TLG 0218 002 :: NICAENETUS :: Epigrammata

NICAENETUS Epic.
(Abderita: 3 B.C.)

Epigrammata

Dup. partim 0218 001 (frr. 3–5, 7)

Citation: Book — epigram — (line)

6

.

225

(p1)

ΝΙΚΑΙΝΕΤΟΥ
1Ἡρῷσσαι, Λιβύων ὄρος ἄκριτον αἵτε νέμεσθε αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις, τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦτα δράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους,
5ἅσς’ ἀπὸ λικμητοῦ δεκατεύεται· ἀλλὰ καὶ οὕτως, ἡρῷσσαι, Λιβύων χαίρετε δεσπότιδες.

7

.

502

(p1)

ΝΙΚΑΙΝΕΤΟΥ
1Ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε· εἰ δὲ Τορώνην λείπων εἰς αὐτὴν ἔρχεαι Ἀμφίπολιν, εἰπεῖν Νικαγόρᾳ, παίδων ὅτι τὸν μόνον αὐτῷ Στρυμονίης Ἐρίφων ὤλεσε πανδυσίῃ.

13

.

29

(p1)

ΝΙΚΑΙΝΕΤΟΥ
1„Οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ· ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.“ τοῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
5τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ
μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.

16

.

191

(p1)

ΝΙΚΑΙΝΕΤΟΥ
1Αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆν ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος. πηλὸς ἐφυράθην, οὐ ψεύσομαι. ἀλλ’ ἐφίλησα,
ὦ ξεῖν’, ὀστρακέων δύσμορον ἐργασίην.