TLG 0219 001 :: RHIANUS :: Fragmenta RHIANUS Epic. Fragmenta
Citation: Fragment — (line) | ||
1(t) | Ex incerto poemate | |
1 | Ἦ ἄρα δὴ μάλα πάντες ἁμαρτίνοοι πελόμεσθα ἄνθρωποι, φέρομεν δὲ θεῶν ἑτερόρροπα δῶρα ἀφραδέϊ κραδίῃ· βιότοιο μὲν ὅς κ’ ἐπιδευὴς στρωφᾶται, μακάρεσσιν ἔπι ψόγον αἰνὸν ἰάπτει | |
---|---|---|
5 | ἀχνύμενος, σφετέρην δ’ ἀρετὴν καὶ θυμὸν ἀτίζει, οὐδέ τι θαρσαλέος νοέειν ἔπος οὐδέ τι ῥέξαι, ἐρριγὼς ὅθι τ’ ἄνδρες ἐχεκτέανοι παρέωσιν, καί οἱ θυμὸν ἔδουσι κατηφείη καὶ ὀϊζύς. | |
Ὃς δέ κεν εὐοχθῇσι, θεὸς δ’ ἐπὶ ὄλβον ὀπάζῃ | 9 | |
10 | καὶ πολυκοιρανίην, ἐπιλήθεται οὕνεκα γαῖαν ποσσὶν ἐπιστείβει θνητοὶ δέ οἱ εἰσὶ τοκῆες, ἀλλ’ ὑπεροπλίῃ καὶ ἁμαρτωλῇσι νόοιο ἶσα Διὶ βρομέει, κεφαλὴν δ’ ὑπέραυχον ἀνίσχει, καίπερ ἐὼν ὀλίγος, μνᾶται δ’ εὔπηχυν Ἀθήνην, | |
15 | ἠέ τιν’ ἀτραπιτὸν τεκμαίρεται Οὔλυμπόνδε, ὥς κε μετ’ ἀθανάτοισιν ἀρίθμιος εἰλαπινάζῃ. Ἡ δ’ Ἄτη ἁπαλοῖσι μετατρωχῶσα πόδεσσιν ἄκρῃς ἐν κεφαλῇσιν ἀνώϊστος καὶ ἄφαντος ἄλλοτε μὲν γραίῃσι νεωτέρη, ἄλλοτε δ’ αὖτε | |
20 | ὁπλοτέρῃσι γρηῢς ἐφίσταται ἀμπλακίῃσιν, Ζηνὶ θεῶν κρείοντι Δίκῃ τ’ ἐπίηρα φέρουσα. | |
t2-10 | Ἡράκλεια | 10 |
10(t) | Incertum | |
1 | Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν | 11 |
t11-18 | Ἀχαϊκά | |
t11-13 | E libro II | |
13 | Ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετ’ Ἆπις, ὅς ῥ’ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας. | |
16(t) | Incertum | |
1 | Ἀνθήνηθεν ἵκοντο. | |
t19-24 | Ἠλιακά | |
t19-22 | E libro I | |
19 | Πᾶσαι δ’ εἰσαΐουσι, μιῆς ὅτε τ’ οὔνομα λέξῃς. | 12 |
20 | Γόρτυν’ Ἥραιάν τε πολυδρύμους 〈τε〉 Μελαινάς | |
t25-48b | Θεσσαλικά | |
25(t) | Ex initio operis | |
1 | Πυρραίην ποτὲ τήν γε παλαιότεροι καλέεσκον Πύρρης Δευκαλίωνος ἀπ’ ἀρχαίης ἀλόχοιο, Αἱμονίην δ’ ἐξαῦτις ἀφ’ Αἵμονος, ὅν ῥα Πελασγὸς γείνατο φέρτατον υἱόν· ὁ δ’ αὖ τέκε Θεσσαλὸν Αἵμων, | |
5 | τοῦ δ’ ἄπο Θεσσαλίην λαοὶ μετεφημίξαντο. | 13 |
t26-34 | E libro IV | |
30 | Αὐτὰρ Δωνεττῖνοι ἰδ’ ὀτρηροὶ Κεραῗνες | |
31 | Σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας | |
32 | Συλίονες δ’ ἕσποντο ὁμοῦ. | |
34 | Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί | |
36(t) | Incertum | |
1 | Μένος πνείοντες Ἀμύνται | 14 |
38(t) | E libro VI | |
1 | Ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες | |
39(t) | E libro VII | |
1 | Νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον. | |
t40-41 | E libro VIII | |
41 | Οἱ δ’ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον. | |
t45-47 | E libro incerto | 15 |
47 | Τοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης | |
48(t) | Ἀγύλλιον χαλκόν | |
48b(t) | Εὐστάχυος Θετιείης | |
t49-55 | Μεσσηνιακά | |
50(t) | E libro IV | |
1 | Αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ | |
51(t) | E libro V | |
1 | Τὴν μὲν ἀνήγετ’ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν. | 16 |
t54-55 | E libro incerto | |
54 | Οὔρεος ἀργεννοῖο περὶ πτύχας ἐστρατόωντο χείματά τε ποιάς τε δύω καὶ ἐείκοσι πάσας. | |
55 | Πάρ τε τρηχὺν Ἐλαιὸν ὑπὲρ δρυμόν τε Λύκοιο | |
56(t) | Φήμη | |
1 | Κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια. | |
t57-62 | Incerti loci fragmenta | |
57(t) | Dubium | |
1 | Αὐχένος ἐξ ὑπάτοιο κύβοις ἐπιτέλλεται ἰξύς. | |
58 | λίθος μέλας | |
60 | Ἐχίονος ἄστυ | 17 |
t66-76 | Epigrammata | |
66 | Τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινος τόξον, καὶ κάπρου τούσδε καθᾶψε πόδας, καὶ ταύταν γωρυτὸν ἐπαυχένιόν τε κυνάγχαν θῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης. | |
5 | Ἀλλ’, ὦ Πὰν σκοπιῆτα, καὶ εἰς ὀπίσω Πολύαινον εὔαγρον πέμποις υἱέα Σιμύλεω. | |
67 | Ἀρχυλὶς ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας πολλάκι τοὺς ἱεροὺς χευαμένη πλοκάμους, γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα | |
τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων, | 18 | |
5 | τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρείῃ, θερμὸν ἐπεὶ λύσσης ὧδ’ ἀνέπαυσε πόδα. | |
68 | Παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο Φοίβῳ Γόργος ἀφ’ ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς. Φοῖβε, σὺ δ’ ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις εὔμοιρον λευκὴν ἄχρις ἐφ’ ἡλικίην. | |
69 | Ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον, ὦ πυγά· κνώσσειν δ’ οὐδὲ γέροντας ἐᾷς. Λέξον μοι, τίνος ἐσσὶ μάκαιρα τύ, καὶ τίνα παίδων κοσμεῖς; ἁ πυγὰ δ’ εἶπε· Μενεκράτεος. | |
70 | Ἡ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις αἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον. Τόσσον δ’ Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον. | |
71 | Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται. Τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς ἀκμήν, καὶ γυίων ἄνθος ἀκηράσιον· | |
5 | τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὅς γε καθ’ ὕψος οὐ μέγας, οὐρανίη δ’ ἀμφιτέθηλε χάρις. Ἢν δ’ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα | |
κινήσεις, ἀλύτῳ δ’ ὡς ἀδάμαντι μενεῖς, ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει | 19 | |
10 | κοῦρος, κἀς νεάτους ἐκ κορυφῆς ὄνυχας. Χαίρετε καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε ἥβην, καὶ λευκὴν ἀμφιέσαισθε κόμην. | |
72 | Ἦ ῥά νύ τοι, Κλεόνικε, δι’ ἀτραπιτοῖο κιόντι στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες· καί σε ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν, κοῦρε· πεποίησαι δ’ ἡλίκος ἐσσὶ χάρις· | |
5 | τηλόθι μοι μάλα χαῖρε· πυρὸς δ’ οὐκ ἀσφαλὲς ἆσσον ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα. | |
73 | Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ κόσσυφον ἀγρεύσας, εἷλε κατὰ πτερύγων· χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις. Ἀλλ’ ἐγώ, ὦ φίλ’ Ἔρως, καὶ θαλεραὶ Χάριτες, | |
5 | εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω. | |
74 | Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς μυρία, καὶ στήσας δίκτυα καὶ στάλικας, σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δ’ ἀμογητὶ | |
τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς. | 20 | |
75 | Ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δ’ οἴνου, Ἀρχῖν’, ἀτρεκέως ἥδε λάγυνος ἔχει· λεπτοτέρης δ’ οὐκ οἶδ’ ἐρίφου κρέα· πλὴν ὅ γε πέμψας αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης. | |
76(t) | Incertum | |
1 | Τρηχείην κατ’ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου, ὡς ἐπ’ ἐμοὶ μηδ’ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι ἴχνος, ἐρημάζω δ’ ἥσυχα κεκλιμένος. | |
5 | Ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ’ ἀστοῖσι φιληθείς, | |
Τίμων· οὐδ’ Ἀΐδῃ γνήσιός εἰμι νέκυς. | 21 |