TLG 0220 002 :: MOERO :: Epigrammata MOERO Epic. Epigrammata Dup. 0220 001 (frr. 2–3) Citation: Book — epigram — (line) | ||
6.119(p1) | ΜΟΙΡΟΥΣ ΒΥΖΑΝΤΙΑΣ | |
1 | Κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας, βότρυ, Διωνύσου πληθόμενος σταγόνι, οὐδ’ ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον. | |
---|---|---|
6.189(p1) | ΜΟΙΡΟΥΣ ΒΥΖΑΝΤΙΑΣ | |
1 | Νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί, χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ | |
εἵσαθ’ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα. |