιχμῶντο περὶ πλευρῇσι δρ̣ά̣[κοντες,] ἐν καί οἱ βλεφάροις κυάνῳ ἠστράπτετ̣ο̣ν̣ [ὄσσε. Ἦ που θερμάστραις ἤ που Μελιγουνίδι τοῖαι μαρμαρυγαί, αἴρῃσιν ὅτε ῥήσσοιτο σίδηρος,
10ἠέρ’ ἀναθρῴσκουσι (βοᾷ δ’ εὐήλατος ἄκμων), ἢ Αἴτνην ψολόεσσαν, ἐναύλιον Ἀστερόποιο. Ἵκετο μὴν Τίρυνθα παλιγκότῳ Εὐρυσθῆι ζωὸς ὑπὲξ Ἀίδαο δυώδεκα λοῖσθος ἀέθλων· καί μιν ἐνὶ τριόδοισι πολυκρίθοιο Μιδείης
15ταρβαλέαι σὺν παισὶν ἐθηήσαντο γυναῖκες.

52

Χαλκείῃ ἀκάτῳ βουπληθέος ἐξ Ἐρυθείης

53

Αἳ καὶ ἀναμπέχονοι γυμνοῖς ποσὶν ἠύτε δοῦλαι ἠοῖαι σαίρεσκον Ἀθηναίης περὶ βωμὸν
νόσφι κρηδέμνοιο, καὶ εἰ βαρὺ γῆρας ἱκάνοι.40

54

Ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τ’ ἐκάλεσσαν Αἰακὸν οὐκ ἀβοηθὶ περὶ κρήδεμνα δέμοντες.

57

Ἐς Φθίην χιλοῖο κατήϊε πάμπαν ἄπαστος· τούνεκα Μυρμιδόνες μιν Ἀχιλέα φημίξαντο.

58

Ἥ οἱ Μούνιτον υἷα τέκε πλομένῳ ἐνὶ ὥρῳ ἀλλά ἑ Σιθονίῃ τε καὶ ἐν κνημοῖσιν Ὀλύνθου
ἀγρώσσονθ’ ἅμα πατρὶ πελώριος ἔκτανεν ὕδρος41

59

Οἳ πλόον ἠρνήσαντο καὶ ὅρκους Αἰγιαλήων.

60

Αὖλίν τέ σφ’ ἄγαγον

61

Πεσσά 〈τε〉 Ναυπλιάδαο

63

Πολλάκι οὑ κλισίῃσι Πυληγενέεσσί τε νηυσὶν ἐννύχιοι πίλναντο νόσων ἅπερ ἰητῆρος.

64

Ὅς ῥά τε πᾶσιν ἔικτο θαλάσσιος ἠύτε Πρωτεύς.

65

Οὐ γὰρ Ἀλήσιοί ἐστε.

66

Οἳ δ’ οὔπω Σιμόεντος Ἀχαιίδας ἄρσαμεν ἵππους.42

73

Δίρφυν ἀνὰ τρηχεῖαν ὑπ’ Εὐβοίῃ κεκόνιστο.

74

Μυσοῖο παρ’ ὕδασιν Ἀσκανίοιο

75

Χθιζόν μοι κνώσσοντι παρ’ Ἀργανθώνιον αἶπος43

77

Ἀποπρὸ δὲ Βέβρυκα πύκτην

78

Δωροφόροι καλεοίαθ’ ὑποφρίσσοντες ἄνακτας

79

Ἠοῖ δ’ Εὐάρχοιο φερεκλεὲς ἀμφὶ ῥέεθρον

80

Ὁπλοτέρου τ’ Ἀχιλῆος ἀκούομεν Εὐρυλόχοιο, Δελφίδες ᾧ ὕπο καλὸν Ἰήϊον ἀντεβόησαν 〈Κρῖσαν〉 πορθήσαντι, Λυκωρέος οἰκία Φοίβου.

81

Θιβρήν τε Σεμίραμιν44

82

Κακώτερε Καλλικόωντος

83

Ἠδ’ ὅσσα προτέροισιν ἀείδεται Εὐρυβάτοισιν.

84

Κλαίοντες δέ τε κοῦρον ἐπ’ ἀγχιάλοις πιτύεσσι κάτθεσαν, ὁκκόθε δὴ στεφάνωμ’ ἄθλοις φορέοντο· οὐ γάρ πω τρηχεῖα λαβὴ καταμήσατο χειρῶν Μήνης παῖδα χάρωνα παρ’ Ἀσωποῦ γενετείρῃ,
5ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο.

85

Ἄστεα Δυρραχίης τε καὶ ἔθνεα Ταυλαντίνων

86

Ὀθνεῖον Περσεῖ τελέων γάμον Εὐρυμέδοντι45

87

Ὀρχομενὸν Χαρίτεσσιν ἀφαρέσιν ὀρχηθέντα

88

Πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα.

89

Ὑετόμαντις ὅτε κρώξειε κορώνη.

90

Οὕνεκα δή μιν ἶφι βιησαμένῳ Ἑλένη ὑπεγείνατο Θησεῖ.

91

Ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης

92

Τέκνον, μὴ σύ γε μητρὸς ἀπ’ ἀνθερεῶνας ἀμήσῃς, ἠελίους ἥτις σε τριηκοσίους ἐφόρησα, τέκνον, ὑπὸ ζώνῃ, φοβερὰς δ’ ὠδῖνας ἀνέτλην ἐς φάος ἐρχομένου, λαρὸν δ’ ἐπὶ χείλεσι πρώτη
5μαστὸν ἐπισχομένη λευκῷ ς’ ἔψισα γάλακτι.

93

Φοιταλέος διὰ πᾶσαν ἄδην ἐπάτησε κοθόρνῳ.46

94

Προπρὸ δέ μιν δασπλῆτες ὀφειλομένην 〈ἄγον〉 οἶμον 〈γήλοφον εἰσ〉 ἀργῆτα θυγατριδέαι Φόρκυνος Εὐμενίδες ναρκίσσου ἐπιστεφέες πλοκαμῖδας.

95a,b

Οὗτος μὲν Ζωστὴρ Φοίβου πέδον

96

Ὄφρα κε μαντεύοιτο μεθ’ υἱάσι Βοιωτοῖο, τόν ῥα Ποσειδάωνι δαμασσαμένῳ τέκεν Ἄρνη, Βοιωτὸν δ’ ὀνόμηνε· τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις.

98

Πύραμον ἠχήεντα, πόλιν δ’ ἐκτίσσατο Μαλλόν, ἧς πέρι δῆριν ἔθεντο κακοφράδες ἀλλήλοισι Μόψος τ’ Ἀμφίλοχός τε, καὶ ἄκριτα δηρινθέντες
μουνὰξ ἀλλίστοιο πύλας ἔβαν Ἀϊδονῆος.47

103

Οὖπις ἀμαλλοφόρος

104

Οὐδὲ νεογνοὶ παῖδες ἐδιζήσαντο πελώριον Ὠρίωνα.

107

Ἀλλ’ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα, τήν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ, ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσεσθαι ἔμελλε νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην.

108

Κεβληγόνου Ἀτρυτώνης49

110

Καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἴδεν ἠλέκτωρα.

111

Στεψαμένη θαλεροῖσι συνήντετο δικτάμνοισι.

112

Ὅσσους εὐρυκόωσα Τυφάονι κύσατο Κητώ.

113

Ἀελλόποδός θ’ ἁρπυίας

114

Βουκολέων Τρηχινίδα Τυμφρηστοῖο αἰπῆς

118

Μοῦσαι ἐποιήσαντο καὶ ἀπροτίμαστος Ὅμηρος50

119

Ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο

120

Δεξιτερὴν ὑπερέσχε καὶ ὀχθηρῆς Γερανείης.

121

Ἥτις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυμαίης

122

Ὠκεανός, τῷ πᾶσα περίρρυτος ἐνδέδεται χθών

123

Πάντῃ δὲ σέθεν κλέος ἀστέμβακτον

124

Ἀτάρμυκτον πρέπεν ὄμμα.

125

Ἀτρέα δῆμον Ἀθηνῶν51

127

Πολύτροφα δάκρυα Βύνης

128

Ἄστυ κατ’ εὐβύριον

129

Οὐδέ τοι εὔωροι θυέων

130

Τῆς οὐδ’ αἴθυιαι οὐδὲ κρυεροὶ καύηκες

131

Ἠὲ πόθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ;

132

〈Κυνηλατέοντοσ〉
αὐτῷ σὺν τελαμῶνι νεοσμήκτῳ τε μαχαίρῃ52

133

Πτῶκες ἀειχλώροισιν ἰαύεσκον μολοθούροις.

134

Ἠπεδαναὶ πέμφιγες ἐπιτρύζουσι θανόντα.

135

Ζεφύρου μέγα ποιφύξαντος

136

Ἐν δὲ πόποις θέσσαντο.

137

Ἀλεξίκακον φύε ῥάμνον.

138

Οἷόν θ’ εἱαμενῆς ὑποκυδέος

139

Λιγνύν τε ψολόεσσαν ἀιδνήεντά τε καπνόν.

t140-141

Epigrammata

140

Πρώτας ὁππότ’ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας, Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην. Ἀντὶ δέ οἱ πλοκαμῖδος, Ἑκηβόλε, καλὸς ἐπείη
ὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξομένῳ.53

141

Οὐχ ὁ τρηχὺς Ἐλαιὸς ἐπ’ ὀστέα κεῖνα καλύπτει οὐδ’ ἡ Κυανέη γράμμα λαχοῦσα Πέτρη· ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπείνης Δρακάνοιο Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·
5ἀντὶ δ’ ἐγὼ ξενίης πολυκηδέος ἡ κεινὴ χθὼν ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.

145

Ἀμπέλινος54

149

Βότρυα

150

Γλαυκῶπις

151

Ἐλλιπέες

152

Ἐνοσίχθων

153a,b

Ἧλ, ἧλι

154

Κηπουρός55

158

Ναυαγός

159

Πεφορινῶσθαι

160

Φλεγεθοίατο

161

Χαμαιεῦναι

162

Αἰγιδόκος56

t175-177

Dubia

175

Καλαὶ μέν ποτ’ ἔσαν, καλαί, φόβαι Εὐτελίδαο· ἀλλ’ αὑτὸν βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ δινῆντ’ ἐν ποταμῷ· τὸν δ’ αὐτίκα νοῦσος ἀεικής ...

176

Τῷ μιν καὶ Περσῆα μετεκλήϊσσαν Ἀχαιοὶ
οὕνεκεν ἄστεα πέρσεν ἀπειρεσίων ἀνθρώπων.58