TLG 0218 001 :: NICAENETUS :: Fragmenta NICAENETUS Epic. Fragmenta frr. 1–7 Citation: Fragment — (line) | ||
1(t) | Λύρκος | |
1 | Αὐτὰρ ὅ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο, Τραγασίην δὲ Κελαινέος ἤγετο παῖδα ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας· γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι | |
---|---|---|
5 | Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος ... Βῆ †δεφερενδιος φεύγων φρικώδεα Κύπριν καὶ Κράγον ὑλιγενῆ καὶ Κάρια ἱρὰ λοετρά ... ἔνθ’ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων, αὐτὴ δὲ γνωτή, ὀλολυγόνος οἶτον ἔχουσα, | |
10 | Βυβλὶς ἀποπρὸ Πυλῶν Καύνου ὠδύρατο νόστον. | 1 |
2(t) | Γυναικῶν κατάλογος | 2 |
t3-7 | Epigrammata | |
3 | Ἡρῷσσαι, Λιβύων ὅρον ἄκριτον αἵτε νέμεσθε, αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις, τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦτα δράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους, | |
5 | ἅσς’ ἀπὸ λικμητοῦ δεκατεύεται· ἀλλὰ καὶ οὕτως, ἡρῷσσαι, Λιβύων χαίρετε δεσπότιδες. | |
4 | Ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε· εἰ δὲ Τορώνην λείπων εἰς αὐτὴν ἔρχεαι Ἀμφίπολιν, εἰπεῖν Νικαγόρῃ παίδων ὅτι τὸν μόνον αὐτῷ Στρυμονίης Ἐρίφων ὤλεσε πανδυσίῃ. | |
5 | Αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήϊνον Ἑρμῆν ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος. Πηλὸς ἐφυράθην· οὐ ψεύσομαι· ἀλλ’ ἐφίλησα, ὦ ξεῖν’, ὀστρακέων δύσμορον ἐργασίην. | |
6 | Οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ’ Ἥρῃ δαίνυσθαι, Ζεφύρου πνεύμασι τερπόμενος. Ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χάμευνα, ἐγγύθι γὰρ προμάλου δέμνιον ἐνδαπίης, | |
5 | καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. Ἀλλὰ φερέσθω οἶνος, καὶ Μουσέων ἡ χαρίεσσα λύρη, θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην | |
μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης. | 3 | |
7(t) | Incertum | |
1 | Οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ· ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν. Τοῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. | |
5 | Τοιγὰρ ὑπὸ στεφάνοις μέγαρ’ ἔβρυεν, εἶχε δὲ κισσῷ | |
μέτωπον οἷα καὶ σὺ κεκροκωμένον. | 4 |