TLG 0220 001 :: MOERO :: Fragmenta

MOERO Epic.
(Byzantia: 4–3 B.C.)

Fragmenta

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 21–23.

frr. 1–3 + tituli

Citation: Fragment — (line)

1

(t)

Mnemosyne
1Ζεὺς δ’ ἄρ’ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ’ ἄρα τίς νιν ἠείδει μακάρων· ὁ δ’ ἀέξετο πᾶσι μέλεσσι. Τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ ἀμβροσίην φορέουσαι ἀπ’ Ὠκεανοῖο ῥοάων·
5νέκταρ δ’ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇς φορέεσκε ποτὸν Διὶ μητιόεντι. Τῷ καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν. Ὣς δ’ αὔτως τρήρωσι πελειάσιν ὤπασε τιμήν,
10αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσιν.21

t2-3

Ἐλεγεῖα

2

Κεῖσαι δὴ χρυσέας ὑπὸ παστάδι τᾷδ’ Ἀφροδίτας βότρυ, Διωνύσου πληθόμενος σταγόνι· οὐδ’ ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον.

3

Νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί, χαίρετε, καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ εἵσαθ’ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.

4

(t)

Ἀραί22

5

(t)

Ὕμνος εἰς Ποσειδῶνα23