TLG 0219 002 :: RHIANUS :: Epigrammata RHIANUS Epic. Epigrammata Dup. partim 0219 001 (frr. 66–76) Citation: Book — epigram — (line) | ||
6.34(p1) | ΡΙΑΝΟΥ | |
1 | Τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινος τόξον καὶ κάπρου τούσδε καθᾶψε πόδας καὶ ταύταν γωρυτὸν ἐπαυχένιόν τε κυνακτὰν θῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης. | |
---|---|---|
5 | ἀλλ’, ὦ Πὰν σκοπιῆτα, καὶ εἰς ὀπίσω Πολύαινον | |
εὔαγρον πέμποις, υἱέα Σημύλεω. | ||
6.173(p1) | ΡΙΑΝΟΥ | |
1 | Ἀχρυλίς, ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας πολλάκι τοὺς ἱεροὺς χευαμένη πλοκάμους, γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων, | |
5 | τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρείῃ, θερμὸν ἐπεὶ λύσσης ὧδ’ ἀνέπαυσε πόδα. | |
6.278(p1) | ΡΙΑΝΟΥ | |
1 | Παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο Φοίβῳ Γόργος ἀφ’ ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς. Φοῖβε, σὺ δ’ ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις εὔμοιρον λευκὴν ἄχρις ἐφ’ ἡλικίην. | |
7.315(p1) | ΖΗΝΟΔΟΤΟΥ, οἱ δὲ ΡΙΑΝΟΥ | |
1 | Τρηχείην κατ’ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις πάντοθεν ἢ σκολιῆς ἄγρια κῶλα βάτου, ὡς ἐπ’ ἐμοὶ μηδ’ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι ἴχνος, ἐρημάζω δ’ ἥσυχα κεκλιμένος. | |
5 | ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ’ ἀστοῖσι φιληθεὶς Τίμων οὐδ’ Ἀίδῃ γνήσιός εἰμι νέκυς. | |
12.38(p1) | ΡΙΑΝΟΥ | |
1 | Ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον, ὦ πυγά· κνώσσειν δ’ οὐδὲ γέροντας ἐᾷς. λέξον μοι, τίνος ἐσσὶ μάκαιρα τὺ καὶ τίνα παίδων κοσμεῖς; ἁ πυγὰ δ’ εἶπε· „Μενεκράτεος.“ | |
12.58(p1) | ΡΙΑΝΟΥ | |
1 | Ἦ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις αἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον. τόσσον δ’ Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις | |
ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον. | ||
12.93(p1) | ΡΙΑΝΟΥ | |
1 | Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται. τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον· | |
5 | τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθ’ ὕψος οὐ μέγας, οὐρανίη δ’ ἀμφιτέθηλε χάρις· ἢν δ’ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα | |
κινήσεις, ἀλύτῳ δ’ ὡς ἀδάμαντι μένεις ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει | ||
10 | κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας. χαίρετε, καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε ἥβην καὶ λευκὴν ἀμφιέσαισθε κόμην. | |
12.121(p1) | ΡΙΑΝΟΥ | |
1 | Ἦ ῥά νύ τοι, Κλεόνικε, δι’ ἀτραπιτοῖο κιόντι στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες· καί σε ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν, κοῦρε, πεποίησαι δ’ ἡλίκος ἐσσὶ χάρις· | |
5 | τηλόθι μοι μάλα χαῖρε· πυρὸς δ’ οὐκ ἀσφαλὲς ἆσσον ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα. | |
12.142(p1) | ΩΣ ΡΙΑΝΟΥ | |
1 | Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ κόσσυφον ἀγρεύσας εἷλε κατὰ πτερύγων· χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις. ἀλλ’ ἐγώ, ὦ φίλ’ Ἔρως καὶ θαλεραὶ Χάριτες, | |
5 | εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω. | |
12.146(p1) | ΡΙΑΝΟΥ | |
1 | Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς μυρία καὶ στήσας δίκτυα καὶ στάλικας σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δ’ ἀμογητὶ | |
τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς. |