TLG 0216 002 :: ALEXANDER :: Epigrammata ALEXANDER Lyr.
Trag. Epigrammata Dup. 0216 001 (frr. 8–9, 18) AG 7.507: Cf. SIMONIDES Lyr. (0261 003) Citation: Book — epigram — (line) | ||
7.534(p1) | 〈ΑΛΕΞΑΝΔΡΟΥ〉 ΑΙΤΩΛΟΥ, 〈οἱ δὲ〉 ΑΥΤΟΜΕΔΟΝΤΟΣ | |
1 | Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ’ ὥρην ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος. δείλαιε Κλεόνικε, σὺ δ’ εἰς λιπαρὴν Θάσον ἐλθεῖν ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης, | |
---|---|---|
5 | ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ’ ὑπὸ Πλειάδος αὐτὴν ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς. | |
7.709(p1) | ΑΛΕΞΑΝΔΡΟΥ | |
1 | Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ μακελᾶς χρυσοφόρος ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν οὔνομα καὶ Σπάρτας εἰμὶ πολυτρίποδος | |
5 | καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων | |
θῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω. | ||
16.172(p1) | ΑΛΕΞΑΝΔΡΟΥ ΑΙΤΩΛΟΥ | |
1 | Αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλὰς | |
τᾶς ἐπ’ Ἀλεξάνδρου λαθομένα κρίσιος. |