TLG 0219 005 :: RHIANUS :: Fragmenta RHIANUS Epic. Fragmenta Source: FGrH #265. : 3A:65–73. Dup. partim 0219 001 Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3a,265,F1 | STEPH. BYZ. s. Ἀπία (EUST. DION. Per. 414). οὕτως οἱ νεώτεροι τὸ Ἄργος, καὶ τοὺς κατοικοῦντας Ἀπιδόνας, ἀπὸ Ἄπιδος τοῦ Φορωνέως, ὡς Ῥιανὸς ἐν Ἀχαικῶν β· «ὑμετέρη (?) τοι, τέκνα, Φορωνέος Ἰνα〈χίδαο〉 / ἀρ‐ χῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετ’ Ἆπις, / ὅς ῥ’ Ἀπίην | |
5 | ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας». τὸ ἐθνικὸν Ἀπιεύς, δηλῶν τὸν Πελοπον‐ νήσιον .... Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες, ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος .... | |
---|---|---|
3a,265,F2a | —s. Ἄτλαντες· ἔθνος Λιβυκόν· ⟦Ἡρόδοτος δ (184)⟧. ἔστι καὶ 〈Ἀρκαδίασ〉· τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων· Ῥιανὸς [δὲ] ἐν Ἀχαικῶν β. ⟦Ἀτάραντας μετ’ αὐτοὺς εἶναί φησι καὶ Ἄτλαντας· καὶ ὅτι οὐ βλέπουσιν οὗτοι ὀνείρουσ⟧. | |
3a,265,F2b | EUST. DION. Per. 66: καὶ Ῥιανὸς δέ, ὥς φασιν, Ἀτάραντάς τινας ἱστορεῖ, καὶ μετ’ ἐκείνους κεῖσθαι λέγει τοὺς Ἄτλαντας, οἳ καὶ λέγονται μὴ βλέπειν ὀνείρους. | |
3a,265,F3 | —s. Βολίνη· πόλις Ἀχαίας, ὡς Ῥιανὸς ἐν Ἀχαικῶν β. | |
3a,265,F4 | STEPH. BYZ. s. Φαιστός· πόλις Κρήτης .... ἔστι καὶ Ἀχαίας, ὡς Ῥια‐ νὸς ἐν Ἀχαικῶν γ. τὸ ἐθνικὸν ὁμοίως Φαίστιος· ἔστι καὶ ἀπὸ τοῦ Φαιστῖνος Φαιστίνιος. ἔστι καὶ ἄλλη Φαῖστος Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη. | |
3a,265,F5 | STEPH. BYZ. s. Σκόλις· Ἀχαίας πόλις. ὁ πολίτης Σκολιεύς, ὡς Ῥια‐ | |
νὸς ἐν δ Ἀχαικῶν. | 3 | |
3a,265,F6 | SCHOL. APOLL. RHOD. 3, 1—5 c: Ῥιανὸς δὲ ἐν α Ἠλιακῶν φησι μηδὲν διαφέρειν, εἰ μίαν ἐπικαλεῖται τῶν Μουσῶν τις· πάσας γὰρ σημαίνει διὰ μιᾶς. λέγει δὲ οὕτως· «πᾶσαι δ’ εἰσαίουσι, μιῆς ὅτε τοὔνομα λέξεις». | |
3a,265,F7 | STEPH. BYZ. s. Λαπέρσα· θηλυκῶς· ὄρος Λακωνικῆς, οὗ μέμνηται Ῥιανὸς ἐν Ἠλιακῶν α. ἀπὸ τῶν Λαπερσῶν Διοσκούρων. τὸ ἐθνικὸν Λαπερσαῖος. | |
3a,265,F8 | —s. Μελαιναί· πόλις Ἀρκαδίας .... Ῥιανὸς ἐν Ἠλιακῶν α· «Γόρ‐ τυν[αν] Ἡραίαν τε πολυδρύμους τε Μελαινάς». | |
3a,265,F9 | —s. Νώνακρις· πόλις Ἀρκαδίας· Ῥιανὸς ἐν Ἠλιακῶν α. | |
3a,265,F10 | STEPH. BYZ. s. Λιθήσιος· ὁ Ἀπόλλων ἐν τῶι Μαλέα〈ι〉, λίθωι προσ‐ ιδρυμένος ἐκεῖ· Ῥιανὸς Ἠλιακῶν γ. ⟦ὡς γὰρ ἀπὸ τοῦ Μάραθος Μαραθήσιος, οὕτω καὶ τοῦτο⟧. | |
3a,265,F11 | STEPH. BYZ. s. Ἀμυθαονία· μοίρα τῆς Ἤλιδος· ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. | |
3a,265,F12* | STEPH. BYZ. s. Ἐθνέσται· ἔθνος Θεσσαλίας, ἀπὸ Ἐθνέστου τῶν Νεοπτολέμου παίδων ἑνός, ὡς Ῥιανὸς δ καὶ ε (F 20). | |
3a,265,F13 | —s. Ἀρκτᾶνες· .... ἔθνος Ἠπειρωτικόν· Ῥιανὸς ἐν δ Θεσσαλικῶν. | |
3a,265,F14 | —s. Γενοαῖοι· ἔθνος Μολοσσίας, ἀπὸ Γενόου ἄρχοντος αὐτῶν· Ῥι‐ ανὸς δ Θεσσαλικῶν. | |
3a,265,F15 | —s. Δωνεττῖνοι· ἔθνος Μολοσσικόν· Ῥιανὸς δ Θεσσαλικῶν «αὐ‐ τὰρ Δωνεττῖνοι ἰδ’ ὀτρηροὶ Κεραῖνες». καὶ ἐν τῆι ζ (F 21) .... | |
3a,265,F16 | —s. Ὑπαιλόχιοι· ἔθνος Μολοσσικόν· Ῥιανὸς ἐν δ Θεσσαλικῶν. | 65 |
3a,265,F17a | STEPH. BYZ. s. Ἐλινοί· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς δ Θεσσαλικῶν. καὶ Ἐλινία ἡ χώρα. | |
3a,265,F17b | —s. Χαῦνοι· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς δ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». | |
3a,265,F18* | —s. Κέλαιθοι· ἔθνος Θεσπρωτικὸν προσεχὲς τῆι Θετταλίαι· Ῥιανὸς δ. λέγονται καὶ Κελαιθεῖς. | |
3a,265,F19 | —s. Παραυαῖοι· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς ἐν δ Θεσσαλικῶν «σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας». καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι. | |
3a,265,F20 | —s. Συλίονες· ἔθνος Χαονίας, ὡς Ῥιανὸς ἐν δ Θεσσαλικῶν «Συ‐ λίονες δ’ ἕσποντο ὁμοῦ». | |
3a,265,F22 | STEPH. BYZ. s. Δωνεττῖνοι· (F 15) καὶ ἐν τῆι ζ «ἑπτὰ δὲ Δω‐ νεττῖνοι, ἀτὰρ (δυο)καίδεκα Κᾶρες». | |
3a,265,F23 | STEPH. BYZ. s. Ἀρτεμίτα· ⟦νῆσος Τυρρηνικὴ παρὰ τὴν 〈Αἰ〉θάλειαν νῆσον, ὡς Φίλων .... ὁ δὲ Ἀρτεμίδωρός (V) φησιν ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελώιου ποταμοῦ λεγομένη Ἀρτεμίτα ....⟧ ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα· Ῥιανὸς η Θεσσαλικῶν «νήσοις Ὀξείηισι καὶ Ἀρτεμί〈τ〉ηι | |
5 | ἐπέβαλλον». | |
3a,265,F24* | —s. Ὀνθύριον· πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. τὸ ἐθνικὸν Ὀνθυριεύς· Ῥιανὸς η. | |
3a,265,F25 | STEPH. BYZ. s. Φύλλος· πόλις ἐν Θετταλίαι· Στράβων θ (5,14). Ῥιανὸς δὲ Φύλλον θηλυκῶς λέγει ἐν θ Θεσσαλικῶν «οἳ δ’ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον». οἱ οἰκοῦντες Φυλλεῖς. | |
3a,265,F26 | STEPH. BYZ. s. Θαμία· πόλις Θεσσαλίας· Ῥιανὸς ιδ Θεσσαλικῶν. | |
καὶ Θαμίεια. | 66 | |
3a,265,F27* | STEPH. BYZ. s. Τριπόλισσοι· ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τρι‐ πολισσίους καλεῖ Ῥιανὸς ἐν τῶι ιε. | |
3a,265,F28* | STEPH. BYZ. s. Αἰγώνεια· πόλις Μηλιέων· Λυκόφρων (Alex. 903) «ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν»· καὶ Ἑκαταῖος (1 F 132). Ῥιανὸς ιϛ Αἰγώνην αὐτὴν λέγει. | |
3a,265,F29 | SCHOL. A HOM. Il. Β 175: καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῶι ἐν Θεσσαλικοῖς «τοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐυκνήμιδος Ἰτώνης» | |
3a,265,F30a | SCHOL. APOLL. RHOD. 3, 1090b: ἡ Θεσσαλία ἐκαλεῖτο τὸ παλαιὸν Πυρρ〈αί〉α, ὡς Ῥιανός· «Πυρραίην ποτὲ τήν γε παλαιότεροι κα‐ λέεσκον / Πύρρης Δευκαλίωνος ἀπ’ ἀρχαίης ἀλόχοιο· / Αἱ‐ μονίην δ’ ἐξαῦτις ἀφ’ Αἵμονος, ὅν ῥα Πελασγὸς / γείνατο | |
5 | φέρτατον υἱόν· ὁ δ’ αὖ τέκε Θεσσαλὸν Αἵμων, / τοῦ δ’ ἄπο Θεσσαλίην λαοὶ μετεφημίξαντο». οἱ δὲ ἀπὸ Θεσσαλοῦ τοῦ Ἡρακλέους τοῦ Φειδιππ[ίδ]ου πατρὸς μετὰ τὰ Τρωικὰ κληθῆναί φασι. διαιρεῖται δὲ εἰς μέρη δ .... ταῦτα παρατίθεται Ἀπολλόδωρος ἐν Νεῶν καταλόγωι (244 F 164). | |
3a,265,F30b | STEPH. BYZ. s. Αἱμονία· ἡ Θετταλία ἀπὸ Αἵμονος. Αἵμων δὲ υἱὸς μὲν ⟦Χλώρου τοῦ⟧ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς ⟦καὶ ἄλλοι⟧. | |
3a,265,F31 | STEPH. BYZ. s. Ἄγυλλα· πόλις Τυρρηνίας .... κτίσμα τῶν ἐκ Θετ‐ ταλίας Πελασγῶν .... ὁ πολίτης Ἀγυλλαῖος· Ῥιανὸς δὲ Ἀγύλλιον εἶπε χαλκόν. | |
3a,265,F32 | —s. Ἄζωρος· πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων (7, 7, 9), ὑπό τινος ἐκτισμένη Ἀζώρου· λέγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις». ὁ πολίτης Ἀζωρίτης, ὡς Ἀλωρίτης (πόλις δὲ Μακεδονίας καὶ ἡ Ἄλωρος). Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. | |
3a,265,F33 | —s. Ἄμυμνοι· ἔθνος Ἠπειρωτικόν· Ῥιανὸς ** λέγεται καὶ Ἀμυ‐ μναῖος. | |
3a,265,F34 | —s. Ἐχῖνος· πόλις Ἀκαρνανίας, Ἐχίνου κτίσμα. 〈ἔστι καὶ Θεσ‐ σαλίασ〉· Ῥιανὸς «Ἔχιον (?) ἄστυ» ταύτην εἶπεν. | |
3a,265,F35 | —s. Κρηστών· πόλις Θράικης. ἔοικε δὲ εἶναι ἡ Κρηστὼν παρ’ Ἡροδότωι (1, 57) .... ὁ πολίτης Κρηστωναῖος παρὰ Πινδάρωι· Ῥιανὸς δὲ Κρηστωνίους αὐτούς φησιν· Ἑκαταῖος (1 F 153) δὲ Κρηστῶνας ..... | 67 |
3a,265,F36* | STEPH. BYZ. s. Φάληρον· δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς .... ἔστι καὶ πόλις ἐν Ὀπικοῖς· .... ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῆι Οἴτηι, ἣν Ῥιανὸς διὰ τοῦ α γράφει Φάλαρον λέγων, καὶ Φάληρον διὰ τοῦ η. | |
3a,265,F37 | —s. Φαλώρη· πόλις Θετταλίας. ταύτην Ῥιανὸς Φαλωρίαν (?) καλεῖ. τὸ ἐθνικὸν Φαλωρεὺς καὶ Φαλωρίτης (?), ὡς Μαρωνίτης. | |
3a,265,F38 | STEPH. BYZ. s. Ἰρά· ὄρος Μεσσηνίας· Ῥιανὸς ἐν Μεσσηνιανκῶν α. ἔστι καὶ πόλις Μαλιέων ἀπὸ Ἴρου. ἔστι καὶ πόλις Λέσβου. καὶ ἡ παρ’ Ὁμήρωι (Ι 150; 292) «Καρδαμύλην τ’ Ἐνόπην τε καὶ Ἰρήν». | |
3a,265,F39 | STEPH. BYZ. s. Δώτιον· .... τὸ θηλυκὸν Δωτηίς· Ῥιανὸς ἐν δ Μεσ‐ σηνιακῶν «αὐδὴν εἰσάμενος Δωτηί〈δι〉 Νικοτελείηι». | |
3a,265,F40 | STEPH. BYZ. s. Φιγαλε〈ί〉α· πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν ε Μεσ‐ σηνιακῶν «τὴν μὲν ἀνήγετ’ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν». | |
3a,265,F41 | STEPH. BYZ. s. Ἀτάβυρον· ὄρος Ῥόδου· Ῥιανὸς ϛ Μεσσηνιακῶν. | |
3a,265,F42 | PAUSAN. 4, 6, 1: πρὶν δὲ ἢ συγγράφειν με τὸν πόλεμον .... διακρῖναί τι καὶ ἡλικίας [ἔργα] πέρι ἠθέλησα ἀνδρὸς Μεσσηνίου. τὸν γὰρ πόλεμον τοῦτον, γενόμενον μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πρὸς Μεσσηνίους καὶ τοὺς ἐπικούρους, ὀνομασθέντα δὲ .... Μεσσήνιον .... ἀπὸ τῶν συμφορῶν .... Ῥιανός τε | |
5 | ἐν τοῖς ἔπεσιν ἐποίησεν ὁ Βηναῖος καὶ ὁ Πριηνεὺς Μύρων (106 T 1)· λόγοι δὲ πεζοὶ Μύρωνός ἐστιν ἡ συγγραφή. (2) συνεχῶς μὲν δὴ τὰ πάντα ἐξ ἀρχῆς ἐς τοῦ πολέμου τὴν τελευτὴν οὐδετέρωι διήνυσται, μέρος δὲ ὧι ἑκάτερος ἠρέσκετο ὁ μὲν τῆς τε Ἀμφείας τὴν ἅλωσιν καὶ τὰ ἐφεξῆς συνέθηκεν οὐ πρόσω τῆς Ἀριστοδήμου τελευτῆς, Ῥιανὸς δὲ τοῦδε μὲν τοῦ πρώτου τῶν πολέμων οὐδὲ ἥψατο ἀρχήν· ὁπόσα δὲ | |
10 | χρόνωι συνέβη τοῖς Μεσσηνίοις ἀποστᾶσιν ἀπὸ Λακεδαιμο‐ νίων, ὁ δὲ καὶ ταῦτα μὲν οὐ τὰ πάντα ἔγραψε, τῆς μάχης δὲ τὰ | |
ὕστερα ἣν ἐμαχέσαντο ἐπὶ τῆι τάφρωι τῆι καλουμένηι μεγάληι. (3) ἄνδρα † ὅσον οὐ Μεσσήνιον—τούτου γὰρ δὴ ἕνεκα τὸν πάντα ἐποιησάμην 〈περὶ〉 Ῥιανοῦ καὶ Μύρωνος λόγον—Ἀριστομένην, ὃς καὶ πρῶτος καὶ μάλιστα τὸ Μεσσήνης | 68 | |
15 | ὄνομα ἐς ἀξίωμα προήγαγε, τοῦτον τὸν ἄνδρα ἐπεισήγαγε μὲν ὁ Πριηνεὺς ἐς τὴν συγγραφήν, Ῥιανῶι δὲ ἐν τοῖς ἔπεσιν οὐδὲν Ἀριστομένης ἐστὶν ἀφα‐ νέστερος ἢ Ἀχιλλεὺς ἐν Ἰλιάδι Ὁμήρωι. διάφορα οὖν ἐπὶ τοσοῦτον εἰρηκότων, προ〈σ〉έσθαι μὲν τὸν ἕτερόν μοι τῶν λόγων καὶ οὐχ ἅμα ἀμφοτέρους ὑπελείπετο, Ῥιανὸς δέ μοι ποιῆσαι μᾶλλον ἐφαίνετο εἰκότα ἐς τὴν Ἀριστομένους ἡλικίαν. (4) Μύρωνα | |
20 | δὲ ἐπί τε ἄλλοις καταμαθεῖν ἐστιν οὐ προορώμενον εἰ ψευδῆ τε καὶ οὐ πιθανὰ δόξει λέγειν, καὶ οὐχ ἥκιστα ἐν τῆιδε τῆι Μεσσηνίαι συγγραφῆι· πεποίηκε γὰρ ὡς ἀποκτείνειε Θεόπομπον τῶν Λακεδαιμονίων τὸν βασιλέα Ἀριστομένης ὀλίγον πρὸ τῆς Ἀριστοδήμου τελευτῆς· Θεόπομπον δὲ οὔτε μάχης γινομένης οὔτε ἄλλως προαποθανόντα ἴσμεν πρὶν ἢ διαπολεμηθῆ‐ ναι τὸν πόλεμον .... μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου (F 4 D) λέγοντα «ἡμετέ‐ | |
25 | ρωι βασιλῆι θεοῖσι φίλωι Θεοπόμπωι / ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον». ὁ τοίνυν Ἀρι‐ στομένης δόξηι γε ἐμῆι γέγονεν ἐπὶ τοῦ πολέμου τοῦ ὑστέρου· καὶ τὰ ἐς αὐτόν, ἐπειδὰν ἐς τοῦτο ὁ λόγος ἀφίκηται, τηνικαῦτα ἐπέξειμι. | |
3a,265,F43 | PAUSAN. 4, 15: .... οὕτως ἀπέστησαν ἔτει τριακοστῶι μὲν καὶ ἐνάτωι μετὰ Ἰθώμης ἅλωσιν .... (2) ἐν δὲ Λακεδαίμονι οἵ τινες τηνικαῦτα ἔτυχον βασιλεύον‐ τες, Τυρταῖος μὲν τὰ ὀνόματα οὐκ ἔγραψε, Ῥιανὸς δὲ ἐποίησεν ἐν τοῖς ἔπεσι Λεωτυχίδην βασιλέα ἐπὶ τοῦδε εἶναι τοῦ πολέμου. | |
5 | Ῥιανῶι μὲν οὖν ἔγωγε οὐδαμῶς κατά γε τοῦτο συνθήσομαι· Τυρταῖον δὲ καὶ οὐ λέγοντα ὅμως εἰρηκέναι τις ἂν ἐν τῶιδε ἡγοῖτο· ἐλεγεῖα γὰρ ἐς τὸν πρότερόν ἐστιν αὐτῶι πόλεμον (4, 4 ff. D) «ἀμφ’ αὐτὴν δ’ ἐμάχοντ’ ἐννέα καὶ δέκ’ ἔτη / νωλεμέως .... / αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες». (3) δῆλα οὖν ἐστιν ὡς ὕστερον τρίτηι γενεᾶι τὸν πόλεμον οἱ Μεσ‐ σήνιοι τόνδε ἐπολέμησαν, ἀποδείκνυσί τε τοῦ χρόνου τὸ συνεχὲς βασιλεύοντας τηνικαῦτα | |
10 | ἐν Σπάρτηι Ἀνάξανδρον Εὐρυκράτους τοῦ Πολυδώρου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Ἀνα‐ ξίδαμον Ζευξιδάμου τοῦ Ἀρχιδάμου τοῦ Θεοπόμπου .... Λεωτυχίδης δὲ μετὰ Δημάρατον βασιλεύσας φαίνεται τὸν Ἀρίστωνος· Θεοπόμπου δὲ Ἀρίστων ἀπόγονος ἕβδομος. | |
3a,265,F44 | —4, 17, 10: Ἀριστομένης δὲ μετὰ τὴν μάχην (sc. τὴν ἐπὶ τῆι καλουμένηι μεγάληι τάφρωι 17, 2) τοὺς διαπεφευγότας τῶν Μεσσηνίων συνήθροιζε, καὶ Ἀνδανίαν μὲν καὶ εἴ τι ἄλλο ἐν μεσογαίαι πόλισμα ἔπεισε τὰ πολλὰ ἐκλείπειν, ἐς δὲ τὴν Εἵραν τὸ ὄρος ἀνοικίζεσθαι. συνεληλαμένοις δὲ ἐς τοῦτο τὸ χωρίον προσεκάθηντο οἱ Λακε‐ | |
5 | δαιμόνιοι, πολιορκίαι σφᾶς αὐτίκα ἐξαιρήσειν νομίζοντες· ἀντήρκεσαν δὲ ὅμως οἱ Μεσ‐ σήνιοι καὶ μετὰ τὴν ἐν τῆι τάφρωι συμφορὰν ἑνί τε καὶ δέκα ἔτεσιν ἀμυνόμενοι. (11) τὸν δὲ χρόνον τῆς πολιορκίας γενέσθαι τοσοῦτον δηλοῖ καὶ τάδε ἔπη Ῥιανοῦ πεποιημένα ἐς τοὺς Λακεδαιμονίους· «οὔρεος ἀργεννοῖο περὶ πτύχας ἐστρατόωντο / χείματά τε ποίας τε δύω καὶ εἴκοσι πάσας». χειμῶνας γὰρ καὶ | |
10 | θέρη κατέλεξε, πόας εἰπὼν τὸν χλωρὸν σῖτον ἢ ὀλίγον πρὸ ἀμητοῦ. | |
3a,265,F45* | —4, 1, 6: ⟦τὴν δὲ τελετὴν τῶν Μεγάλων θεῶν Λύκος ὁ Πανδίο‐ | |
νος πολλοῖς ἔτεσιν ὕστερον Καύκωνος προήγαγεν ἐς πλέον τιμῆς· καὶ Λύκου δρυμὸν ἔτι ὀνομάζουσιν ἔνθα ἐκάθηρε τοὺς μύστασ⟧. καὶ ὅτι μὲν δρυμός ἐστιν ἐν τῆι γῆι ταύτηι Λύκου καλούμενος, Ῥιανῶι τῶι Κρητί ἐστι πεποιημένον· «πάρ τε τρηχὺν Ἐλαιὸν | 69 | |
5 | ὑπὲρ δρυμόν τε Λύκοιο». ⟦(7) ὡς δὲ ὁ Πανδίονος οὗτος ἦν Λύκος, δηλοῖ τὰ ἐπὶ τῆι εἰκόνι ἔπη τῆι Μεθάπου ....⟧. | |
3a,265,F46 | STEPH. BYZ. s. Ἀνδανία· πόλις Μεσσήνης .... τὸ ἐθνικὸν Ἀνδα‐ νιεύς, ὡς Φίλων ἐν τῆι Περὶ πόλεων (III C.) [ἐκ ταύτης Ἀριστομένης ἐγένετο ἐπιφα‐ νέστατος στρατηγός. τοῦτον οἱ Λακεδαιμόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμάσαντες, ὡς μόλις ἐκράτησαν ἐν τοῖς Μεσσηνιακοῖς, ἀνατεμόντες ἐσκόπουν εἰ παρὰ τοὺς λοιποὺς ἐστί | |
5 | τι, καὶ εὗρον σπλάγχνον ἐξηλλαγμένον καὶ τὴν καρδίαν δασεῖαν, ὡς Ἡρόδοτος (—) καὶ Πλούταρχος (De Herod. mal. 11 p. 856 F?) καὶ Ῥιανός]. τὸ θηλυκὸν Ἀνδανιάς. λέγε‐ ται δὲ καὶ Ἀνδάνιος, ὡς Ῥιανός. | |
3a,265,F47 | ATHEN. 3, 22 p. 82 B: ὅτι δ’ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν α Ἡρακλείας καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν ε Περὶ Νεῶν Καταλόγου (244 F 159). | |
3a,265,F48 | ET. M. 153, 4: Ἀσέληνα· ὄρη οὕτω καλούμενα, ἅπερ οἱ μὲν παρὰ τὴν Τραχῖνα †εἰρῆσθαι, ὡς Ῥιανὸς ἐν τῶι ιδ Ἡρακλείας· Νίκανδρος δὲ ἐν τοῖς Αἰτω‐ λ〈ικ〉οῖς (271/2 F 6b) ὅτι (φησίν) ἐν αὐτοῖς τῆς Σελήνης τῶι Ἐνδυμίωνι συγκαθευδούσης, συνέβαινε τοὺς ἄλλους τόπους ἀσελήνους εἶναι, καὶ μὴ μετέχειν τοῦ τῆς θεοῦ φωτός. | |
3a,265,F49* | SCHOL. AISCHYL. Sept. 164: Ὀγκαία Ἀθηνᾶ τιμᾶται παρὰ Θη‐ βαίοις, Ὄγκα δὲ παρὰ τοῖς Φοίνιξιν. καὶ Ὀγκαῖαι πύλαι. μέμνηται καὶ Ἀντίμαχος (F 41 Wyss) καὶ Ῥιανός. | |
3a,265,F50 | SCHOL. RV ARISTOPH. Frösche 651: τἀν Διομείοις] δῆμος τῆς Αἰ‐ γηίδος φυλῆς, ἀπὸ Διόμου ἐρωμένου τοῦ Ἡρακλέους. ἔστι δὲ Ἡράκλειον αὐτόθι, περὶ οὗ καὶ Ῥιανός φησιν, δηλῶν ὅτι Δίομος 〈ἐρώμενοσ〉 Ἡρακλέους ἐγένετο. | 70 |
3a,265,F51* | SCHOL. A HOM. Il. Τ 119: Ζεὺς μιγεὶς Ἀλκμήνηι τῆι Ἠλεκτρύονος —ὃν δὲ τρόπον, εἴρηται ἐν τῆι Ξ (323/4)—ἔγκυον κατέστησε, μελλούσης δὲ τίκτειν ὤμοσεν ἐν θεοῖς τὸν ἐκείνηι τῆι ἡμέραι γεννηθέντα τῶν ἐξ ἑαυτοῦ βασιλεύσειν. Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντιβίαν δέ, ἥν τινες Νικίππην εἶπον, τὴν | |
5 | Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν, ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα τροφῆς μοῖραν ἔλαχεν. βασιλεύων δὲ Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασ‐ σεν, οὓς τελειώσας κατὰ Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποθήκας ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῶι. | |
3a,265,F52 | STEPH. BYZ. s. Αἰθυσσεῖς· ἔθνος Λιβυκόν, Μαρμαρίδαις πάροικον, ὡς Ῥιανός. | |
3a,265,F53 | —s. Βέμβινα· κώμη τῆς Νεμέας .... ὁ πολίτης Βεμβινίτης ὡς Στα‐ γειρίτης, παρὰ δὲ Ῥιανῶι Βεμβινάτης. ἔοικεν οὖν 〈ὡσ〉 Αἰγινάτης καὶ Αἰγινήτης κατὰ τροπήν, ὡς Πανύασις (F 1—2 Ki) ἐν Ἡρακλείας α «δέρμα τε θήρειον Βεμβινήταο λέοντος» .... | |
3a,265,F54 | —s. Μάκρυες· ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ ι τούτους φησί. | |
3a,265,F55 | POLLUX 2, 180: τοὺς δὲ σφονδύλους .... Ῥιανὸς κύβους ὠνόμασεν «αὐχένος ἐξ ὑπάτοιο κύβοις ἐπιτέλλεται ἰξύς». | |
3a,265,F56 | SCHOL. EURIP. Alk. 1: Ῥιανὸς δέ φησιν ὅτι ἑκὼν ἐδούλευσεν αὐτῶι ἐρῶν τοῦ Ἀδμήτου. s. 3 F 35. | |
3a,265,F57 | STEPH. BYZ. s. Φύσκος· πόλις Λοκρίδος ἀπὸ Φύσκου τοῦ Αἰτωλοῦ 〈τοῦ〉 Ἀμφικτύονος τοῦ Δευκαλίωνος. ἔστι καὶ ἑτέρα Φύσκος πόλις τῆς Καρίας· ἔστι καὶ λιμὴν Ῥόδου. λέγεται καὶ ἀρσενικῶς ὁ Φύσκος [ὁ φυσικός]· «Φύσκος δέ, ἀφ’ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί». Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. λέγεται καὶ †Φυσκεύς. ἔστι | |
5 | καὶ ἄλλη Μακεδονίας .... καὶ τὸ ἔθνος Φύσκοι ὡς Λοκροί ..... | |
3a,265,F58 | CHOIROBOSK. Gr. Gr. IV 1. p. 123, 12 Hilg: εἰσὶ δὲ καὶ ἄλλα τινὰ Δωρικὰ συστέλλοντα τὸ α, ὡς παρ’ Ἡσιόδωι (Th. 521) «δήσας ἀλυκτοπέδηισι Προμηθέα», | |
καὶ παρὰ τῶι Ῥιανῶι «λίθος μέγας (?)». | 71 | |
3a,265,F59 | STEPH. BYZ. s. Ἀράκυνθος· ὄρος Βοιωτίας, ἀφ’ οὗ ἡ Ἀθηνᾶ Ἀρακυν‐ θι〈ά〉ς, ὡς Ῥιανὸς ἐν τῆι Φήμηι «κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπα‐ τέρεια». | |
3a,265,F60 | STOB. Flor. 3, 4, 33: Ῥιανοῦ. «ἦ ἄρα δὴ μάλα πάντες ἁμαρτίνοοι πελόμεσθα / ἄνθρωποι, φέρομεν δὲ θεῶν ἑτερόρ‐ ροπα δῶρα / ἀφραδίηι κραδίης· βιότοιο μὲν ὅς κ’ ἐπιδευὴς / στρωφᾶται, μακάρεσσιν ἐπὶ ψόγον αἰνὸν ἰάπτει / ἀχνύμε‐ | |
5 | νος, σφετέρην δ’ ἀρετὴν καὶ θυμὸν ἀτίζει, / οὐδέ τι θαρσα‐ λέος νῶσαι ἔπος οὐδέ τι ῥέξαι / ἐρριγώς, ὅθι τ’ ἄνδρες ἐχε‐ κτέανοι παρέωσι, / καί οἱ θυμὸν ἔδουσι κατηφείη καὶ ὀιζύς./ ὃς δέ κεν εὐοχθῆισι, θεὸς δ’ ἐπὶ ὄλβον ὀπάζηι, / καὶ πολυ‐ κοιρανίην, ἐπιλήθεται οὕνεκα γαῖαν / ποσσὶν ἐπιστείβει, | |
10 | θνητοὶ δέ οἱ εἰσὶ τοκῆες, / ἀλλ’ ὑπεροπλίηι [τε] καὶ ἁμαρ‐ τωλῆισι νόοιο / ἶσα Διὶ βρομέει, κεφαλὴν δ’ ὑπὲρ † αὐχένας ἴσχει / καί περ ἐὼν ὀλίγος, μνᾶται δ’ εὔπηχυν Ἀθήνην, / ἠέ τιν’ ἀτραπιτὸν τεκμαίρεται Οὔλυμπόνδε, / ὥς κε μετ’ ἀθανάτοισιν ἀρίθμιος εἰλαπινάζηι. / ἡ δ’ Ἄτη ἁπαλοῖσι | |
15 | μετατρωχῶσα πόδεσσιν / ἄκρηις ἐν κεφαλῆισιν ἀνώιστος καὶ ἄφαντος / ἄλλοτε μὲν γραίηισι νεωτέρη, ἄλλοτε δ’ αὖτε/ ὁπλοτέρηισι γρηὺς ἐφίσταται ἀμπλακίηισι, / Ζηνὶ θεῶν | |
κρείοντι Δίκηι τ’ ἐπίηρα φέρουσα». | 72 |